paulus silentiarius
ὦ παλάμη πάντολμε, σὺ τὸν παγχρύσεον ἔτλης
ἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι:
ἔτλης: οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή,
σκύλμα κόμης, αὐχὴν μαλθακὰ κεκλιμένος.
νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις:
οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει.
μή, λίτομαι, δέσποινα, τόσην μὴ λάμβανε ποινὴν
μᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως.