theocritus
ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱός,
ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος,
Νικίᾳ, ὅς μιν ἐπ᾽ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
καὶ τόδ᾽ ἀπ᾽ εὐώδους γλύψατ᾽ ἄγαλμα κέδρου,
Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
μισθὸν ὁ δ᾽ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.