paulus silentiarius
εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις,
πτηνὸς Ἔρως πτηνῷ κεῖσε μένει με φέρει. [p. 290]
εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ,
πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις.
εἰ δέ τι σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη.
εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη, ^
κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος,
τὸ πρὶν ἐπ᾽ ἀγλαΐῃ θάρσος ἀπωσαμένη.