next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Olympian Odes


Olympian 1
ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙΩι ΚΕΛΗΤΙ


ἄριστον μὲν ὕδωρ, δὲ χρυσὸς αἰθόμενον πῦρ
ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου:
εἰ δ᾽ ἄεθλα γαρύεν
ἔλδεαι, φίλον ἦτορ,
5μηκέθ᾽ ἁλίου σκόπει
[10] ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι᾽ αἰθέρος,
μηδ᾽ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν:
ὅθεν πολύφατος ὕμνος ἀμφιβάλλεται
σοφῶν μητίεσσι, κελαδεῖν
10Κρόνου παῖδ᾽ ἐς ἀφνεὰν ἱκομένους
μάκαιραν Ἱέρωνος ἑστίαν,
θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ
[20] Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,
ἀγλαΐζεται δὲ καὶ
15μουσικᾶς ἐν ἀώτῳ,
οἷα παίζομεν φίλαν
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου
λάμβαν᾽, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις
[30] νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
20ὅτε παρ᾽ Ἀλφεῷ σύτο, δέμας
ἀκέντητον ἐν δρόμοισι παρέχων,
κράτει δὲ προσέμιξε δεσπόταν,
Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέος
ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ:
25τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος
[40] Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ
ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον
δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι
30Χάρις δ᾽, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,
[50] ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν
ἔμμεναι τὸ πολλάκις:
ἁμέραι δ᾽ ἐπίλοιποι
μάρτυρες σοφώτατοι.
35ἔστι δ᾽ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά: μείων γὰρ αἰτία.
υἱὲ Ταντάλου, σὲ δ᾽, ἀντία προτέρων, φθέγξομαι,
[60] ὁπότ᾽ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
ἐς ἔρανον φίλαν τε Σίπυλον,
ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,
40τότ᾽ Ἀγλαοτρίαιναν ἁρπάσαι
δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τ᾽ ἀν᾽ ἵπποις
ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,
ἔνθα δευτέρῳ χρόνῳ
[70] ἦλθε καὶ Γανυμήδης
45Ζηνὶ τωὔτ᾽ ἐπὶ χρέος.
ὡς δ᾽ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,
ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,
ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν
μαχαίρᾳ τάμον κάτα μέλη,
50 [80] τραπέζαισί τ᾽, ἀμφὶ δεύτατα, κρεῶν
σέθεν διεδάσαντο καὶ φάγον.
ἐμοὶ δ᾽ ἄπορα γαστρίμαργον μακάρων τιν᾽ εἰπεῖν. ἀφίσταμαι.
ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.
εἰ δὲ δή τιν᾽ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ
55ἐτίμασαν, ἦν Τάνταλος οὗτος: ἀλλὰ γὰρ καταπέψαι
μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ᾽ ἕλεν
[90] ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον,
τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
ἔχει δ᾽ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,
60μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις
ἁλίκεσσι συμπόταις
[100] νέκταρ ἀμβροσίαν τε
δῶκεν, οἷσιν ἄφθιτον
θῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
65τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν
μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
πρὸς εὐάνθεμον δ᾽ ὅτε φυὰν
[110] λάχναι νιν μέλαν γένειον ἔρεφον.
ἑτοῖμον ἀνεφρόντισεν γάμον
70Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν
σχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ
ἄπυεν βαρύκτυπον
Εὐτρίαιναν: δ᾽ αὐτῷ
πὰρ ποδὶ σχεδὸν φάνη.
75 [120] τῷ μὲν εἶπε: ‘φίλια δῶρα Κυπρίας ἄγ᾽ εἴ τι, Ποσείδαον, ἐς χάριν
τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,
ἐμὲ δ᾽ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων
ἐς Ἆλιν, κράτει δὲ πέλασον.
ἐπεὶ τρεῖς τε καὶ δέκ᾽ ἄνδρας ὀλέσαις
80ἐρῶντας ἀναβάλλεται γάμον
[130] θυγατρός. μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.
θανεῖν δ᾽ οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμον
γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,
ἁπάντων καλῶν ἄμμορος; ἀλλ᾽ ἐμοὶ μὲν οὗτος ἄεθλος
85ὑποκείσεται: τὺ δὲ πρᾶξιν φίλαν δίδοι.’
ὣς ἔννεπεν: οὐδ᾽ ἀκράντοις ἐφάψατ᾽ ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς
[140] ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τ᾽ ἀκάμαντας ἵππους.
ἕλεν δ᾽ Οἰνομάου βίαν παρθένον τε σύνευνον:
τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.
90νῦν δ᾽ ἐν αἱμακουρίαις
ἀγλααῖσι μέμικται,
Ἀλφεοῦ πόρῳ κλιθείς,
[150] τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέος
τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις
95Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται
ἀκμαί τ᾽ ἰσχύος θρασύπονοι:
νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον
ἔχει μελιτόεσσαν εὐδίαν
[160] ἀέθλων γ᾽ ἕνεκεν. τὸ δ᾽ αἰεὶ παράμερον ἐσλὸν
100ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι
κεῖνον ἱππίῳ νόμῳ
Αἰοληΐδι μολπᾷ
χρή: πέποιθα δὲ ξένον
μή τιν᾽, ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον,
105τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.
[170] θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται
ἔχων τοῦτο κᾶδος, Ἱέρων,
μερίμναισιν: εἰ δὲ μὴ ταχὺ λίποι,
ἔτι γλυκυτέραν κεν ἔλπομαι
110σὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων
[180] παρ᾽ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν
Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει:
ἐπ᾽ ἄλλοισι δ᾽ ἄλλοι μεγάλοι. τὸ δ᾽ ἔσχατον
κορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.
115εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροις
ὁμιλεῖν, πρόφαντον σοφίᾳ καθ᾽ Ἕλλανας ἐόντα παντᾷ.


Olympian 2
ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩι ΑΡΜΑΤΙ


ἀναξιφόρμιγγες ὕμνοι,
τίνα θεόν, τίν᾽ ἥρωα, τίνα δ᾽ ἄνδρα κελαδήσομεν;
ἤτοι Πίσα μὲν Διός: Ὀλυμπιάδα δ᾽ ἔστασεν Ἡρακλέης
ἀκρόθινα πολέμου:
5Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου
[10] γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμ᾽ Ἀκράγαντος,
εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν:
καμόντες οἳ πολλὰ θυμῷ
ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τ᾽ ἔσαν
10 [20] ὀφθαλμός, αἰὼν δ᾽ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων
γνησίαις ἐπ᾽ ἀρεταῖς.
ἀλλ᾽ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων
ἀέθλων τε κορυφὰν πόρον τ᾽ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς
εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον
15λοιπῷ γένει. τῶν δὲ πεπραγμένων
[30] ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδ᾽ ἂν
χρόνος πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος:
λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ᾽ ἄν.
ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει
20παλίγκοτον δαμασθέν,
ὅταν θεοῦ Μοῖρα πέμπῃ
ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις
[40] Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δὲ
κρεσσόνων πρὸς ἀγαθῶν.
25ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ
κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί,
καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς κισσοφόρος:
λέγοντι δ᾽ ἐν καὶ θαλάσσᾳ
μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον
30Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται
πεῖρας οὔ τι θανάτου,
[59] οὐδ᾽ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδ᾽ ἁλίου,
ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν: ῥοαὶ δ᾽ ἄλλοτ᾽ ἄλλαι
εὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.
35οὕτω δὲ Μοῖρ᾽, τε πατρώιον
τῶνδ᾽ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ
ἐπί τι καὶ πῆμ᾽ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ:
[70] ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς
συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν
40παλαίφατον τέλεσσεν.
ἰδοῖσα δ᾽ ὀξεῖ᾽ Ἐριννὺς
ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον:
λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις
ἐν μάχαις τε πολέμου
45 [80] τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις:
ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου
ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.
Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς
γέρας ἔδεκτο, Πυθῶνι δ᾽ ὁμόκλαρον ἐς ἀδελφεὸν
50 [90] Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων
ἄγαγον. τὸ δὲ τυχεῖν
πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.
μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν
[100] καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,
55ἀστὴρ ἀρίζηλος, ἐτήτυμον
ἀνδρὶ φέγγος: εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,
ὅτι θανόντων μὲν ἐνθάδ᾽ αὐτίκ᾽ ἀπάλαμνοι φρένες
ποινὰς ἔτισαν, τὰ δ᾽ ἐν τᾷδε Διὸς ἀρχᾷ
ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ
60λόγον φράσαις ἀνάγκᾳ:
ἴσαις δὲ νύκτεσσιν αἰεί,
[110] ἴσαις δ᾽ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον
ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ
οὐδὲ πόντιον ὕδωρ
65κεινὰν παρὰ δίαιταν: ἀλλὰ παρὰ μὲν τιμίοις
[120] θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται
αἰῶνα: τοὶ δ᾽ ἀπροσόρατον ὀκχέοντι πόνον
ὅσοι δ᾽ ἐτόλμασαν ἐστρὶς
ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
70ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν: ἔνθα μακάρων
νᾶσος ὠκεανίδες
[130] αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,
τὰ μὲν χερσόθεν ἀπ᾽ ἀγλαῶν δενδρέων, ὕδωρ δ᾽ ἄλλα φέρβει,
ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις
75βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,
ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον,
[140] πόσις πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.
Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται:
Ἀχιλλέα τ᾽ ἔνεικ᾽, ἐπεὶ Ζηνὸς ἦτορ
80λιταῖς ἔπεισε, μάτηρ:
ὃς Ἕκτορ᾽ ἔσφαλε, Τροίας
ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,
[150] Ἀοῦς τε παῖδ᾽ Αἰθίοπα. πολλά μοι ὑπ᾽ ἀγκῶνος ὠκέα βέλη
ἔνδον ἐντι φαρέτρας
85φωνᾶντα συνετοῖσιν: ἐς δὲ τὸ πὰν ἑρμηνέων
χατίζει. σοφὸς πολλὰ εἰδὼς φυᾷ: μαθόντες δὲ λάβροι
παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον
Διὸς πρὸς ὄρνιχα θεῖον.
[160] ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν
90ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι
Ἀκράγαντι τανύσαις
αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ
[170] τεκεῖν μή τιν᾽ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον
εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα
95Θήρωνος. ἀλλ᾽ αἶνον ἔβα κόρος
οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπ᾽ ἀνδρῶν,
τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖς
ἔργοις: ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,
[180] καὶ κεῖνος ὅσα χάρματ᾽ ἄλλοις ἔθηκεν
100τίς ἂν φράσαι δύναιτο;


Olympian 3
ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩι ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ


Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θ᾽ Ἑλένᾳ
κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,
Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων
ἵππων ἄωτον. Μοῖσα δ᾽ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον
5Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ
[10] ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι
πράσσοντί με τοῦτο θεόδματον χρέος,
φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν
Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, τε Πίσα με γεγωνεῖν: τᾶς ἄπο
10θεόμοροι νίσοντ᾽ ἐπ᾽ ἀνθρώπους ἀοιδαί,
[20] τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας,
ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν
ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας: τάν ποτε
Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,
15μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων
δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.
[30] πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ
ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τ᾽ ἀρετᾶν.
ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος
20ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,
καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ᾽ ἁμᾶ
θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ:
[40] ἀλλ᾽ οὐ καλὰ δένδρε᾽ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.
τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.
25δὴ τότ᾽ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα
Ἰστρίαν νιν: ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ
δέξατ᾽ ἐλθόντ᾽ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,
[50] εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυ᾽ ἀνάγκα πατρόθεν
χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ᾽, ἅν ποτε Ταϋγέτα
30ἀντιθεῖσ᾽ Ὀρθωσίᾳ ἔγραψεν ἱράν.
τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα
ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς.
τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου
[60] ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται
35σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.
τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδ᾽ ἰὼν θαητὸν ἀγῶνα νέμειν
ἀνδρῶν τ᾽ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου
διφρηλασίας. ἐμὲ δ᾽ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις
[70] Θήρωνί τ᾽ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν
40ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,
εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
εἰ δ᾽ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,
νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δ᾽ ἔστι σοφοῖς ἄβατον
45κἀσόφοις. οὔ νιν διώξω: κεινὸς εἴην.


Olympian 4
ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙΩι ΑΡΜΑΤΙ


ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ: τεαὶ γὰρ ὧραι
ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ᾽ ἔπεμψαν
ὑψηλοτάτων μάρτυρ᾽ ἀέθλων.
ξείνων δ᾽ εὖ πρασσόντων ἔσαναν αὐτίκ᾽ ἀγγελίαν
5ποτὶ γλυκεῖαν ἐσλοί.
[10] ἀλλ᾽, Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,
ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,
Οὐλυμπιονίκαν δέκευ
Χαρίτων ἕκατι τόνδε κῶμον,
10χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει
[20] ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι
σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων
εἴη λοιπαῖς εὐχαῖς: ἐπεί νιν αἰνέω μάλα μὲν
τροφαῖς ἑτοῖμον ἵππων,
15χαίροντά τε ξενίαις πανδόκοις
καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.
οὐ ψεύδεϊ τέγξω λόγον:
[30] διάπειρά τοι βροτῶν ἔλεγχος:
ἅπερ Κλυμένοιο παῖδα
20Λαμνιάδων γυναικῶν
ἔλυσεν ἐξ ἀτιμίας.
χαλκέοισι δ᾽ ἐν ἔντεσι νικῶν δρόμον
ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών:
οὗτος ἐγὼ ταχυτᾶτι:
25χεῖρες δὲ καὶ ἦτορ ἴσον.
[40] φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν
πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας
ἐοικότα χρόνον.’


Olympian 5
ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙΩι ΑΠΗΝΗ


ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν
τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ
ἀκαμαντόποδός τ᾽ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα:
ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον
5 [10] βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις
ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,
ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν
νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρ᾽ Ἄκρων᾽ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.
[20] ἵκων δ᾽ Οἰνομάου καὶ Πέλοπος παρ᾽ εὐηράτων
10σταθμῶν, πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν
τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν,
καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,
[30] κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,
ἀπ᾽ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν:
15αἰεὶ δ᾽ ἀμφ᾽ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον
κινδύνῳ κεκαλυμμένον: ἠῢ δ᾽ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.
[40] Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον
τιμῶν τ᾽ Ἀλφεὸν εὐρὺ ῥέοντ᾽ Ἰδαῖόν τε σεμνὸν ἄντρον,
ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,
20αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς
[50] δαιδάλλειν, σέ τ᾽, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις
ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,
υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δ᾽ εἴ τις ὄλβον ἄρδει,
ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.


Olympian 6
ΑΓΗΣΙΑι ΣΥΡΑΚΟΣΙΩι ΑΠΗΝΗι


χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου
κίονας, ὡς ὅτε θαητὸν μέγαρον
πάξομεν: ἀρχομένου δ᾽ ἔργου πρόσωπον
χρὴ θέμεν τηλαυγές. εἰ δ᾽ εἴη μὲν Ὀλυμπιονίκας,
5βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν: τίνα κεν φύγοι ὕμνον
[10] κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ᾽ ἔχων
Σωστράτου υἱός. ἀκίνδυνοι δ᾽ ἀρεταὶ
10οὔτε παρ᾽ ἀνδράσιν οὔτ᾽ ἐν ναυσὶ κοίλαις
τίμιαι: πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.
Ἁγησία, τὶν δ᾽ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
[20] ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτ᾽ ἐς Ἀμφιάρηον
φθέγξατ᾽, ἐπεὶ κατὰ γαῖ᾽ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
15ἑπτὰ δ᾽ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας
εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος: ‘ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,
ἀμφότερον μάντιν τ᾽ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.’ τὸ καὶ
[30] ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
οὔτε δύσηρις ἐὼν οὔτ᾽ ὦν φιλόνικος ἄγαν,
20καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως
μαρτυρήσω: μελίφθογγοι δ᾽ ἐπιτρέψοντι Μοῖσαι.
Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,
τάχος, ὄφρα κελεύθῳ τ᾽ ἐν καθαρᾷ
[40] βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
25καὶ γένος: κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι
ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
ἐπεὶ δέξαντο: χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς:
πρός Πιτάναν δὲ παρ᾽ Εὐρώτα πόρον δεῖ σάμερόν μ᾽ ἐλθεῖν ἐν ὥρᾳ:
τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται
30 [50] παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις:
κυρίῳ δ᾽ ἐν μηνὶ πέμποισ᾽ ἀμφιπόλους ἐκέλευσεν
ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τ᾽ Ἀλφεὸν οἰκεῖν:
35ἔνθα τραφεῖσ᾽ ὑπ᾽ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσ᾽ Ἀφροδίτας.
[60] οὐδ᾽ ἔλαθ᾽ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
ἀλλ᾽ μὲν Πυθώναδ᾽, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
ᾤχετ᾽ ἰὼν μαντευσόμενος ταύτας περ᾽ ἀτλάτου πάθας.
δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
40κάλπιδά τ᾽ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας
[70] τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν Χρυσοκόμας
πραΰμητίν τ᾽ Ἐλείθυιαν παρέστασέν τε Μοίρας:
ἦλθεν δ᾽ ὑπὸ σπλάγχνων ὑπ᾽ ὠδῖνός τ᾽ ἐρατᾶς Ἴαμος
ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
45λεῖπε χαμαί: δύο δὲ γλαυκῶπες αὐτὸν
δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
[80] ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ᾽ ἐπεὶ
πετραέσσας ἐλαύνων ἵκετ᾽ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι: Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
50πατρός, περὶ θνατῶν δ᾽ ἔσεσθαι μάντιν ἐπιχθονίοις
ἔξοχον, οὐδέ ποτ᾽ ἐκλείψειν γενεάν.
ὣς ἄρα μάνυε. τοὶ δ᾽ οὔτ᾽ ὦν ἀκοῦσαι
οὔτ᾽ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ᾽ ἐν
[90] κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τ᾽ ἐν ἀπειράτῳ,
55ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
σῶμα: τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
τοῦτ᾽ ὄνυμ᾽ ἀθάνατον. τερπνᾶς δ᾽ ἐπεὶ χρυσοστεφάνοιο λάβεν
καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶν᾽ εὐρυβίαν,
[100] ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
60αἰτέων λαοτρόφον τιμάν τιν᾽ ἑᾷ κεφαλᾷ,
νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ᾽ ἀρτιεπὴς
πατρία ὄσσα, μετάλλασέν τέ νιν: ‘ὄρσο, τέκος,
δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.’
[110] ἵκοντο δ᾽ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου:
65ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
ψευδέων ἄγνωστον, εὖτ᾽ ἂν δὲ θρασυμάχανος ἐλθὼν
Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ
ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,
70Ζηνὸς ἐπ᾽ ἀκροτάτῳ βωμῷ τότ᾽ αὖ χρηστήριον θέσθαι κέλευσεν.
[120] ἐξ οὗ πολύκλειτον καθ᾽ Ἕλλανας γένος Ἰαμιδᾶν.
ὄλβος ἅμ᾽ ἕσπετο: τιμῶντες δ᾽ ἀρετὰς
ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει
χρῆμ᾽ ἕκαστον: μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων
75τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
[130] εἰ δ᾽ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες
ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις
πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τ᾽ ἀέθλων
80Ἀρκαδίαν τ᾽ εὐάνορα τιμᾷ: κεῖνος, παῖ Σωστράτου,
σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
[140] δόξαν ἔχω τιν᾽ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,
μ᾽ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς:
ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
85πλάξιππον Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ
πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,
[150] Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,
γνῶναί τ᾽ ἔπειτ᾽, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
90λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν:
εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας:
τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,
ἄρτια μηδόμενος, φοινικόπεζαν
95 [160] ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν,
καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν
λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.
σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον
οἴκοθεν οἴκαδ᾽ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,
100 [170] ματέρ᾽ εὐμήλοιο λείποντ᾽ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντ᾽ ἐν χειμερίᾳ
νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύ᾽ ἄγκυραι. θεὸς
τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.
δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων
ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
105Ἀμφιτρίτας, ἐμῶν δ᾽ ὕμνων ἄεξ᾽ εὐτερπὲς ἄνθος.


Olympian 7
ΔΙΑΓΟΡΑι ΡΟΔΙΩι ΠΥΚΤΗι


φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν
ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
δωρήσεται
νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,
5συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων
[10] παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς:
καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις
ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
ἱλάσκομαι,
10Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν: δ᾽ ὄλβιος, ὃν φᾶμαι κατέχοντ᾽ ἀγαθαί.
[20] ἄλλοτε δ᾽ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ
θαμὰ μὲν φόρμιγγι παμφώνοισί τ᾽ ἐν ἔντεσιν αὐλῶν.
καί νυν ὑπ᾽ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν
ὑμνέων παῖδ᾽ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
15εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρ᾽ Ἀλφεῷ στεφανωσάμενον
[30] αἰνέσω πυγμᾶς ἄποινα
καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
20ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου
ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,
Ἡρακλέος
[40] εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται: τὸ δ᾽ Ἀμυντορίδαι
ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δ᾽ ἀνθρώπων φρασὶν ἀμπλακίαι
25ἀναρίθμητοι κρέμανται: τοῦτο δ᾽ ἀμάχανον εὑρεῖν,
τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
[50] καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον
σκάπτῳ θένων
σκληρᾶς ἐλαίας ἔκταν᾽ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντ᾽ ἐκ θαλάμων Μιδέας
30τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶ
παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δ᾽ ἐς θεὸν ἐλθών.
τῷ μὲν Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον
[60] εἶπε Λερναίας ἀπ᾽ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς μέγας χρυσέαις νιφάδεσσι πόλιν,
35ἁνίχ᾽ Ἁφαίστου τέχναισιν
χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατ᾽ ἄκραν
ἀνορούσαισ᾽ ἀλάλαξεν ὑπερμάκει βοᾷ:
[70] Οὐρανὸς δ᾽ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
40μέλλον ἔντειλεν φυλάξασθαι χρέος
παισὶν φίλοις,
ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι
πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τ᾽ ἐγχειβρόμῳ. ἐν δ᾽ ἀρετὰν
[80] ἔβαλεν καὶ χάρματ᾽ ἀνθρώποισι Προμαθέος Αἰδώς:
45ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος,
καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν
ἔξω φρενῶν.
καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ᾽ ἀνέβαν φλογὸς οὔ: τεῦξαν δ᾽ ἀπύροις ἱεροῖς
[90] ἄλσος ἐν ἀκροπόλει: κείνοις μὲν ξανθὰν ἀγαγὼν νεφέλαν
50πολὺν ὗσε χρυσόν: αὐτὰ δέ σφισιν ὤπασε τέχναν
πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ᾽ ὁμοῖα κέλευθοι φέρον:
ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
[100] φαντὶ δ᾽ ἀνθρώπων παλαιαὶ
55ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,
φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
ἁλμυροῖς δ᾽ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
ἀπεόντος δ᾽ οὔτις ἔνδειξεν λάχος Ἀελίου:
καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,
60ἁγνὸν θεόν.
[110] μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν: ἐπεὶ πολιᾶς
εἶπέ τιν᾽ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
ἐκέλευσεν δ᾽ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
65 [120] χεῖρας ἀντεῖναι, θεῶν δ᾽ ὅρκον μέγαν
μὴ παρφάμεν,
ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ
ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
70νᾶσος, ἔχει τέ νιν ὀξειᾶν γενέθλιος ἀκτίνων πατήρ,
[130] πῦρ πνεόντων ἀρχὸς ἵππων: ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
ἑπτὰ σοφώτατα νοήματ᾽ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
παῖδας, ὧν εἷς μὲν Κάμειρον
πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τ᾽: ἀπάτερθε δ᾽ ἔχον,
75διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,
[140] ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.
τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
ὥσπερ θεῷ,
80μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφ᾽ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας
ἐστεφανώσατο δίς, κλεινᾷ τ᾽ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
[150] Νεμέᾳ τ᾽ ἄλλαν ἐπ᾽ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.
τ᾽ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τ᾽ ἐν Ἀρκαδίᾳ
ἔργα καὶ Θήβαις, ἀγῶνές τ᾽ ἔννομοι
85Βοιωτίων,
Πέλλανά τ᾽ Αἴγινά τε νικῶνθ᾽ ἑξάκις. ἐν Μεγάροισίν τ᾽ οὐχ ἕτερον λιθίνα
[160] ψᾶφος ἔχει λόγον. ἀλλ᾽, Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν
90καὶ ποτ᾽ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν
εὐθυπορεῖ, σάφα δαεὶς τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
[170] ἔχρεον. μὴ κρύπτε κοινὸν
σπέρμ᾽ ἀπὸ Καλλιάνακτος: Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
θαλίας καὶ πόλις: ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
95ἄλλοτ᾽ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.


Olympian 8
ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι


μᾶτερ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,
δέσποιν᾽ ἀλαθείας: ἵνα μάντιες ἄνδρες
ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,
εἴ τιν᾽ ἔχει λόγον ἀνθρώπων πέρι
5μαιομένων μεγάλαν
ἀρετὰν θυμῷ λαβεῖν,
τῶν δὲ μόχθων ἀμπνοάν:
[10] ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.
ἀλλ᾽ Πίσας εὔδενδρον ἐπ᾽ Ἀλφεῷ ἄλσος,
10τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,
ᾧτινι σὸν γέρας ἕσπητ᾽ ἀγλαόν:
ἄλλα δ᾽ ἐπ᾽ ἄλλον ἔβαν
ἀγαθῶν, πολλαὶ δ᾽ ὁδοὶ
σὺν θεοῖς εὐπραγίας.
15Τιμόσθενες, ὔμμε δ᾽ ἐκλάρωσεν πότμος
[20] Ζηνὶ γενεθλίῳ: ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
θῆκεν Ὀλυμπιονίκαν.
ἦν δ᾽ ἐσορᾶν καλός, ἔργῳ τ᾽ οὐ κατὰ εἶδος ἐλέγχων
20ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν:
ἔνθα σώτειρα Διὸς ξενίου
πάρεδρος ἀσκεῖται Θέμις
[30] ἔξοχ᾽ ἀνθρώπων. τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,
25δυσπαλές: τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδ᾽ ἁλιερκέα χώραν
παντοδαποῖσιν ὑπέστασε ξένοις
κίονα δαιμονίαν
δ᾽ ἐπαντέλλων χρόνος
τοῦτο πράσσων μὴ κάμοι
30 [40] Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ:
τὸν παῖς Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν,
Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν
τείχεος, ἦν ὅτι νιν πεπρωμένον
ὀρνυμένων πολέμων
35πτολιπόρθοις ἐν μάχαις
λάβρον ἀμπνεῦσαι καπνόν.
γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,
[50] πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,
αὖθι δ᾽ ἀτυζομένω ψυχὰς βάλον:
40εἷς δ᾽ ἀνόρουσε βοάσαις.
ἔννεπε δ᾽ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων:
Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται:
ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα
[59] πεμφθὲν βαρυγδούπου Διός:
45οὐκ ἄτερ παίδων σέθεν, ἀλλ᾽ ἅμα πρώτοις ῥάζεται
καὶ τερτάτοις.’ ὣς ἆρα θεὸς σάφα εἴπαις
Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.
Ὀρσοτρίαινα δ᾽ ἐπ᾽ Ἰσθμῷ ποντίᾳ
ἅρμα θοὸν τανύεν,
50ἀποπέμπων Αἰακὸν
δεῦρ᾽ ἀν᾽ ἵπποις χρυσέαις,
καὶ Κορίνθου δειράδ᾽ ἐποψόμενος δαιτικλυτάν.
[70] τερπνὸν δ᾽ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
εἰ δ᾽ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
55μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος:
καὶ Νεμέᾳ γὰρ ὁμῶς
ἐρέω ταύταν χάριν,
τὰν δ᾽ ἔπειτ᾽ ἀνδρῶν μάχαν
ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
60εἰδότι ῥᾴτερον: ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν:
[80] κουφότεραι γὰρ ἀπειράτων φρένες.
κεῖνα δὲ κεῖνος ἂν εἴποι
ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
65νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων
νίκαν τριακοστὰν ἑλών:
ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δ᾽ οὐκ ἀμπλακὼν
[90] ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
70πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
γήραος ἀντίπαλον.
Ἀΐδα τοι λάθεται
ἄρμενα πράξαις ἀνήρ.
ἀλλ᾽ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
75χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
[100] ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ᾽ ἀγώνων.
ἔστι δὲ καί τι θανόντεσσιν μέρος
κὰν νόμον ἐρδομένων:
κατακρύπτει δ᾽ οὐ κόνις
80συγγόνων κεδνὰν χάριν.
Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
[110] ὤπασεν. ἐσλὰ δ᾽ ἐπ᾽ ἐσλοῖς
85ἔργ᾽ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν:
ἀλλ᾽ ἀπήμαντον ἄγων βίοτον
αὐτούς τ᾽ ἀέξοι καὶ πόλιν.


Olympian 9
ΕΦΑΡΜΟΣΤΩι ΟΠΟΥΝΤΙΩι ΠΑΛΑΙΣΤΗι


τὸ μὲν Ἀρχιλόχου μέλος
φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος τριπλόος κεχλαδώς,
ἄρκεσε Κρόνιον παρ᾽ ὄχθον ἁγεμονεῦσαι
κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις:
5ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
[10] Δία τε φοινικοστερόπαν σεμνόν τ᾽ ἐπίνειμαι
ἀκρωτήριον Ἄλιδος
τοιοῖσδε βέλεσσιν,
τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
10ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας:
πτερόεντα δ᾽ ἵει γλυκὺν
Πυθώναδ᾽ ὀϊστόν: οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι
[20] ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ᾽ ἐλελίζων
κλεινᾶς ἐξ Ὀπόεντος: αἰνήσαις καὶ υἱόν,
15ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν
μεγαλόδοξος Εὐνομία, θάλλει δ᾽ ἀρεταῖσιν
σόν τε, Κασταλία, πάρα
Ἀλφεοῦ τε ῥέεθρον:
[30] ὅθεν στεφάνων ἄωτοι κλυτὰν
20Λοκρῶν ἐπαείροντι ματέρ᾽ ἀγλαόδενδρον.
ἐγὼ δέ τοι φίλαν πόλιν
μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
καὶ ἀγάνορος ἵππου
θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
25ἀγγελίαν πέμψω ταύταν,
εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
[40] ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον:
κεῖναι γὰρ ὤπασαν τὰ τέρπν᾽: ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον᾽ ἄνδρες
ἐγένοντ᾽: ἐπεὶ ἀντία
30πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,
ἁνίκ᾽ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν
ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
[50] Φοῖβος, οὐδ᾽ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
βρότεα σώμαθ᾽ κατάγει κοίλαν πρὸς ἀγυιὰν
35θνᾳσκόντων; ἀπό μοι λόγον
τοῦτον, στόμα, ῥῖψον:
ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς
ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
μανίαισιν ὑποκρέκει.
40 [60] μὴ νῦν λαλάγει τὰ τοιαῦτ᾽: ἔα πόλεμον μάχαν τε πᾶσαν
χωρὶς ἀθανάτων: φέροις δὲ Πρωτογενείας
ἄστει γλῶσσαν, ἵν᾽ αἰολοβρόντα Διὸς αἴσᾳ
Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε
δόμον ἔθεντο πρῶτον, ἄτερ δ᾽ εὐνᾶς ὁμόδαμον
45 [70] κτισσάσθαν λίθινον γόνον:
λαοὶ δ᾽ ὀνύμασθεν.
ἔγειρ᾽ ἐπέων σφιν οἶμον λιγύν,
αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ᾽ ὕμνων
νεωτέρων. λέγοντι μὰν
50χθόνα μὲν κατακλύσαι μέλαιναν
ὕδατος σθένος, ἀλλὰ
Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας
ἄντλον ἑλεῖν. κείνων ἔσαν
[80] χαλκάσπιδες ὑμέτεροι πρόγονοι
55ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας
κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
πρὶν Ὀλύμπιος ἁγεμὼν
θύγατρ᾽ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
60 [90] Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις
ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον
ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,
μάτρωος δ᾽ ἐκάλεσσέ νιν
ἰσώνυμον ἔμμεν,
65ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ
[100] ἔργοισι. πόλιν δ᾽ ὤπασεν λαόν τε διαιτᾶν.
ἀφίκοντο δέ οἱ ξένοι,
ἔκ τ᾽ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δ᾽ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται:
υἱὸν δ᾽ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
70Αἰγίνας τε Μενοίτιον: τοῦ παῖς ἅμ᾽ Ἀτρείδαις
Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ
[110] μόνος, ὅτ᾽ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν
πρύμναις Τήλεφος ἔμβαλεν:
ὥστ᾽ ἔμφρονι δεῖξαι
75μαθεῖν Πατρόκλου βιατὰν νόον.
ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει
παραγορεῖτο μή ποτε
σφετέρας ἄτερθε ταξιοῦσθαι
δαμασιμβρότου αἰχμᾶς.
80 [120] εἴην εὑρησιεπὴς ἀναγεῖσθαι
πρόσφορος ἐν Μοισᾶν δίφρῳ:
τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις
ἕσποιτο. προξενίᾳ δ᾽ ἀρετᾷ τ᾽ ἦλθον
τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτ᾽ ἀμφότεροι κράτησαν
85μίαν ἔργον ἀν᾽ ἁμέραν.
ἄλλαι δὲ δύ᾽ ἐν Κορίνθου πύλαις ἐγένοντ᾽ ἔπειτα χάρμαι,
[130] ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον:
Ἄργει τ᾽ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ᾽ ἐν Ἀθάναις,
οἷον δ᾽ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
90μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ᾽ ἀργυρίδεσσιν:
φῶτας δ᾽ ὀξυρεπεῖ δόλῳ
ἀπτῶτι δαμάσσαις
[140] διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
95τὰ δὲ Παρρασίῳ στρατῷ
θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
καὶ ψυχρᾶν ὁπότ᾽ εὐδιανὸν φάρμακον αὐρᾶν
Πελλάνᾳ φέρε: σύνδικος δ᾽ αὐτῷ Ἰολάου
[150] τύμβος εἰναλία τ᾽ Ἐλευσὶς ἀγλαΐαισιν.
100τὸ δὲ φυᾷ κράτιστον ἅπαν: πολλοὶ δὲ διδακταῖς
ἀνθρώπων ἀρεταῖς κλέος
ὤρουσαν ἀρέσθαι.
ἄνευ δὲ θεοῦ σεσιγαμένον
οὐ σκαιότερον χρῆμ᾽ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι
105ὁδῶν ὁδοὶ περαίτεραι,
[160] μία δ᾽ οὐχ ἅπαντας ἄμμε θρέψει
μελέτα: σοφίαι μὲν
αἰπειναί: τοῦτο δὲ προσφέρων ἆθλον,
ὄρθιον ὤρυσαι θαρσέων,
110τόνδ᾽ ἀνέρα δαιμονίᾳ γεγάμεν
εὔχειρα, δεξιόγυιον, ὁρῶντ᾽ ἀλκάν,
Αἰάντειόν τ᾽ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.


Olympian 10
ΑΓΗΣΙΔΑΜΩι ΛΟΚΡΩι ΕΠΙΖΕΦΥΡΙΩι ΠΑΙΔΙ ΠΥΚΤΗι


τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
Ἀρχεστράτου παῖδα, πόθι φρενὸς
ἐμᾶς γέγραπται: γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ᾽: Μοῖσ᾽, ἀλλὰ σὺ καὶ θυγάτηρ
Ἀλάθεια Διός, ὀρθᾷ χερὶ
5ἐρύκετον ψευδέων
ἐνιπὰν ἀλιτόξενον.
ἕκαθεν γὰρ ἐπελθὼν μέλλων χρόνος
[10] ἐμὸν καταίσχυνε βαθὺ χρέος.
ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος: ὁρᾶτ᾽ ὦν νῦν ψᾶφον ἑλισσομέναν
10ὅπα κῦμα κατακλύσσει ῥέον,
ὅπα τε κοινὸν λόγον
φίλαν τίσομεν ἐς χάριν.
νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
μέλει τέ σφισι Καλλιόπα
15 [20] καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον
Ἡρακλέα. πύκτας δ᾽ ἐν Ὀλυμπιάδι νικῶν
Ἴλᾳ φερέτω χάριν
Ἁγησίδαμος ὡς
Ἀχιλεῖ Πάτροκλος.
20θήξαις δέ κε φύντ᾽ ἀρετᾷ ποτὶ
πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ:
ἄπονον δ᾽ ἔλαβον χάρμα παῦροί τινες,
ἔργων πρὸ πάντων βιότῳ φάος.
[30] ἀγῶνα δ᾽ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
25βωμῶν ἑξάριθμον ἐκτίσσατο,
ἐπεὶ Ποσειδάνιον
πέφνε Κτέατον ἀμύμονα,
πέφνε δ᾽ Εὔρυτον, ὡς Αὐγέαν λάτριον
ἀέκονθ᾽ ἑκὼν μισθὸν ὑπέρβιον
30πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφ᾽ ὁδῷ,
[40] ὅτι πρόσθε ποτὲ Τιρύνθιον
ἔπερσαν αὐτῷ στρατὸν
μυχοῖς ἥμενον Ἄλιδος
Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
35Ἐπειῶν βασιλεὺς ὄπιθεν
οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ
πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
ἵζοισαν ἑὰν πόλιν.
νεῖκος δὲ κρεσσόνων
40ἀποθέσθ᾽ ἄπορον.
καὶ κεῖνος ἀβουλίᾳ ὕστατος
[50] ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.
δ᾽ ἄρ᾽ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν
λαίαν τε πᾶσαν Διὸς ἄλκιμος
45υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ: περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγ᾽ ἐν καθαρῷ
διέκρινε, τὸ δὲ κύκλῳ πέδον
ἔθηκε δόρπου λύσιν,
τιμάσαις πόρον Ἀλφεοῦ
μετὰ δώδεκ᾽ ἀνάκτων θεῶν. καὶ πάγον
50 [60] Κρόνου προσεφθέγξατο: πρόσθε γὰρ
νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δ᾽ ἐν πρωτογόνῳ τελετᾷ
παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν
τ᾽ ἐξελέγχων μόνος
ἀλάθειαν ἐτήτυμον
55χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,
ὅπα τὰν πολέμοιο δόσιν
[70] ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδ᾽ ὅπως ἄρα
ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ
νικαφορίαισί τε.
60τίς δὴ ποταίνιον
ἔλαχε στέφανον
χείρεσσι ποσίν τε καὶ ἅρματι,
ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον
65ποσσὶ τρέχων παῖς Λικυμνίου
[80] Οἰωνός: ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων: δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν:
Δόρυκλος δ᾽ ἔφερε πυγμᾶς τέλος,
Τίρυνθα ναίων πόλιν:
ἀν᾽ ἵπποισι δὲ τέτρασιν
70ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου:
ἄκοντι Φράστωρ ἔλασε σκοπόν:
μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
[90] παραίθυξε μέγαν: ἐν δ᾽ ἕσπερον
ἔφλεξεν εὐώπιδος
75σελάνας ἐρατὸν φάος.
ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις
τὸν ἐγκώμιον ἀμφὶ τρόπον.
ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν
νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν
80καὶ πυρπάλαμον βέλος
ὀρσικτύπου Διός,
ἐν ἅπαντι κράτει
αἴθωνα κεραυνὸν ἀραρότα.
[100] χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
85τὰ παρ᾽ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν:
ἀλλ᾽ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ
ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον:
ἐπεὶ πλοῦτος λαχὼν ποιμένα
ἐπακτὸν ἀλλότριον,
90θνᾴσκοντι στυγερώτατος:
καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,
[110] Ἁγησίδαμ᾽, εἰς Ἀΐδα σταθμὸν
ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δ᾽ ἁδυεπής τε λύρα
γλυκύς τ᾽ αὐλὸς ἀναπάσσει χάριν:
95τρέφοντι δ᾽ εὐρὺ κλέος
κόραι Πιερίδες Διός.
ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
Λοκρῶν ἀμφέπεσον μέλιτι
[120] εὐάνορα πόλιν καταβρέχων: παῖδ᾽ ἐρατὸν δ᾽ Ἀρχεστράτου
100αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ
βωμὸν παρ᾽ Ὀλύμπιον,
κεῖνον κατὰ χρόνον
ἰδέᾳ τε καλὸν
ὥρᾳ τε κεκραμένον, ποτε
105ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.


Olympian 11
ΑΓΗΣΙΔΑΜΩι ΛΟΚΡΩι ΕΠΙΖΕΦΨΡΙΩι ΠΑΙΔΙ ΠΥΚΤΗι


ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα
χρῆσις, ἔστιν δ᾽ οὐρανίων ὑδάτων,
ὀμβρίων παίδων νεφέλας.
εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
5ὑστέρων ἀρχὰ λόγων
τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.
ἀφθόνητος δ᾽ αἶνος Ὀλυμπιονίκαις
οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
γλῶσσα ποιμαίνειν ἐθέλει:
10 [10] ἐκ θεοῦ δ᾽ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
ἴσθι νῦν, Ἀρχεστράτου
παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν
κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας
ἁδυμελῆ κελαδήσω,
15Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.
ἔνθα συγκωμάξατ᾽: ἐγγυάσομαι
ὔμμιν, Μοῖσαι, φυγόξενον στρατὸν
μηδ᾽ ἀπείρατον καλῶν,
ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ
20 [20] ἐμφυὲς οὔτ᾽ αἴθων ἀλώπηξ
οὔτ᾽ ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος.


Olympian 12
ΕΡΓΟΤΕΛΕΙ ΙΜΕΡΑΙΩι ΔΟΛΙΧΟΔΡΟΜΩι


λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,
Ἱμέραν εὐρυσθενέ᾽ ἀμφιπόλει, σώτειρα Τύχα.
τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ
νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι
5κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν
πόλλ᾽ ἄνω, τὰ δ᾽ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντ᾽ ἐλπίδες:
[10] σύμβολον δ᾽ οὔ πώ τις ἐπιχθονίων
πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν:
τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.
10πολλὰ δ᾽ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,
ἔμπαλιν μὲν τέρψιος, οἱ δ᾽ ἀνιαραῖς
ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.
υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,
[20] ἐνδομάχας ἅτ᾽ ἀλέκτωρ, συγγόνῳ παρ᾽ ἑστίᾳ
15ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν,
εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.
νῦν δ᾽ Ὀλυμπία στεφανωσάμενος
καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τ᾽, Ἐργότελες,
θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρ᾽ οἰκείαις ἀρούραις.


Olympian 13
ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙΩι ΣΤΑΔΙΟΔΡΟΜΩι ΚΑΙ ΠΕΝΤΑΘΛΩι


τρισολυμπιονίκαν
ἐπαινέων οἶκον ἅμερον ἀστοῖς,
ξένοισι δὲ θεράποντα, γνώσομαι
τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
5πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.
ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,
[10] Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,
χρύσεαι παῖδες εὐβούλου Θέμιτος:
ἐθέλοντι δ᾽ ἀλέξειν
10Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
ἔχω καλά τε φράσαι, τόλμα τέ μοι
εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
15 [20] ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,
πολλὰ δ᾽ ἐν καρδίαις ἀνδρῶν ἔβαλον
ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ᾽. ἅπαν δ᾽ εὑρόντος ἔργον.
ταὶ Διωνύσου πόθεν ἐξέφανεν
σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ:
20τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,
θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον
[30] ἐπέθηκ᾽; ἐν δὲ Μοῖσ᾽ ἁδύπνοος,
ἐν δ᾽ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
ὕπατ᾽ εὐρὺ ἀνάσσων
25Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν
γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,
καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων
Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον:
[40] δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
30πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον: ἀντεβόλησεν
τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.
δύο δ᾽ αὐτὸν ἔρεψαν
πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν
φανέντα: Νέμεά τ᾽ οὐκ ἀντιξοεῖ.
35πατρὸς δὲ Θεσσαλοῦ ἐπ᾽ Ἀλφεοῦ
ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,
[50] Πυθοῖ τ᾽ ἔχει σταδίου τιμὰν διαύλου θ᾽ ἁλίῳ ἀμφ᾽ ἑνί, μηνός τέ οἱ
τωὐτοῦ κρανααῖς ἐν᾽ Ἀθάναισι τρία ἔργα ποδαρκὴς
ἅμερα θῆκε κάλλιστ᾽ ἀμφὶ κόμαις,
40Ἑλλώτια δ᾽ ἑπτάκις: ἐν δ᾽ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν
Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι
[60] Τερψίᾳ θ᾽ ἕψοντ᾽ Ἐριτίμῳ τ᾽ ἀοιδαί.
ὅσσα τ᾽ ἐν Δελφοῖσιν ἀριστεύσατε
ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν
45περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς
οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
ἕπεται δ᾽ ἐν ἑκάστῳ
μέτρον: νοῆσαι δὲ καιρὸς ἄριστος.
ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς
50 [70] μῆτίν τε γαρύων παλαιγόνων
πόλεμόν τ᾽ ἐν ἡρωΐαις ἀρεταῖσιν
οὐ ψεύσομ᾽ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,
καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,
ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.
55τὰ δὲ καί ποτ᾽ ἐν ἀλκᾷ
πρὸ Δαρδάνου τειχέων ἐδόκησαν
[80] ἐπ᾽ ἀμφότερα μαχᾶν τάμνειν τέλος,
τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος
Ἑλέναν κομίζοντες, οἱ δ᾽ ἀπὸ πάμπαν
60εἴργοντες: ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν
ἐξεύχετ᾽ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον:
[90] ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος πόλλ᾽ ἀμφὶ κρουνοῖς
Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
65πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν
Παλλὰς ἤνεγκ᾽: ἐξ ὀνείρου δ᾽ αὐτίκα
ἦν ὕπαρ: φώνασε δ᾽: ‘εὕδεις, Αἰολίδα βασιλεῦ;
ἄγε φίλτρον τόδ᾽ ἵππειον δέκευ,
καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.’
70 [100] κυαναιγὶς ἐν ὄρφνᾳ
κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
ἔδοξεν: ἀνὰ δ᾽ ἐπᾶλτ᾽ ὀρθῷ ποδί.
παρκείμενον δὲ συλλαβὼν τέρας,
ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
75δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τ᾽ ἀνὰ βωμῷ θεᾶς
κοιτάξατο νύκτ᾽ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ
[110] Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
δαμασίφρονα χρυσόν.
ἐνυπνίῳ δ᾽ τάχιστα πιθέσθαι
80κελήσατό μιν, ὅταν δ᾽ εὐρυσθενεῖ
καρταίποδ᾽ ἀναρύῃ Γαιαόχῳ,
θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ᾽ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
[120] ἤτοι καὶ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,
85φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,
ἵππον πτερόεντ᾽: ἀναβὰς δ᾽ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
σὺν δὲ κείνῳ καί ποτ᾽ Ἀμαζονίδων
αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
τοξόταν βάλλων γυναικεῖον στρατόν,
90καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.
[130] διασωπάσομαί οἱ μόρον ἐγώ:
τὸν δ᾽ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
ἐμὲ δ᾽ εὐθὺν ἀκόντων
ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ
95τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.
Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν
Ὀλιγαιθίδαισίν τ᾽ ἔβαν ἐπίκουρος.
[140] Ἰσθμοῖ τά τ᾽ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρ᾽ ἀθρό᾽, ἀλαθής τέ μοι
ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν
100ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.
τὰ δ᾽ Ὀλυμπίᾳ αὐτῶν
ἔοικεν ἤδη πάροιθε λελέχθαι:
τά τ᾽ ἐσσόμενα τότ᾽ ἂν φαίην σαφές:
νῦν δ᾽ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν
105τέλος: εἰ δὲ δαίμων γενέθλιος ἕρποι,
[150] δι᾽ τοῦτ᾽ Ἐνυαλίῳ τ᾽ ἐκδώσομεν πράσσειν. τὰ δ᾽ ὑπ᾽ ὀφρύϊ Παρνασσίᾳ
ἕξ: Ἄργεΐ θ᾽ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τ᾽ Ἀρκάσιν ἀνάσσων
μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ,
Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρ᾽ Αἰακιδᾶν τ᾽ εὐερκὲς ἄλσος,
110 τ᾽ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών,
ταί θ᾽ ὑπ᾽ Αἴτνας ὑψιλόφου καλλίπλουτοι
[160] πόλιες, τ᾽ Εὔβοια: καὶ πᾶσαν κατὰ
Ἑλλάδ᾽ εὑρήσεις ἐρευνῶν μάσσον᾽ ὡς ἰδέμεν.
ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν:
115Ζεῦ τέλει᾽, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.


Olympian 14
ΑΣΩΠΙΧΩι ΟΡΧΟΜΕΝΙΩι ΣΤΑΔΙΕΙπαιδὶ Κλεοδάμου


Καφισίων ὑδάτων
λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν,
λιπαρᾶς ἀοίδιμοι βασίλειαι
Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
5κλῦτ᾽, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ
τὰ γλυκέ᾽ ἄνεται πάντα βροτοῖς,
[10] εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
κοιρανέοισιν χοροὺς οὔτε δαῖτας: ἀλλὰ πάντων ταμίαι
10ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ
Πύθιον Ἀπόλλωνα θρόνους,
ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
πότνι᾽ Ἀγλαΐα
[20] φιλησίμολπέ τ᾽ Εὐφροσύνα, θεῶν κρατίστου
15παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε
ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ᾽ εὐμενεῖ τύχᾳ
κοῦφα βιβῶντα: Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ
ἔν τε μελέταις ἀείδων ἔμολον,
οὕνεκ᾽ Ὀλυμπιόνικος Μινυεία
20σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον
[30] Φερσεφόνας ἔλθ᾽, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισ᾽ ἀγγελίαν,
Κλεόδαμον ὄφρ᾽ ἰδοῖσ᾽, υἱὸν εἴπῃς ὅτι οἱ νέαν
κόλποις παρ᾽ εὐδόξοις Πίσας
ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (1885)
load focus English (Diane Arnson Svarlien)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: