philodemus
ἤδη καὶ ῥόδον ἐστί, καὶ ἀκμάζων ἐρέβινθος,
καὶ καυλοὶ κράμβης, Σωσύλε, πρωτοτόμου,
καὶ μαίνη ῾᾽σαλαγεῦσα, καὶ ἀρτιπαγὴς ἁλίτυρος,
καὶ θριδάκων οὔλων ἁβροφυῆ πέταλα.
ἡμεῖς δ᾽ οὔτ᾽ ἀκτῆς ἐπιβαίνομεν, οὔτ᾽ ἐν ἀπόψει
γινόμεθ᾽, ὡς αἰεί, Σωσύλε, τὸ πρότερον;
καὶ μὴν Ἀντιγένης καὶ Βάκχιος ἐχθὲς ἔπαιζον:
νῦν δ᾽ αὐτοὺς θάψαι σήμερον ἐκφέρομεν.