philippus
Θεσσαλίης εὔιππος ὁ ταυρελάτης χορὸς ἀνδρῶν,
χερσὶν ἀτευχήτοις θηρσὶν ὁπλιζόμενος,
κεντροτυπεῖς πώλους ζεῦξε σκιρτήματι ταύρων,
ἀμφιβαλεῖν σπεύδων πλέγμα μετωπίδιον:
ἀκρότατον δ᾽ ἐς γῆν κλίνας ἅμα κεὔροπον ἅμμα
θηρὸς τὴν τόσσην ἐξεκύλισε βίην.