philippus
ἡ ναῦς ἀπ᾽ ἔργων Κύπριδος γομφουμένη,
πρὸς τὸν γενάρχην πόντον ἤλυθον θεοῦ:
ἀνὴρ γὰρ ὥρης μ᾽ ἔμπορος τεκτήνατο,
καλέσας Ἑταίρην εἰμὶ γὰρ πᾶσιν φίλη.
ἔμβαινε θαρρῶν μισθὸν οὐκ αἰτῶ βαρύν.
ἐλθόντα δέχομαι πάντα: βαστάζω ξένον
ἀστὸν τ᾽: ἐπὶ γαίης κἠν βυθῷ μ᾽ ἐρέσσετε.