heliodorus
τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν,
Νηρέος ἀθανάταν εἰναλίοιο κόραν,
τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν,
τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην
ἃ τὸν δουριμανῆ, τὸν δ᾽ Ἄρεα πτολέμων,
Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων
δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον
τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον,
περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν.
ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε,
ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε:
δέχνυσο δ᾽ εὐμενέων τάνδε θυηπολίην,
πᾶν δ᾽ ἀπέρυκε δέος ἁμετέρας πόλιος.
τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν. [p. 272]