leo philosophus
εἰς τὰ κωνικὰ Ἀπολλωνίουὧν ἥδε βίβλος ἔνδον ὠδίνω, φίλε,
βαθὺς χαρακτὴρ καὶ περισκελὴς ἄγαν:
δεῖται κολυμβητοῦ δὲ πάντως Δηλίου.
εἰ δ᾽ αὖ κυβιστήσει τις εἰς ἐμοὺς μυχοὺς
καὶ πᾶν μεταλλεύσειεν ἀκριβῶς βάθος,
γεωμετρῶν τὰ πρῶτα λήψεται γέρα,
σοφὸς δ᾽ ἀναμφίλεκτος εἰσκριθήσεται.
τούτων δὲ μάρτυς ἐγγυητής τε Πλάτων: