paulus silentiarius
ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα: γυμνὰ δὲ γυμνοῖς
ἐμπελάσει γυίοις γυῖα περιπλοκάδην:
μηδὲν ἔοι τὸ μεταξύ: Σεμιράμιδος γὰρ ἐκεῖνο
τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν
στήθεα δ᾽ ἐζεύχθω, τὰ [τε] χείλεα: τἆλλα δὲ σιγῇ
κρυπτέον: ἐχθαίρω τὴν ἀθυροστομίην.