anonymi epigrammatici
τίς θεὸν εἶπεν Ἔρωτα; θεοῦ κακὸν οὐδὲν ὁρῶμεν
ἔργον ὁ δ᾽ ἀνθρώπων αἵματι μειδιάει.
οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος; ἠνίδ᾽ ἄπιστα
τῆς θειοδμήτου σκῦλα μιαιφονίης.
μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο αὐτὰρ ἐπ᾽ αὐτοῖς
ποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη.
καὶ ταῦτ᾽ οὔτ᾽ Ἄϊδος, οὔτ᾽ Ἄρεος, ἔργα δ᾽ Ἔρωτος
λεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος.