satrius
θηρευτὴς δολιχὸν τόδε δίκτυον ἄνθετο Δᾶμις
Πίγρης δ᾽ ὀρνίθων λεπτόμιτον νεφέλην,
τριγλοφόρους δὲ χιτῶνας ὁ νυκτερέτης θέτο Κλείτωρ
τῷ Πανί, τρισσῶν ἐργάτιναι καμάτων.
ἵλαος εὐσεβέεσσιν ἀδελφειοῖς ἐπίνευσον
πτηνά, καὶ ἀγροτέρων κέρδεα καὶ νεπόδων. [p. 304]