antipater
Γειαρότης Ἄρχιππος, ὅτ᾽ ἐκ νούσοιο βαρείης
ἄρτι λιποψυχέων ἔρρεεν εἰς ἀίδην,
εἶπε τάδ᾽ υἱήεσσιν
ἰὼ φίλα τέκνα, μάκελλαν
καὶ τὸν ἀροτρίτην στέρξατέ μοι βίοτον
μὴ σφαλερῆς αἰνεῖτε πόνον στονόεντα θαλάσσης,
καὶ βαρὺν ἀτηρῆς ναυτιλίης κάματον.
ὅσσον μητρυιῆς γλυκερωτέρη ἔπλετο μήτηρ,
τόσσον ἁλὸς πολιῆς γαῖα ποθεινοτέρη.'