anonymi epigrammatici
πρῶτος Θὼθ ἐδάη δρεπάνην ἐπὶ βότρυν ἐγείρειν.
ἰχθυβόλοισι Φαωφὶ φέρει πανδήμιον ἄγρην.
πληιάδων φαίνουσαν Ἀθὺρ τεκμαίρεται ὥρην.
Χοιὰκ σπειρομένων σταχύων δείκνυσι γενέθλην.
Τυβὶ δὲ πορφύρεον βουληφόρον εἷμα τιταίνει.
σημαίνει πλωτῆρσι Μεχεὶρ πλόον ἀμφιπολεύειν.
Ἄρεος ὅπλα φέρειν Φαμενὼθ δείκνυσι μαχηταῖς.
εἰαρινῶν Φαρμουθὶ ῥόδων πρωτάγγελός ἐστι: [p. 212]
λήια δ᾽ αὐανθέντα Παχὼν δρεπάνῃσι φυλάσσει:
εὐκάρπου δὲ Παϋνὶ προάγγελός ἐστιν ὀπώρης:
καὶ σταφυλὴν κατέχων εὐάμπελός ἐστιν Ἐπηφί:.
καὶ Μεσορὶ Νείλοιο φέρει φυσίζοον ὕδωρ.