antiphilus
ἤμην καὶ προπάροιθε συνέμπορος ἀνέρι κέρδους,
ἡνίκα δημοτέρην Κύπριν ἐναυτολόγει:
κεῖθεν καὶ συνέπηξεν ἐμὴν τρόπιν, ὄφρα με λεύσσῃ
Κύπρις, τὴν ἀπὸ γῆς εἰν ἁλὶ ῥεμβομένην.
ἔστιν ἑταίρειος μὲν ἐμοὶ στόλος, εἰσὶ δὲ λεπτὰ
κάρπασα, καὶ λεπτὸν φῦκος ὑπὲρ σανίδων.
ναυτίλοι, ἀλλ᾽ ἄγε πάντες ἐμῆς ἐπιβαίνετε πρύμνης
θαρραλέως: πολλοὺς οἶδα φέρειν ἐρέτας.