Julianus
ἡδέα πάντα κέλευθα λάχεν βίος: ἄστεϊ μέσσῳ
εὖχος, ἑταιρεῖαι: κρυπτὰ δόμοισιν ἄχη: [p. 250]
ἀγρὸς τέρψιν ἄγει, κέρδος πλόος, ἀλλοδαπὴ χ;χθὼν
γνώσιας: ἐκ δὲ γάμων οἶκος ὁμοφρονέει,
τοῖς δ᾽ ἀγάμοις ἄφροντις ἀεὶ βίος: ἕρκος ἐτύχθη
πατρὶ τέκος, φροῦδος τοῖς ἀγόνοισι φόβος:
ἠνορέην νεότης, πολιὴ φρένας οἶδεν ὀπάσσαι:
ἔνθεν θάρσος ἔχων ζῶε, φύτευε γένος.