paulus silentiarius
ἐσβέσθη φλογεροῖο πυρὸς μένος: οὐκέτι κάμνω,
ἀλλὰ καταθνῄσκω ψυχόμενος, Παφίῃ:
ἤδη γὰρ μετὰ σάρκα δι᾽ ὀστέα καὶ φρένας ἕρπει
παμφάγον ἀσθμαίνων οὗτος πικρὸς Ἔρως.
καὶ φλὸξ ἐν τελεταῖς ὅτε θύματα πάντα λαφύξῃ,
φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως. [p. 250]