quintus maecius
Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν
δῶρα παρακταίης σοὶ τάδ᾽ ἐπωφελίης,
θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον
φράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς,
φηγίνεον κρητῆρα, καὶ αὐτούργητον ἐρείκης
βάθρον, ἰδ᾽ ὑαλέην οἰνοδόκον κύλικα,
ὡς ἂν ὑπ᾽ ὀρχησμῶν λελυγισμένον ἔγκοπον ἴχνος
ἀμπαύσῃς, ξηρὴν δίψαν ἐλαυνόμενος: [p. 316]