agathias scholasticus
ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέι νηῷ,
ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην
ἀλλὰ σύ με προλέλοιπας ἑλώριον: ἀντὶ δὲ μήλου
πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην.
ἄρκιον ἦν θνᾴσκειν τὸν βουκόλον εἰ γὰρ ἄθεσμος
ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.