paulus silentiarius
ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆς
ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα.
οὐ γὰρ ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μῖξαι
χείλεϊ σῷ, ῥοδέων ἁβροτέρῳ καλύκων,
Τάνταλος ἀκριτόδακρυς, ὑπερτέλλοντα δὲ πέτρον
δείδιεν ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται.
αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ,
ἐκ δ᾽ ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω.