next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μᾶρκος δὲ Κράσσος ἦν τιμητικοῦ καὶ θριαμβικοῦ πατρός, ἐτράφη δ᾽ ἐν οἰκίᾳ μικρᾷ μετὰ δυοῖν ἀδελφῶν. καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γυναῖκες ἦσαν ἔτι τῶν γονέων ζώντων, καὶ πάντες ἐπὶ τὴν αὐτὴν ἐφοίτων τράπεζαν, ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος γενέσθαι περὶ τὴν δίαιταν. ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων εὔτακτος γενόμενος, [2] καίτοι προϊὼν καθ᾽ ἡλικίαν αἰτίαν ἔσχε Λικιννίᾳ συνιέναι τῶν Ἑστιάδων μιᾷ παρθένων: καὶ δίκην ἔφυγεν Λικιννία Πλωτίου τινὸς διώκοντος. ἦν δὲ προάστειον αὐτῇ καλόν, βουλόμενος λαβεῖν ὀλίγης τιμῆς Κράσσος καὶ διὰ τοῦτο προσκείμενος ἀεὶ τῇ γυναικὶ καὶ θεραπεύων, εἰς τὴν ὑποψίαν ἐκείνην ἐνέπεσε καὶ τρόπον τινὰ τῇ φιλοπλουτίᾳ τὴν αἰτίαν τῆς φθορᾶς ἀπολυσάμενος ὑπὸ τῶν δικαστῶν ἀφείθη, τὴν δὲ Λικιννίαν οὐκ ἀνῆκε πρότερον τοῦ κτήματος κρατῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: