εἰ μέν, ὡς Φιλόξενυς ὁ ποιητὴς ἔλεγεν, ὦ Μάρκε Σήδατε, 1 τῶν κρεῶν τὰ μὴ κρέα ἥδιστά ἐστι καὶ τῶν ἰχθύων οἱ μὴ ἰχθύες, ἐκείνοις ἀποφαίνεσθαι παρῶμεν οἷς ὁ Κάτων ἔφη τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ὑπάρχειν. ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδ᾽ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ 2 περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθ᾽ ἡδονῆς ἐνθουσιῶσι. διὸ δεῖ μὴ μόνον ἐν ταῖς περὶ ἐδωδὴν καὶ πόσιν ἡδοναῖς διαφυλάττειν εὐσχήμονας αὐτούς, ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκροάσεσιν καὶ ἀναγνώσεσιν ἐθίζειν, ὥσπερ ὄψῳ χρωμένους μετρίως τῷ τέρποντι, [p. 34] τὸ χρήσιμον ἀπ᾽ αὐτοῦ καὶ τὸ σωτήριον διώκειν. οὔτε γὰρ πόλιν αἱ κεκλειμέναι πύλαι τηροῦσιν ἀνάλωτον, ἂν διὰ μιᾶς παραδέξηται τοὺς πολεμίους, οὔτε νέον αἱ περὶ τὰς ἄλλας ἡδονὰς ἐγκράτειαι σῴζουσιν, ἄν γε δι᾽ ἀκοῆς λάθῃ προέμενος αὑτόν, ἀλλ᾽ ὅσον μᾶλλον αὕτη τοῦ φρονεῖν καὶ λογίζεσθαι πεφυκότος ἅπτεται, τοσοῦτο μᾶλλον ἀμεληθεῖσα βλάπτει καὶ διαφθείρει τὸν παραδεξάμενον. ἐπεὶ τοίνυν οὔτ᾽ ἴσως δυνατόν ἐστιν οὔτ᾽ ὠφέλιμον ποιημάτων ἀπείργειν τὸν τηλικοῦτον ἡλίκος οὑμός τε τὸ νῦν Σώκλαρός ἐστι καὶ ὁ σὸς Κλέανδρος, εὖ μάλα παραφυλάττωμεν αὐτούς, ὡς ἐν ταῖς ἀναγνώσεσι μᾶλλον ἢ ταῖς: ὁδοῖς παιδαγωγίας δεομένους. ἃ δ᾽ οὖν ἐμοὶ περὶ ποιημάτων εἰπεῖν πρῴην ἐπῆλθε, νῦν πρὸς σὲ γεγραμμένα πέμψαι διενοήθην. καὶ λαβὼν ταῦτα δίελθε, κὰν δοκῇ σοι μηδὲν εἶναι φαυλότερα τῶν ἀμεθύστων καλουμένων, ἅ τινες ἐν τοῖς πότοις περιάπτονται καὶ προλαμβάνουσι, 3 μεταδίδου τῷ Κλεάνδρῳ καὶ προκαταλάμβανε τὴν φύσιν αὐτοῦ διὰ τὸ μηδαμοῦ νωθρὸν ἀλλὰ πανταχοῦ σφοδρὸν καὶ δεδορκὸς εὐαγωγοτέραν ὑπὸ τῶν τοιούτων οὖσαν.
πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν ἐν δὲ καὶ ἐσθλόνὅτι βρωθῆναι μέν ἐστιν ἥδιστος, δυσόνειρον δ᾽ ὕπνον ποιεῖ, φαντασίας ταραχώδεις καὶ ἀλλοκότους δεχόμενον, ὡς λέγουσιν. οὕτω δὴ καὶ ποιητικῇ πολὺ μὲν τὸ ἡδὺ καὶ τρόφιμον νέου ψυχῆς ἔνεστιν, οὐκ ἔλαττον δὲ τὸ ταρακτικὸν καὶ παράφορον, ἂν μὴ [p. 35] τυγχάνῃ παιδαγωγίας ὀρθῆς ἡ ἀκρόασις. οὐ γὰρ μόνον ὡς ἔοικε περὶ τῆς Αἰγυπτίων χώρας ἀλλὰ καὶ περὶ τῆς ποιητικῆς ἔστιν εἰπεῖν ὅτι
φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγράτοῖς χρωμένοις ἀναδίδωσιν.
4
ἔνθ᾽ ἔνι μὲν φιλότης, ἐν δ᾽ ἵμερος: ἐν δ᾽ ὀαριστύςοὐ γὰρ ἅπτεται τὸ ἀπατηλὸν αὐτῆς ἀβελτέρων κομιδῇ καὶ ἀνοήτων. διὸ καὶ Σιμωνίδης μὲν ἀπεκρίνατο πρὸς τὸν εἰπόντα τί ‘δὴ μόνους οὐκ ἐξαπατᾷς Θετταλούς;᾽’ ‘ἀμαθέστεροι γάρ εἰσιν ἢ ὡς ὑπ᾽ ἐμοῦ ἐξαπατᾶσθαι.’ Γοργίας δὲ τὴν τραγῳδίαν εἶπεν ἀπάτην, ἣν 3 τ᾽ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. πότερον οὖν τῶν νέων ὥσπερ τῶν Ἰθακησίων σκληρῷ 6 τινι τὰ ὦτα καὶ ἀτέγκτῳ κηρῷ καταπλάσσοντες ἀναγκάζωμεν αὐτοὺς τὸ Ἐπικούρειον ἀκάτιον ἀραμένους ποιητικὴν φεύγειν καὶ παρεξελαύνειν , ἢ μᾶλλον ὀρθῷ τινι λογισμῷ παριστάντες καὶ καταδέοντες, τὴν κρίσιν, ὅπως μὴ παραφέρηται τῷ τέρποντι πρὸς τὸ βλάπτον, ἀπευθύνωμεν καὶ παραφυλάττωμεν ;
πάρφασις, ἥ τ᾽ ἔκλεψε νόον πύκα περ φρονεόντων
5
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργοςὑγιαίνοντα νοῦν εἶχεν, ὅτι πολλῶν μεθυσκομένων καὶ παροινούντων τὰς ἀμπέλους περιιὼν ἐξέκοπτεν ἀντὶ τοῦ τὰς κρήνας ἐγγυτέρω προσαγαγεῖν καὶ [p. 36] ‘μαινόμενον’ θεόν, ὥς φησιν ὁ Πλάτων, 8 ‘ἑτέρῳ θεῷ νήφοντι κολαζόμενον’ σωφρονίζειν. ἀφαιρεῖ γὰρ ἡ κρᾶσις τοῦ οἴνου τὸ βλάπτον, οὐ συναναιροῦσα τὸ χρήσιμον; μηδ᾽ ἡμεῖς οὖν τὴν ποιητικὴν ἡμερίδα τῶν Μουσῶν ἐκκόπτωμεν μηδ᾽ ἀφανίζωμεν, ἀλλ᾽ ὅπου μὲν ὑφ᾽ ἡδονῆς ἀκράτου πρὸς δόξαν αὐθάδως θρασυνόμενον ἐξυβρίζει καὶ ὑλομανεῖ τὸ μυθῶδες αὐτῆς καὶ θεατρικόν, ἐπιλαμβανόμενοι κολούωμεν καὶ πιέζωμεν: ὅπου δ᾽ ἅπτεταί τινος μούσης τῇ χάριτι καὶ τὸ γλυκὺ τοῦ λόγου καὶ ἀγωγὸν οὐκ ἄκαρπόν ἐστιν οὐδὲ κενόν, ἐνταῦθα φιλοσοφίαν εἰσάγωμεν καὶ καταμιγνύωμεν. ὥσπερ γὰρ ὁ μανδραγόρας ταῖς ἀμπέλοις παραφυόμενος καὶ διαδιδοὺς τὴν δύναμιν εἰς τὸν οἶνον μαλακωτέραν ποιεῖ τὴν καταφορὰν τοῖς πίνουσιν, οὕτω τοὺς λόγους ἡ ποίησις ἐκ φιλοσοφίας ἀναλαμβάνουσα μιγνυμένους πρὸς τὸ μυθῶδες ἐλαφρὰν καὶ προσφιλῆ παρέχει τοῖς νέοις τὴν μάθησιν. ὅθεν οὐ φευκτέον ἐστὶ τὰ ποιήματα τοῖς φιλοσοφεῖν μέλλουσιν, ἀλλὰ προφιλοσοφητέον τοῖς ποιήμασιν ἐθιζομένους ἐν τῷ τέρποντι τὸ χρήσιμον ζητεῖν καὶ ἀγαπᾶν: εἰ δὲ μή, διαμάχεσθαι καὶ δυσχεραίνειν. ἀρχὴ γὰρ αὕτη παιδεύσεως,
7
ἔργου δὲ παντὸς ἤν τις ἄρχηται καλῶς,κατὰ τὸν Σοφοκλέα.
9 καὶ τὰς τελευτὰς εἰκὸς ἐσθ᾽ οὕτως ἔχειν
πρῶτον μὲν οὖν εἰσάγειν εἰς τὰ ποιήματα δεῖ τὸν νέον μηδὲν οὕτω μεμελετημένον ἔχοντα καὶ [p. 37] πρόχειρον ὡς τὸ ‘ πολλὰ ψεύδονται ἀοιδοὶ’ 10 τὰ μὲν ἑκόντες τὰ δ᾽ ἄκοντες. ἑκόντες μέν, ὅτι πρὸς ἡδονὴν ἀκοῆς καὶ χάριν, ἣν οἱ πλεῖστοι διώκουσιν, αὐστηροτέραν ἡγοῦνται τὴν ἀλήθειαν τοῦ ψεύδους. ἡ μὲν γὰρ ἔργῳ γιγνομένη, κἂν ἀτερπὲς ἔχῃ τὸ τέλος, οὐκ ἐξίσταται: τὸ δὲ πλαττόμενον λόγῳ ῥᾷστα περιχωρεῖ καὶ τρέπεται πρὸς τὸ ἣδιον ἐκ τοῦ λυποῦντος. οὔτε γὰρ μέτρον οὔτε τρόπος οὔτε λέξεως ὄγκος οὔτ᾽ εὐκαιρία μεταφορᾶς οὔθ᾽ ἁρμονία καὶ σύνθεσις ἔχει τοσοῦτον αἱμυλίας καὶ χάριτος ὅσον εὖ πεπλεγμένη διάθεσις μυθολογίας: ἀλλ᾽ ὥσπερ ἐν γραφαῖς κινητικώτερόν ἐστι χρῶμα γραμμῆς διὰ τὸ ἀνδρείκελον καὶ ἀπατηλόν, οὕτως ἐν ποιήμασι μεμιγμένον πιθανότητι ψεῦδος ἐκπλήττει καὶ ἀγαπᾶται μᾶλλον τῆς ἀμύθου καὶ ἀπλάστου περὶ μέτρον καὶ λέξιν κατασκευῆς. ὅθεν ὁ Σωκράτης ἔκ τινων ἐνυπνίων ποιητικῆς ἁψάμενος αὐτὸς μέν, ἅτε δὴ γεγονὼς ἀληθείας ἀγωνιστὴς τὸν ἅπαντα βίον, οὐ πιθανὸς ἦν οὐδ᾽ εὐφυὴς ψευδῶν δημιουργός, τοὺς δ᾽ Αἰσώπου μύθους ἔπεσιν ἐνέτεινεν 11, ὡς ποίησιν οὐκ οὖσαν ψεῦδος μὴ πρόσεστι. : θυσίας μὲν γὰρ ἀχόρους καὶ ἀναύλους ἴσμεν, οὐκ ἴσμεν δ᾽ ἄμυθον οὐδ᾽ ἀψευδῆ ποίησιν. τὰ δ᾽ Ἐμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ θηριακὰ Νικάνδρου καὶ γνωμολογίαι Θεόγνιδος λόγοι εἰσὶ 12 κιχράμενοι 13 παρὰ ποιητικῆς ὥσπερ ὄχημα τὸ μέτρον καὶ τὸν ὄγκον, ἵνα τὸ πεζὸν διαφύγωσιν. ὅταν οὖν ἄτοπόν τι καὶ [p. 38] δυσχερὲς ἐν τοῖς: ποιήμασι λέγηται περὶ θεῶν ἢ δαιμόνων ἢ ἀρετῆς ὑπ᾽ ἀνδρὸς ἐλλογίμου καὶ δόξαν ἔχοντος, ὁ μὲν ὡς ἀληθῆ προσδεξάμενος λόγον οἴχεται φερόμενος καὶ διέφθαρται τὴν δόξαν, ὁ δὲ μεμνημένος ἀεὶ καὶ κατέχων ἐναργῶς τῆς ποιητικῆς τὴν περὶ τὸ ψεῦδος γοητείαν καὶ δυνάμενος λέγειν ἑκάστοτε πρὸς αὐτὴν
ὦ μηχάνημα λυγκὸς 14 αἰολώτεροντί παίζουσα τὰς ὀφρῦς συνάγεις, τί δ᾽ ἐξαπατῶσα προσποιῇ διδάσκειν; οὐδὲν πείσεται δεινὸν οὐδὲ πιστεύσει φαῦλον, ἀλλ᾽ ἐπιλήψεται μὲν τοῦ 16 φοβουμένου τὸν Ποσειδῶνα καὶ ταρβοῦντος μὴ τὴν γῆν ἀναρρήξῃ καὶ ἀπογυμνώσῃ τὸν Ἅιδην, ἐπιλήψεται δὲ τοῦ 17 Ἀπόλλωνι χαλεπαίνοντος ὑπὲρ τοῦ πρώτου τῶν Ἀχαιῶν,
15
ὃν αὐτὸς ὑμνῶν αὐτὸς ἐν δαίτῃ παρὼνπαύσεται δὲ τὸν φθιτὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα τὸν καθ᾽ Ἅιδου δακρύων, ἀδυνάτους καὶ ἀσθενεῖς χεῖρας ἐπιθυμίᾳ τοῦ ζῆν ὀρέγοντας. ἂν δέ που συνταράττηται τοῖς πάθεσι καὶ κρατῆται φαρμασσόμενος, οὐκ ὀκνήσει πρὸς ἑαυτὸν εἰπεῖν
18 αὐτὸς τάδ᾽ εἰπὼν αὐτός ἐστιν ὁ κτανών
ἀλλὰ φόωσδε τάχιστα λιλαίεο: ταῦτα δὲ πάντα 19καὶ γὰρ τοῦτο χαριέντως Ὅμηρος εἰς τὴν νέκυιαν εἶπεν, ὡς γυναικὸς ἀκρόασιν οὖσαν διὰ τὸ μυθῶδες Τοιαῦτα γάρ ἐστιν ἃ πλάττουσιν ἑκόντες οἱ ποιηταί: [p. 39] πλείονα δ᾽ ἃ μὴ πλάττοντες ἀλλ᾽ οἰόμενοι καὶ δοξάζοντες αὐτοὶ προσαναχρώννυνται τὸ ψεῦδος ἡμῖν οἷον ἐπὶ τοῦ Διὸς εἰρηκότος Ὁμήρου 20
ἴσθ᾽, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ
ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,τραγῳδίαν ὁ Αἰσχύλος 21 ὅλην τῷ μύθῳ περιέθηκεν, ἐπιγράψας Ψυχοστασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν τὴν Θέτιν ἔνθεν δὲ τὴν Ἠῶ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων. τοῦτο δὲ παντὶ δῆλον, ὅτι μυθοποίημα καὶ πλάσμα πρὸς ἡδονὴν ἢ ἔκπληξιν ἀκροατοῦ γέγονε. τὸ δὲ
τὴν μὲν Ἀχιλλῆος τὴν δ᾽ Ἕκτορος ἱπποδάμοιο,
ἕλκε δὲ μέσσα λαβών ῥέπε δ᾽ Ἕκτορος αἴσιμον ἦμαρ,
ᾤχετο δ᾽ εἰς Ἀίδαο, λίπεν δ᾽ ἑ Φοῖβος Ἀπόλλων
Ζεύς, ὃς τ᾽ ἀνθρώπων ταμίης πολέμοιο τέτυκταικαὶ τὸ
22
θεὸς μὲν αἰτίαν φύει βροτοῖς,ταῦτα δ᾽ ἢδη κατὰ δόξαν εἴρηται καὶ πίστιν αὐτῶν, ἣν ἔχουσιν ἀπάτην περὶ θεῶν καὶ ἄγνοιαν εἰς ἡμᾶς ἐκφερόντων καὶ μεταδιδόντων. πάλιν αἱ περὶ τὰς νεκυίας τερατουργίαι καὶ διαθέσεις ὀνόμασι φοβεροῖς ἐνδημιουργοῦσαι φάσματα καὶ εἴδωλα ποταμῶν φλεγομένων καὶ τόπων ἀγρίων καὶ κολασμάτων σκυθρωπῶν οὐ πάνυ πολλοὺς διαλανθάνουσιν ὅτι τὸ μυθῶδες αὐτοῖς πολὺ καὶ τὸ ψεῦδος ὥσπερ τροφαῖς τὸ φαρμακῶδες ἐγκέκραται. καὶ οὔθ᾽ Ὅμηρος οὔτε [p. 40] Πίνδαρος οὔτε Σοφοκλῆς πεπεισμένοι ταῦτ᾽ ἔχειν οὕτως ἔγραψαν
23 ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ,
ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότονκαὶ
24 βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ
πὰρ δ᾽ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρηνκαί
25
στενωπὸς Ἅιδου καὶ παλιρροία βυθοῦὅσοι μέντοι τὸν θάνατον ὡς οἰκτρὸν ἢ τὴν ἀταφίαν :- πο ὡς δεινὸν ὀλοφυρόμενοι καὶ δεδιότες φωνὰς ἐξενηνόχασι καὶ και
26
μή μ᾽ ἄκλαυστον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
27 72
ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἀϊδόσδε βεβήκει, 28καί
ὃν πότμον γοόωσα, λιποῦς1᾽ ἁδρότητα καὶ ἥβην
μή μ᾽ ἀπολέσῃς ἄωρον: ἡδὺ γὰρ τὸ φῶςαὗται πεπονθότων εἰσὶ καὶ προεαλωκότων ὑπὸ δόξης καὶ ἀπάτης. διὸ μᾶλλον ἅπτονται καὶ διαταράττουσιν ἡμᾶς, ἀναπιμπλαμένους τοῦ πάθους καὶ τῆς ἀσθενείας ἀφ᾽ ἧς λέγονται. πρὸς ταῦτα δὴ πάλιν παρασκευάζωμεν εὐθὺς ἐξ ἀρχῆς ἔχειν ἔναυλον ὅτι ποιητικῇ μὲν οὐ πάνυ μέλον ἐστὶ τῆς ἀληθείας, ἡ δὲ περὶ ταῦτ᾽ ἀλήθεια καὶ τοῖς μηδὲν ἄλλο πεποιημένοις ἔργον ἢ γνῶσιν καὶ μάθησιν τοῦ ὄντος εὖ [p. 41] μάλα δυσθήρατός ἐστι καὶ δύσληπτος, ὡς ὁμολογοῦσιν αὐτοί. καὶ τὰ Ἐμπεδοκλέους 30 ἔστω πρόχειρα ταυτί
29 λεύσσειν: τὰ δ᾽ ὑπὸ γῆν μὴ μ᾽ ἰδεῖν ἀναγκάσῃς,
οὕτως οὔτ᾽ 31 ἐπιδερκτὰ τάδ᾽ ἀνδράσιν οὔτ᾽ ἐπακουστάκαὶ τὰ Ξενοφάνους 32 κουστοἱ
οὔτε νόῳ περιληπτά
καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀυὴρ γένετ᾽ οὐδέ τις ἔσταικαὶ νὴ Δία τὰ Σωκράτους ἐξομνυμένου παρὰ Πλάτωνι 33 τὴν περὶ τούτων γνῶσιν. ἧττον γὰρ ὡς εἰδόσι τι περὶ τούτων προσέξουσι τοῖς ποιηταῖς ἐν οἷς τοὺς φιλοσόφους ἰλιγγιῶντας ὁρῶσιν.
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων
ἔτι δὲ μᾶλλον ἐπιστήσομεν αὐτὸν ἅμα τῷ προσάγειν τοῖς ποιήμασιν ὑπογράφοντες τὴν ποιητικὴν ὅτι μιμητικὴ τέχνη καὶ δύναμίς ἐστιν ἀντίστροφος τῇ ζῳγραφίᾳ. καὶ μὴ μόνον ἐκεῖνο τὸ θρυλούμενον ἀκηκοὼς ἔστω, ζῳγραφίαν μὲν εἶναι φθεγγομένην τὴν ποίησιν, ποίησιν δὲ σιγῶσαν τὴν ζῳγραφίαν, ἀλλὰ πρὸς τούτῳ διδάσκωμεν αὐτὸν ὅτι γεγραμμένην σαύραν ἢ πίθηκον ἢ Θερσίτου πρόσωπον ἰδόντες ἡδόμεθα καὶ θαυμάζομεν οὐχ ὡς καλὸν ἀλλ᾽ ὡς ὅμοιον. οὐσίᾳ μὲν γὰρ οὐ δύναται καλὸν γενέσθαι τὸ αἰσχρόν: ἡ δὲ μίμησις:, ἄν τε περὶ φαῦλον ἄν τε περὶ χρηστὸν ἐφίκηται τῆς ὁμοιότητος, ἐπαινεῖται. καὶ τοὐναντίον ἂν αἰσχροῦ [p. 42] σώματος εἰκόνα καλὴν παράσχῃ, τὸ πρέπον καὶ τὸ εἰκὸς οὐκ ἀπέδωκεν. γράφουσι δὲ καὶ πράξεις ἀτόπους ἔνιοι, καθάπερ Τιμόμαχος τὴν Μηδείας τεκνοκτονίαν καὶ Θέων τὴν Ὀρέστου μητροκτονίαν καὶ Παρράσιος τὴν Ὀδυσσέως προσποίητον μανίαν καὶ Χαιρεφάνης ἀκολάστους ὁμιλίας γυναικῶν πρὸς ἄνδρας. ἐν οἷς μάλιστα δεῖ τὸν νέον ἐθίζεσθαι, διδασκόμενον ὅτι τὴν πρᾶξιν οὐκ ἐπαινοῦμεν ἧς γέγονεν ἡ μίμησις, ἀλλὰ τὴν τέχνην εἰ μεμίμηται προσηκόντως τὸ ὑποκείμενον. ἐπεὶ τοίνυν καὶ ποιητικὴ πολλάκις ἔργα φαῦλα καὶ πάθη μοχθηρὰ καὶ ἤθη μιμητικῶς ἀπαγγέλλει, δεῖ τὸ θαυμαζόμενον ἐν τούτοις καὶ κατορθούμενον μήτ᾽ ἀποδέχεσθαι τὸν νέον ὡς ἀληθὲς μήτε δοκιμάζειν ὡς καλόν, ἀλλ᾽ ἐπαινεῖν μόνον ὡς ἐναρμόττον τῷ ὑποκειμένῳ προσώπῳ καὶ οἰκεῖον. ὥσπερ γὰρ ὑὸς βοὴν καὶ ψόφον τροχιλίας καὶ πνευμάτων ῥοῖζον καὶ θαλάττης κτύπον ἀκούοντες ἐνοχλούμεθα καὶ δυσχεραίνομεν, ἂν δέ τις πιθανῶς ταῦτα μιμῆται, καθάπερ Παρμένων τὴν ὗν καὶ Θεόδωρος τὰς τροχιλίας, ἡδόμεθα: καὶ νοσώδη μὲν ἄνθρωπον καὶ ὕπουλον ὡς ἀτερπὲς θέαμα φεύγομεν, τὸν δ᾽ Ἀριστοφῶντος Φιλοκτήτην καὶ τὴν Σιλανίωνος Ἰοκάστην ὁμοίους φθίνουσι καὶ ἀποθνῄσκουσι πεποιημένους ὁρῶντες χαίρομεν οὕτως ὁ νέος ἀναγιγνώσκων ἃ Θερσίτης ὁ γελωτοποιὸς ἢ Σίσυφος ὁ φθορεὺς: 34 ἢ Βάτραχος ὁ πορνοβοσκὸς λέγων ἢ πράττων πεποίηται, διδασκέσθω τὴν μιμουμένην ταῦτα δύναμιν καὶ τέχνην ἐπαινεῖν, ἃς δὲ 26 φθόρος Η [p. 43] διαθέσεις καὶ πράξεις μιμεῖται καὶ προβάλλεσθαι καὶ κακίζειν. οὐ γάρ ἐστι ταὐτὸ τὸ καλόν τι 35 καὶ καλῶς τι μιμεῖσθαι, καλῶς γάρ ἐστι τὸ πρεπόντως καὶ οἰκείως, οἰκεῖα δὲ καὶ πρέποντα τοῖς αἰσχροῖς τὰ αἰσχρά. καὶ γὰρ αἱ Δαμωνίδα τοῦ χωλοῦ κρηπῖδες, ἃς ἀπολέσας εὔχετο τοῖς τοῦ κλέψαντος ἐναρμόσαι ποσί, φαῦλαι μὲν ἦσαν ἐκείνῳ δ᾽ ἣρμοττον. καὶ τὸ
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι 36καὶ τὸ
κάλλιστον ἀδικεῖν
τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο, 37καὶ “ τάλαντον ἡ προίξ. μὴ λάβω; 38 ζῆν δ᾽ ἔστι μοι 39
τὰ δ᾽ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖς
τάλαντον ὑπεριδόντι; τεύξομαι δ᾽ ὕπνου
προέμενος; οὐ δώσω δὲ κἀν Ἅιδου δίκην
ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν
” μοχθηροὶ μέν εἰσι λόγοι καὶ ψευδεῖς, Ἐτεοκλεῖ δὲ καὶ Ἰξίονι καὶ τοκογλύφῳ πρεσβύτῃ πρέποντες. ἂν οὖν ὑπομιμνῄσκωμεν τοὺς παῖδας ὅτι ταῦτ᾽ οὐκ ἐπαινοῦντες οὐδὲ δοκιμάζοντες ἀλλ᾽ ὡς ἄτοπα καὶ φαῦλα φαύλοις καὶ ἀτόποις ἤθεσι καὶ προσώποις περιτιθέντες γράφουσιν, οὐκ ἂν ὑπὸ τῆς δόξης βλάπτοιντο τῶν ποιητῶν. ἀλλὰ τοὐναντίον ἡ πρὸς τὸ πρόσωπον ὑποψία διαβάλλει καὶ τὸ πρᾶγμα καὶ τὸν λόγον, ὡς φαῦλον ὑπὸ φαύλου καὶ λεγόμενον καὶ [p. 44] πραττόμενον. οἷόν ἐστι καὶ τὸ τῆς συγκοιμήσεως τοῦ Πάριδος ἐκ τῆς μάχης ἀποδράντος. οὐδένα γὰρ ἄλλον ἀνθρώπων 40 ἡμέρας συγκοιμώμενον γυναικὶ ποιήσας ἢ τὸν ἀκόλαστον καὶ μοιχικὸν ἐν αἰσχύνῃ δῆλός ἐστι καὶ ψόγῳ τιθέμενος τὴν τοιαύτην ἀκρασίαν.
ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ὁ ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπ᾽ αὐτοῦ. καθάπερ ὁ Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαΐδος; πεποίηκεν
ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, 41ἄριστα δ᾽ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται: καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων: προσυνίστησι μὲν οὕτως
θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,
ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά,
μηδενὸς ἐρῶσαν, προσποιουμένην δ᾽ ἀεί
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον 42καὶ
τόνδ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς 43ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἷον τὸν τ᾽ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς; προείρηκεν
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,[p. 45] τουτέστιν ἀγρίως καὶ αὐθάδως καὶ παρὰ τὸ προσῆκον: τῷ, τ̓ Ἀχιλλεῖ τοὺς θρασεῖς λόγους περιτίθησιν
ἀλλὰ κακῶς ἀφίει,
οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιοτὴν αὑτοῦ κρίσιν ὑπειπὼν
44
Πηλεΐδης δ᾽ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσινκαλὸν γὰρ εἰκὸς οὐδὲν εἶναι μετ᾽ ὀργῆς καὶ αὐστηρῶς λεγόμενον. ὁμοίως καὶ ἐπὶ τῶν πράξεων
45 Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο
ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα, 46εὖ δὲ καὶ ταῖς ἐπιρρήσεσι χρῆται, καθάπερ τινὰ ψῆφον ἰδίαν ἐπιφέρων τοῖς: πραττομένοις ἢ λεγομένοις, ἐπὶ μὲν τῆς μοιχείας τοῦ Ἄρεος τοὺς θεοὺς ποιῶν λέγοντας
πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
οὐκ ἀρετᾷ κακὰ ἔργα: κιχάνει τοι βραδὺς ὠκύν, ἐπὶ δὲ τῆς τοῦ Ἕκτορος ὑπερφροσύνης καὶ μεγαλαυχίας
47
ὣς ἔφατ᾽ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη, ἐπὶ δὲ τῆς Πανδάρου τοξείας
48
ὣς φάτ᾽ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεναὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις καὶ δόξαι παντός εἰσι κατιδεῖν τοῦ προσέχοντος: ἑτέρας: δ᾽ ἐκ τῶν πραγμάτων αὐτῶν παρέχουσι μαθήσεις, ὥσπερ ὁ Εὐριπίδης 50 εἰπεῖν λέγεται πρὸς τοὺς τὸν Ἰξίονα λοιδοροῦντας ὡς ἀσεβῆ καὶ μιαρόν, ‘οὐ μέντοι πρότερον αὐτὸν ἐκ τῆς σκηνῆς ἐξήγαγον ἢ τῷ τροχῷ [p. 46] προσηλῶσαι’ παρὰ δ᾽ Ὁμήρῳ σιωπώμενόν ἐστι τὸ τοιοῦτο γένος τῆς διδασκαλίας, ἔχον δ᾽ ἀναθεώρησιν ὠφέλιμον ἐπὶ τῶν διαβεβλημένων μάλιστα μύθων, οὓς ταῖς πάλαι μὲν ὑπονοίαις ἀλληγορίαις δὲ νῦν λεγομέναις παραβιαζόμενοι καὶ διαστρέφοντες ἔνιοι μοιχευομένην φασὶν Ἀφροδίτην ὑπ᾽ Ἄρεος μηνύειν Ἥλιον, ὅτι τῷ τῆς Ἀφροδίτης ἀστέρι συνελθὼν ὁ τοῦ Ἄρεος μοιχικὰς ἀποτελεῖ γενέσεις, Ἡλίου δ᾽ ἐπαναφερομένου καὶ καταλαμβάνοντος οὐ λανθάνουσιν. τὸν δὲ τῆς Ἥρας καλλωπισμὸν ἐπὶ τὸν Δία καὶ τὰς περὶ τὸν κεστὸν γοητείας ἀέρος τινὰ 51 κάθαρσιν εἶναι βούλονται τῷ πυρώδει πλησιάζοντος, ὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος. ἐν μὲν γὰρ τοῖς περὶ τῆς Ἀφροδίτης διδάσκει τοὺς προσέχοντας, ὅτι μουσικὴ φαύλη καὶ ᾁσματα πονηρὰ καὶ λόγοι μοχθηρὰς ὑποθέσεις λαμβάνοντες ἀκόλαστα ποιοῦσιν ἤθη καὶ βίους ἀνάνδρους καὶ ἀνθρώπους τρυφὴν καὶ μαλακίαν καὶ γυναικοκρασίαν 52 ἀγαπῶντας
49
εἵματά τ᾽ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνάς. διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκεν
53
ἀλλ᾽ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον,καλῶς ὑφηγούμενος τὸ παρὰ τῶν φρονίμων καὶ νοῦν ἐχόντων χρῆναι λαμβάνειν τοὺς μουσικοὺς καὶ ποιητικοὺς τὰς ὑποθέσεις. ἐν δὲ τοῖς; περὶ τῆς Ἥρας ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ [p. 47] δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ. τοιαῦτα γὰρ ὁ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν
54
ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,ἡ γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε τὸν ἀκροώμενον. οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται, νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες. ὁ μὲν οὖν Μελάνθιος εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν; ἐν τῇ διαφορᾆ τῶν πολιτευομένων. αἱ δὲ τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. ὅπου μὲν οὖν αὐτοῖς τὸ τιθέναι σύνεγγυς ἐκφανεῖς ποιεῖ τὰς ἀντιλογίας, δεῖ τῷ βελτίονι συνηγορεῖν ὥσπερ ἐν τούτοις
55 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μ᾽ ἀπάτησας
πόλλ᾽, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοἲ.καὶ πάλιν [p. 48]
56 τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς
χρυσοῦ σε πλήθει, τούσδε δ᾽ οὐ χαίρειν χρεώνκαὶ
σκαιὸν τὸ 57 πλουτεῖν κἄλλο μηδὲν εἰδέναι
τί δῆτα θύειν 58 δεῖ σε κατθανούμενον 59τὰ γὰρ τοιαῦτα τὰς λύσεις ἔχει προδήλους, ἄν, ὥσπερ εἴρηται, πρὸς τὰ βελτίονα τῇ κρίσει τοὺς νέους κατευθύνωμεν. ὅσα δ᾽ εἴρηται μὲν ἀτόπως εὐθὺς δ᾽ οὐ λέλυται, ταῦτα δεῖ τοῖς ἀλλαχόθι πρὸς τοὐναντίον εἰρημένοις ὑπ᾽ αὐτῶν ἀνταναιρεῖν, μὴ ἀχθομένους τῷ ποιητῇ μηδὲ χαλεπαίνοντας ἀλλ᾽ ἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους. 60 εὐθύς, εἰ βούλει, πρὸς τὰς Ὁμηρικὰς τῶν θεῶν ῥίψεις ὑπ᾽ ἀλλήλων καὶ τρώσεις ὑπ᾽ ἀνθρώπων καὶ διαφορὰς καὶ χαλεπότητας
ἄμεινον: οὐδεὶς κάματος εὐσεβεῖν θεούς.
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαικαὶ νοεῖς νὴ Δία καὶ λέγεις κρεῖττον ἀλλαχόθι καὶ βέλτιον τὰ τοιαῦτα
61
θεοὶ ῥεῖα ζώοντεςκαὶ
62
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντακαί
63
ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι;αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ [p. 49] ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων πων. πάλιν Εὐριπίδου λέγοντος
64 ζώειν ἀχνυμένοις: αὐτοὶ δὲ τ᾽ ἀκηδέες εἰσὶν
πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων 65οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ
σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες
εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοί, βέλτιον εἰρημένον ὑπ᾽ αὐτοῦ. καὶ τοῦ Πινδάρου σφόδρα πικρῶς καὶ παροξυντικῶς εἰρηκότος “ χρὴ δὲ πᾶν ἔρδοντ᾽ ἀμαυρῶσαι τὸν ἐχθρόν
66
67 ”, ἀλλ᾽ αὐτός γε σὺ λέγεις ὅτι
τὸ πὰρ δίκαν, καὶ τοῦ Σοφοκλέους
68 γλυκὺ πικροτάτα μένει τελευτά
69
τὸ κέρδος ἡδὺ , κἂν ἀπὸ ψευδῶν ἴῃ, καὶ μὴν σοῦ γ᾽ ἀκηκόαμεν ὡς
70 71
οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοιπρὸς δ᾽ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου
72
δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς 73 τε τἄβατα 74ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους, ὧν καὶ ταῦτ᾽ ἐστὶ [p. 50]
75 καὶ πρὸς τὰ βατὰ κἄπωθεν 76 ὤν: πένης δ᾽ 77 ἀνὴρ
οὐδ᾽ ἐντυχὼν δύναιτ᾽ ἂν ὧν ἐρᾷ τυχεῖν.
καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον
γλώσσῃ σοφὸν τίθησιν εὔμορφὸν τ᾽ ἰδεῖν
γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ
78
οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖκαί
79
ἀλλὰ τῶν πολλῶν καλῶν χαιὁ δὲ Μένανδρος ἐπῆρε μὲν ἀμέλει τὴν φιληδονίαν καὶ ὑπεχαύνωσε τοῖς ἐρωτικοῖς καὶ διαπύροις ἐκείνοις
80 τίς χάρις, εἰ κακόβουλος
φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον;
ἅπανθ᾽ ὅσα ζῇ καὶ τὸν ἣλιον βλέπειπάλιν δ᾽ ἐπέστρεψε καὶ περιέσπασε πρὸς τὸ καλὸν ἡμᾶς καὶ τὴν θρασύτητα τῆς ἀκολασίας ἐξέκοψεν εἰπὼν
81 τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτ᾽ ἔσθ᾽ ἡδονῆς
ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν. ἂν δ᾽ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ
82
τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα.[p. 51]
83 τρεῖς δ᾽ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι
τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ,
τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν, ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς δ᾽ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν. πρὸς; δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν ἔστιν: ἐρωτηθεὶς γὰρ ὅπως ἄν τις ἀμύναιτο τὸν ἐχθρόν, ‘αὐτός’ ἔφη ‘ καλὸς κἀγαθὸς γενόμενος’ δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι: πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας
84 τὰ δ᾽ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν
ὡς τρισόλβιοι 85Διογένης δ᾽ ἀκούσας τι τοιοῦτο ‘τί λέγεις; '’ ἔφη. ‘κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν ἢ Ἐπαμεινώνδας ὅτι γὰρ μόνοις ἐκεῖὄτι μεμύηται;᾽’ Τιμοθέῳ μὲν γὰρ ᾁδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα 86 θυιάδα 87 φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησε ‘ τοιαύτη σοι θυγάτηρ γένοιτο.’ χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα
κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη
μόλως1᾽ ἐς Ἅιδου: :
ζῆν ἔστι, τοῖς δ᾽ ᾄδοντι πάντ᾽ ἐκεῖ κακά᾽
πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν[p. 52] ‘ πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;’
88 οὔθ᾽ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται
δεῖ δὲ μηδὲ τὰς ἐκ τῶν παρακειμένων ἢ συμφραζομένων παραλιπεῖν ἀφορμὰς πρὸς τὴν ἐπανόρθωσιν, ἀλλ᾽ ὥσπερ οἱ ἰατροὶ τῆς κανθαρίδος οὔσης θανασίμου τοὺς πόδας; ὅμως: καὶ τὰ πτερὰ βοηθεῖν οἴονται καὶ ἀναλύειν τὴν δύναμιν, οὕτως ἐν τοῖς ποιήμασι, κἂν ὄνομα κἂν ῥῆμα παρακείμενον ἀμβλυτέραν ποιῇ τὴν πρὸς τὸ χεῖρον ἀπαγωγήν, ἐπιλαμβάνεσθαι καὶ προσδιασαφεῖν, ὡς ἐπὶ τούτων ἔνιοι ποιοῦσι
τοῦτὸ νύ που γέρας ἐστὶν ὀιζυροῖσι βροτοῖσι,καὶ
89 κείρασθαί τε κόμην βαλέειν τ᾽ ἀπὸ δάκρυ παρειῶν
ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,οὐ γὰρ ἁπλῶς εἶπε καὶ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν ἐπικεκλῶσθαι λυπηρὸν βίον, ἀλλὰ τοῖς ἄφροσι καὶ ἀνοήτοις, οὓς δειλαίους καὶ οἰκτροὺς διὰ μοχθηρίαν ὄντας εἴωθε ‘δειλοὺς’ καὶ ‘ὀιζυροὺς’ προσαγορεύειν.
90 ζώειν ἀχνυμένοις
ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας, περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον ἢ περὶ τὰς λεγομένας γλώττας. ἐκεῖνο μὲν γὰρ φιλόλογον, καὶ οὐκ ἀηδὲς ὅτι ‘ῥιγεδανὸς’ κακοθάνατός ἐστιν εἰδέναι: δάνον ‘’ γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι, ‘καμμονίαν’ δὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς [p. 53] καὶ καρτερίας, Δρύοπες δὲ ‘πόπους’ τοὺς δαίμονας. τουτὶ δ᾽ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν 91 ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς ἢ τῶν πολλαχῶς λεγομένων ἐστὶ παρ᾽ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. καὶ γὰρ ‘οἶκον’ ποτὲ μὲν τὴν οἰκίαν καλοῦσιν
οἷκον ἐς ὑψόροφονποτὲ δὲ τὴν οὐσίαν
92
ἐσθίεταί μοι οἶκος, καὶ 94 ‘βίοτον’ 95 ποτὲ μὲν τὸ ζῆν 96
93
ἀμενήνωσεν δέ οἱ αἰχμὴνποτὲ δὲ τὰ χρήματα
κυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας
βίοτον δέ μοι ἄλλοι ἔδουσι, καὶ τῷ ‘ἀλύειν’ ποτὲ μὲν ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι κέχρηται
97
ὣς ἔφαθ᾽ , ἡ δ᾽ ἀλύους1᾽ ἀπεβήσετο, τείρετο δ᾽ αἰνῶςποτὲ δ᾽ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν
98
ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;καὶ τῷ ‘θοάζειν’ ἢ τὸ κινεῖσθαι σημαίνουσιν, ὡς Εὐριπίδης [p. 54]
99
κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός,ἢ τὸ καθέζεσθαι καὶ θαάσσειν, ὡς Σοφοκλῆς
100
τίνας πόθ᾽ ἕδρας τάσδε μοι θοάζετεχάριεν δὲ καὶ τὸ τὴν χρείαν τῶν ὀνομάτων συνοικειοῦν τοῖς ὑποκειμένοις πράγμασιν, ὡς οἱ γραμματικοὶ διδάσκουσιν, ἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες,: οἷόν ἐστι
101 ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
νῆ᾽ ὀλίγην αἰνεῖν, μεγάλῃ δ᾽ ἐνὶ φορτία θέσθαιτῷ μὲν γὰρ ‘αἰνεῖν’ σημαίνεται τὸ ἐπαινεῖν, αὐτῷ δὲ τῷ ἐπαινεῖν ἀντὶ τοῦ παραιτεῖσθαι νῦν κέχρηται, καθάπερ ἐν τῇ συνηθείᾳ ‘καλῶς’ φαμὲν ‘ἔχειν’ καὶ ‘χαίρειν’ κελεύομεν, ὅταν μὴ δεώμεθα μηδὲ λαμβάνωμεν. οὕτω δὲ καὶ τὴν ‘ἐπαινὴν Περσεφόνειαν ’ ἔνιοί φασιν ὡς παραιτητὴν εἰρῆσθαι. ταύτην δὴ τὴν διαίρεσιν καὶ διάκρισιν τῶν ὀνομάτων ἐν τοῖς μείζοσι καὶ σπουδαιοτέροις παραφυλάττοντες ἀπὸ τῶν θεῶν ἀρχώμεθα διδάσκειν τοὺς νέους ὅτι χρῶνται τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ ποτὲ μὲν αὐτῶν ἐκείνων ἐφαπτόμενοι τῇ ἐννοίᾳ, ποτὲ δὲ δυνάμεις τινὰς ὧν οἱ θεοὶ δοτῆρές εἰσι καὶ καθηγεμόνες ὁμωνύμως προσαγορεύοντες οἷον εὐθὺς ὁ Ἀρχίλοχος , ὅταν μὲν εὐχόμενος λέγῃ
102
κλῦθ᾽ ἄναξ Ἥφαιστε καί μοι σύμμαχος γουνουμένῳ 103, αὐτὸν τὸν θεὸν ἐπικαλούμενος δῆλός ἐστιν: ὅταν [p. 55] δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠφανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομίμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν
ἵλαος γενοῦ, χαρίζευ δ᾽ οἷάπερ χαρίζεαι
εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα 104τὸ πῦρ οὕτως, οὐ τὸν θεὸν προσηγόρευσε. πάλιν δ᾽ ὁ μὲν Εὐριπίδης 105 εἰπὼν ἐν ὅρκῳ
Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη
μὰ τὸν μετ᾽ ἄστρων Ζῆν᾽ Ἄρη τε φοίνιοναὐτοὺς τοὺς θεοὺς ὠνόμασε: τοῦ δὲ Σοφοκλέους λέγοντος
τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδ᾽ ὁρῶν Ἄρηςτὸν πόλεμον ἔστιν ὑπακοῦσαι, καθάπερ αὖ τὸν χαλκὸν Ὁμήρου 107 λέγοντος
106 συὸς προσώπῳ πάντα τυρβάζει κακὰ
τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρονπολλῶν οὖν οὕτω λεγομένων εἰδέναι δεῖ καὶ μνημονεύειν ὅτι καὶ τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι
ἐσκέδας1᾿ ὀξὺζ; Ἄρης
Ζεῦ πάτερ, Ἴδηθεν μεδέωνκαὶ
108
ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;τὸν θεὸν αὐτὸν λέγουσιν: ὅταν δὲ ταῖς αἰτίαις 110 [p. 56] πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι
109
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν -, τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ὁ ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν πραγμάτων ἀνάγκην ὀρθῶς ὑποδείκνυσιν, ὅτι καὶ πόλεσι καὶ στρατοπέδοις καὶ ἡγεμόσιν, ἂν μὲν σωφρονῶσιν , εὖ πράττειν πέπρωται καὶ κρατεῖν τῶν πολεμίων, ἂν δ᾽ εἰς πάθη καὶ ἁμαρτίας ἐμπεσόντες ὥσπερ οὗτοι διαφέρωνται πρὸς ἀλλήλους καὶ στασιάζωσιν , ἀσχημονεῖν καὶ ταράττεσθαι καὶ κακῶς ἀπαλλάττειν.
111 Διὸς δ᾽ ἐτελείετο βουλή
εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων 112καὶ μὴν ὁ Ἡσίοδος τὸν Προμηθέα ποιῶν τῷ Ἐπιμηθεῖ παρακελευόμενον
κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.
μή ποτε δῶραἐπὶ τῇ τῆς τύχης δυνάμει τῷ τοῦ Διὸς ὀνόματι κέχρηται: τὰ γὰρ τυχηρὰ τῶν ἀγαθῶν Διὸς δῶρα κέκληκε, πλούτους καὶ γάμους καὶ ἀρχὰς καὶ πάνθ᾽ ὅλως τὰ ἐκτός, ὧν ἡ κτῆσις ἀνόνητός ἐστι τοῖς χρῆσθαι καλῶς μὴ δυναμένοις. διὸ καὶ τὸν Ἐπιμηθέα ὄντα καὶ ἀνόητον οἴεται δεῖν φυλάττεσθαι καὶ δεδιέναι τὰς εὐτυχίας, ὡς βλαβησόμενον καὶ διαφθαρησόμενον ὑπ᾽ αὐτῶν. καὶ πάλιν ὅταν λένῃ [p. 57]
113 δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλ᾽ ἀποπέμπειν
μηδὲ ποτ᾽ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ, θεόσδοτον νῦν τὸ τυχηρὸν εἴρηκεν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν τοῖς διὰ τὴν τύχην πενομένοις, ἀλλὰ τὴν μετ᾽ ἀργίας καὶ μαλακίας καὶ πολυτελείας ἀπορίαν κακίζειν αἰσχρὰν καὶ ἐπονείδιστον οὖσαν. οὔπω γὰρ αὐτὸ τοὔνομα τῆς τύχης λέγοντες, εἰδότες δὲ τὴν τῆς ἀτάκτως καὶ ἀορίστως περιφερομένης αἰτίας δύναμιν ἰσχυρὰν καὶ ἀφύλακτον οὖσαν ἀνθρωπίνῳ λογισμῷ τοῖς τῶν θεῶν ὀνόμασιν ἐξέφραζον, ὥσπερ ἡμεῖς καὶ πράγματα καὶ ἤθη καὶ νὴ Δία καὶ λόγους καὶ ἄνδρας εἰώθαμεν δαιμονίους καὶ θείους προσαγορεύειν. οὕτω δὴ τὰ πολλὰ τῶν ἀτόπως περὶ τοῦ Διὸς λέγεσθαι δοκούντων ἐπανορθωτέον, ὧν ἐστι καὶ ταῦτα και
114 τέτλαθ᾽ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει 115καί “ ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, 117
κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν
116
ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισι
” καί
τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ, ὡς περὶ τῆς τύχης ἢ τῆς εἱμαρμένης λεγομένων, ἐν αἷς τὸ ἀσυλλόγιστον ἡμῖν τῆς αἰτίας σημαίνεται καὶ ὅλως 119 οὐ καθ᾽ ἡμᾶς. ὅπου δὲ τὸ προσῆκον καὶ κατὰ [p. 58] λόγον καὶ εἰκός ἐστιν, ἐνταῦθα κυρίως ὀνομάζεσθαι τὸν παι θεὸν νομίζωμεν, 120 ὥσπερ ἐν τούτοις
118 Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς
αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν,καί “ 122 Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν,
121 Αἴαντος δ᾽ ἀλέεινε μάχην Τελαμωνιάδαο:
Ζεὺς γάρ οἱ νεμέσα ὅτ᾽ ἀμείνονι φωτὶ μάχοιτο
τὰ μικρὰ δ᾽ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ
” Σφόδρα δὲ δεῖ καὶ τοῖς ἄλλοις ὀνόμασι προσέχειν, κατὰ πολλὰ πράγματα 123 κινουμένοις καὶ μεθισταμένοις ὑπὸ τῶν ποιητῶν. οἷόν ἐστι καὶ τὸ τῆς ἀρε τῆς. ἐπεὶ γὰρ οὐ μόνον ἔμφρονας παρέχεται καὶ δικαίους καὶ ἀγαθοὺς ἐν πράξεσι καὶ λόγοις, ἀλλὰ καὶ δόξας ἐπιεικῶς καὶ δυνάμεις περιποιεῖται, παρὰ τοῦτο ποιοῦνται καὶ τὴν 124 εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν, ὀνομάζοντες ὥσπερ ‘ἐλαίαν’ τὸν ἀπὸ τῆς ἐλαίας, καὶ ‘φηγὸν’ τὸν ἀπὸ τῆς φηγοῦ καρπὸν ὁμωνύμως τοῖς φέρουσιν. οὐκοῦν ὁ νέος ἡμῖν, ὅταν μὲν λέγωσι
τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκανκαὶ
125
τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγαςκαὶ
126
εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν, 127, εὐθὺς οἰέσθω λέγεσθαι ταῦτα περὶ τῆς ἀρίστης καὶ [p. 59] θειοτάτης ἕξεως ἐν ἡμῖν, ἣν ὀρθότητα λόγου καὶ ἀκρότητα λογικῆς φύσεως καὶ διάθεσιν ὁμολογουμένην ψυχῆς νοοῦμεν. ὅταν δ᾽ ἀναγιγνώσκῃ πάλιν τό τε
εἰς ἀρετὴν καταδυσαμένους βίον
Ζεὺς δ᾽ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τεκαὶ τὸ
128
πλούτῳ δ᾽ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ, μὴ ‘καθήσθω’ τοὺς πλουσίους ἐκπεπληγμένος καὶ ‘τεθηπὼς’ καθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν ἔχοντας, μηδ᾽ ἐπὶ τῇ τύχῃ κεῖσθαι τὴν αὑτοῦ φρόνησιν αὔξειν ἢ κολούειν νομίζων, ἀλλ᾽ ἀντὶ δόξης ἢ δυνάμεως ἢ εὐτυχίας ἤ τινος ὁμοίου τῇ ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος
129
τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι, ποτὲ δ᾽ ἄλλην τινὰ κάκωσιν ἢ δυστυχίαν, ὡς Ὅμηρος 131
130
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσινἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλ᾽ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν ἢ μακάριον καὶ τὴν δύναμιν ἢ τὴν δόξαν εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω[p. 60] καὶ Μένανδρος
132
ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος, Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν ὅταν λέγῃ και
133 καλοῦμ᾽ ὑπὸ πάντων, μακάριος δ᾽ ὑπ᾽ οὐδενός
μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίοςκαί
134
τί τὴν τυραννίδ᾽, ἀδικίαν εὐδαίμονα, τιμᾷςἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.
135
ἐκεῖνο δ᾽ οὐχ ἅπαξ ἀλλὰ πολλάκις ὑπομνηστέον ἐστὶ τοὺς νέους:, ἐνδεικνυμένους αὐτοῖς ὅτι μιμητικὴν ἡ ποίησις ὑπόθεσιν ἔχουσα κόσμῳ μὲν καὶ λαμπρότητι χρῆται περὶ τὰς ὑποκειμένας πράξεις καὶ τὰ ἤθη, τὴν δ᾽ ὁμοιότητα τοῦ ἀληθοῦς οὐ προλείπει , τῆς: μιμήσεως ἐν τῷ πιθανῷ τὸ ἀγωγὸν ἐχούσης. διὸ καὶ κακίας καὶ ἀρετῆς σημεῖα μεμιγμένα ταῖς πράξεσιν ἡ μὴ παντάπασι τῆς ἀληθείας ὀλιγωροῦσα συνεκφέρει μίμησις, ὥσπερ ἡ Ὁμήρου πολλὰ πάνυ τοῖς Στωϊκοῖς χαίρειν φράζουσα, μήτε τι φαῦλον ἀρετῇ προσεῖναι μήτε κακίᾳ χρηστὸν ἀξιοῦσιν, ἀλλὰ πάντως μὲν ἐν πᾶσιν ἁμαρτωλὸν εἶναι τὸν ἀμαθῆ , περὶ πάντα δ᾽ αὖ κατορθοῦν τὸν ἀστεῖον. ταῦτα γὰρ ἐν ταῖς σχολαῖς ἀκούομεν: ἐν δὲ τοῖς πράγμασι καὶ τῷ βίῳ τῶν πολλῶν κατὰ τὸν Εὐριπίδην [p. 61]
οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, 136ἄνευ δὲ, τοῦ ἀληθοῦς μάλιστα μὲν ἡ ποιητικὴ τῷ ποικίλῳ χρῆται καὶ πολυτρόπῳ. τὸ γὰρ ἐμπαθὲς καὶ παράλογον καὶ ἀπροσδόκητον, ᾧ πλείστη μὲν ἔκπληξις ἕπεται πλείστη δὲ χάρις, αἱ μεταβολαὶ παρέχουσι τοῖς μύθοις τὸ δ᾽ ἁπλοῦν ἀπαθὲς καὶ ἄμυθον. ὅθεν οὔτε νικῶντας ἀεὶ πάντα ποιοῦσι τοὺς αὐτοὺς οὔτ᾽ εὑημεροῦντας οὔτε κατορθοῦντας ἀλλ᾽ οὐδὲ τοῖς θεοῖς, ὅταν εἰς ἀνθρωπίνας ἐμπέσωσι πράξεις, ἀπαθέσι χρῶνται καὶ ἀναμαρτήτοις, ἵνα μηδαμοῦ τό τε ταράττον καὶ τὸ ἐκπλῆττον ἀργῇ τῆς ποιήσεως ἀκίνδυνον καὶ ἀναγώνιστον γιγνόμενον.
ἀλλ᾽ ἔστι τις σύγκρασις
οὕτως οὖν τούτων ἐχόντων ἐπάγωμεν τοῖς ποιήμασι τὸν νέον μὴ τοιαύτας ἔχοντα δόξας περὶ τῶν καλῶν ἐκείνων καὶ μεγάλων ὀνομάτων, ὡς ἄρα σοφοὶ καὶ δίκαιοι οἱ ἄνδρες ἦσαν, ἄκροι τε βασιλεῖς καὶ κανόνες ἀρετῆς ἁπάσης καὶ ὀρθότητος. ἐπεὶ βλαβήσεται μεγάλα δοκιμάζων πάντα καὶ τεθηπώς, μὴ δυσχεραίνων δὲ μηδὲν μηδ᾽ ἀκούων μηδ᾽ ἀποδεχόμενος τοῦ ψέγοντος αὐτοὺς τοιαῦτα πράττοντας καὶ λέγοντας
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, 137καὶ [p. 62]
μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσσοι ἔασι,
μήτε τις Ἀργείων, νῶιν δ᾽ ἐκδῦμεν ὄλεθρον,
ὄφρ᾽ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύοιμεν
οἰκτροτάτην δ᾽ ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς 138καὶ
Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
ἀμφ᾽ ἐμοὶ
παλλακίδι προμιγῆναι, ἵν᾽ ἐχθήρειε γέροντα. 139καί
τῇ πιθόμην καὶ ἔρεξα
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλοςμηδὲν οὖν ἐπαινεῖν ἐθιζέσθω τοιοῦτον ὁ νέος, μηδὲ προφάσεις λέγων μηδὲ παραγωγάς τινας εὐπρεπεῖς ἐπὶ πράγμασι φαύλοις μηχανώμενος πιθανὸς ἔστω καὶ πανοῦργος, ἀλλ᾽ ἐκεῖνο μᾶλλον οἰέσθω, μίμησιν εἶναι τὴν ποίησιν ἠθῶν καὶ βίων, καὶ ἀνθρώπων οὐ τελείων οὐδὲ καθαρῶν οὐδ᾽ ἀνεπιλήπτων παντάπασιν, ἀλλὰ μεμιγμένων πάθεσι καὶ δόξαις ψευδέσι καὶ ἀγνοίαις, διὰ δ᾽ εὐφυΐαν αὑτοὺς πολλάκις μετατιθέντων πρὸς τὸ κρεῖττον. ἡ γὰρ τοιαύτη παρασκευὴ τοῦ νέου καὶ διάνοια, τοῖς μὲν εὖ λεγομένοις καὶ πραττομένοις, ἐπαιρομένου καὶ συνενθουσιῶντος, τὰ δὲ φαῦλα μὴ προσιεμένου καὶ δυσχεραίνοντος, ἀβλαβῆ παρέξει τὴν ἀκρόασιν. ὁ δὲ πάντα θαυμάζων καὶ πᾶσιν ἐξοικειούμενος καὶ καταδεδουλωμένος τῇ δόξῃ τὴν κρίσιν ὑπὸ τῶν ἡρωϊκῶν ὀνομάτων, ὥσπερ οἱ τὴν Πλάτωνος ἀπομιμούμενοι κυρτότητα καὶ τὴν Ἀριστοτέλους τραυλότητα, λήσεται πρὸς πολλὰ τῶν φαύλων εὐχερὴς γενόμενος. δεῖ δὲ μὴ δειλῶς; μηδ᾽ ὥσπερ ὑπὸ δεισιδαιμονίας ἐν ἱερῷ φρίττειν ἅπαντα; καὶ προσκυνεῖν, ἀλλὰ θαρραλέως ἐθιζόμενον [p. 63] ἐπιφωνεῖν μηδὲν ἧττον τοῦ ‘ὀρθῶς’ καὶ ‘πρεπόντως’ τὸ ‘ οὐκ ὀρθῶς’ καὶ ‘ὁ προσηκόντως ’ οἷον ὁ Ἀχιλλεὺς ἐκκλησίαν συνάγει τῶν στρατιωτῶν νοσούντων, ἀσχάλλων μὲν ἀργοῦντι τῷ πολέμῳ μάλιστα πάντων διὰ τὴν ἐν ταῖς στρατείαις ἐπιφάνειαν αὐτοῦ καὶ δόξαν, ἰατρικὸς δ᾽ ὢν καὶ μεθ᾽ ἡμέραν ἐνάτην ταῦτα κρίνεσθαι πέφυκεν αἰσθόμενος οὐκ οὖσαν συνήθη τὴν νόσον οὐδὲ συνεστῶσαν ἀπὸ κοινῶν αἰτιῶν, ἀναστὰς οὐ δημαγωγεῖ πρὸς τὸν 141 ὄχλον, ἀλλὰ τῷ βασιλεῖ γίγνεται σύμβουλος
140
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίωὀρθῶς ταῦτα καὶ μετρίως καὶ πρεπόντως τοῦ δὲ μάντεως δεδιέναι φήσαντος τὴν ὀργὴν τοῦ δυνατωτάτου τῶν Ἑλλήνων, οὐκέτ᾽ ὀρθῶς οὐδὲ μετρίως, ἐπομόσας μηδένα προσοίσειν χεῖρας αὐτῷ ζῶντος αὐτοῦ, προστίθησιν
142 ἄψ ἀπονοστήσειν
οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς, ἐνδεικνύμενος ὀλιγωρίαν καὶ περιφρόνησιν τοῦ ἄρχοντος. ἐκ δὲ τούτου μᾶλλον παροξυνθεὶς ἐπὶ τὸ ξίφος φέρεται σφάττειν διανοούμενος, οὔτε πρὸς τὸ καλὸν ὀρθῶς οὔτε πρὸς τὸ συμφέρον. εἶτ᾽ αὖθις μετανοήσας
143
ἄψ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ᾽ ἀπίθησε 144, ὀρθῶς πάλιν καὶ καλῶς, ὅτι τὸν θυμὸν ἐκκόψαι παντάπασι μὴ δυνηθεὶς , ὅμως πρὶν ἀνήκεστόν τι [p. 64] δρᾶσαι μετέστησε καὶ κατέσχεν εὐπειθῆ τῷ λογισμῷ γενόμενον. πάλιν ὁ Ἀγαμέμνων ἐν μὲν τοῖς περὶ τὴν ἐκκλησίαν γιγνομένοις καὶ λεγομένοις ὑπ᾽ αὐτοῦ καταγέλαστός ἐστιν, ἐν δὲ τοῖς περὶ Χρυσηίδα σεμνότερος καὶ βασιλικώτερος. ὁ μὲν γὰρ Ἀχιλλεὺς ἀγομένης τῆς Βρισηίδος
μύθῳ Ἀθηναίης
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, οὗτος δ᾽ αὐτὸς εἰς τὴν ναῦν ἐμβιβάζων καὶ παραδιδοὺς καὶ ἀποπέμπων τὴν ἄνθρωπον ἣν ὀλίγῳ πρόσθεν εἴρηκε τῆς γαμετῆς τῇ εὐνοίᾳ προκρίνειν, οὐδὲν ἐρωτικὸν οὐδ᾽ αἰσχρὸν ἐποίησε. καὶ μὴν ὁ Φοίνιξ διὰ τὴν παλλακίδα κατάρατος ὑπὸ τοῦ πατρὸς γενόμενος
145
τὸν μὲν ἐγὤ φησὶ ῾βούλευσα κατακτάμεν ὀξέι 146 χαλκῷὁ μὲν οὖν Ἀρίσταρχος ἐξεῖλε ταῦτα τὰ ἔπη φοβηθείς: ἔχει δὲ πρὸς τὸν καιρὸν ὀρθῶς, τοῦ Φοίνικος τὸν Ἀχιλλέα διδάσκοντος οἷόν ἐστιν ὀργὴ καὶ ὅσα διὰ θυμὸν ἄνθρωποι τολμῶσι, μὴ χρώμενοι λογισμῷ μηδὲ πειθόμενοι τοῖς παρηγοροῦσι. καὶ γὰρ τὸν Μελέαγρον ἐπεισάγει τοῖς πολίταις ὀργιζόμενον, εἶτα πραϋνόμενον, ὀρθῶς τὰ πάθη ψέγων, τὸ δὲ μὴ συνακολουθεῖν ἀλλ᾽ ἀντιτάττεσθαι καὶ κρατεῖν καὶ μετανοεῖν ἐπαινῶν ὡς καλὸν καὶ συμφέρον. ἐνταῦθα μὲν οὖν ἡ διαφορὰ πρόδηλος: ὅπου δ᾽ ἀσαφῆ τὰ τῆς [p. 65] γνώμης, διοριστέον οὕτω πως ἐφιστάντας τὸν νέον. εἰ μὲν ἡ Ναυσικάα ξένον ἄνδρα τὸν Ὀδυσσέα θεασαμένη καὶ παθοῦσα τὸ τῆς Καλυψοῦς πάθος πρὸς αὐτόν, ἅτε δὴ τρυφῶσα καὶ γάμων ὥραν ἔχουσα, τοιαῦτα μωραίνει πρὸς τὰς θεραπαινίδας
ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὃς ῥ᾽ ἐνὶ θυμῷ
δήμου θῆκε φάτιν καὶ ὀνείδεα πόλλ᾽ ἀνθρώπων,
ὡς μὴ πατροφόνος μετ᾽ Ἀχαιοῖσιν καλεοίμην
αἲ γὰρ ἐμοὶ 147 τοιόσδε πόσις κεκλημένος εἴη, ψεκτέον τὸ θράσος αὐτῆς καὶ τὴν ἀκολασίαν εἰ δὲ τοῖς λόγοις τοῦ ἀνδρὸς τὸ ἦθος ἐνιδοῦσα καὶ θαυμάσασα τὴν ἔντευξιν αὐτοῦ πολὺν νοῦν ἔχουσαν εὔχεται τοιούτῳ συνοικεῖν μᾶλλον ἢ πλωτικῷ τινι καὶ ὀρχηστικῷ τῶν πολιτῶν, ἄξιον ἄγασθαι. πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δ᾽ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος Ὀδυσσεὺς
ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμόνεἰ μὲν ἐπὶ τῇ δωροδοκίᾳ καὶ πλεονεξίᾳ χαίρει, τὸν κωμῳδούμενον ὑπερβάλλει μαστροπείᾳ Πολίαγρον
148
εὐδαίμων Πολίαγροςεἰ δὲ μᾶλλον οἰόμενος ὑποχειρίους ἕξειν διὰ τὴν ἐλπίδα θαρροῦντας 150 καὶ τὸ μέλλον οὐ προσδοκῶντας, λόγον ἔχει τὸ ἡδόμενον αὐτῷ καὶ θαρροῦν. ὁμοίως ἐπὶ τῇ διαριθμήσει τῶν χρημάτων, ἃ συνεξέθηκαν οἱ Φαίακες αὐτῷ καὶ ἀπέπλευσαν, εἰ μὲν [p. 66] ἀληθῶς ἐν ἐρημίᾳ τοσαύτῃ καὶ τῶν καθ᾽ αὑτὸν ἀσαφείᾳ καὶ ἀδηλότητι γεγονὼς περὶ τῶν χρημάτων φοβεῖται
149 οὐράνιον αἶγα πλουτοφόρον τρέφων
μὴ τί οἱ οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες 151, οἰκτείρειν ἄξιον ἢ βδελύττεσθαι νὴ Δία τὴν φιλοπλουτίαν: εἰ δ᾽, ὥσπερ ἔνιοι λέγουσι, περὶ τῆς Ἰθάκης ἀμφιδοξῶν οἴεται τὴν τῶν χρημάτων σωτηρίαν ἀπόδειξιν εἶναι τῆς τῶν Φαιάκων ὁσιότητος οὐ γὰρ ἂν ἀκερδῶς φέροντας αὐτὸν εἰς ἀλλοτρίαν ἐκβαλεῖν χώραν καὶ καταλιπεῖν, ἀποσχομένους τῶν χρημάτων, οὔτε φαύλῳ τεκμηρίῳ χρῆται καὶ τὴν πρόνοιαν ἄξιον ἐπαινεῖν. ἔνιοι δὲ καὶ τὴν ἔκθεσιν αὐτὴν εἰ μὲν ἀληθῶς ἐγένετο καθεύδοντος ψέγουσι, καὶ Τυρρηνοὺς ἱστορίαν τινά φασι διαφυλάττειν ὡς ὑπνώδους φύσει τοῦ Ὀδυσσέως γενομένου καὶ δυσεντεύκτου διὰ τοῦτο τοῖς πολλοῖς ὄντος. εἰ δ᾽ οὐκ ἦν ἀληθὴς ὁ ὕπνος, ἀλλ᾽ αἰδούμενος μὲν ἀποπέμψαι τοὺς Φαίακας ἄνευ ξενίων καὶ φιλοφροσύνης, μὴ δυνάμενος δὲ τοὺς ἐχθροὺς λαθεῖν ἐκείνων συμπαρόντων ἐχρήσατο τῆς ἀπορίας παρακαλύμματι, κοιμωμένῳ ποιήσας ὅμοιον ἑαυτόν, ἀποδέχονται. καὶ ταῦτα δὴ τοῖς νέοις ὑποδεικνύοντες οὐκ ἐάσομεν φορὰν πρὸς τὰ φαῦλα γίγνεσθαι τῶν ἠθῶν ἀλλὰ τῶν βελτιόνων ζῆλον καὶ προαίρεσιν, εὐθὺς τοῖς μὲν τὸ ψέγειν τοῖς δὲ τὸ ἐπαινεῖν ἀποδιδόντες;. μάλιστα δὲ τοῦτο δεῖ 153 ποιεῖν ἐν ταῖς τραγῳδίαις, ὅσαι λόγους ἔχουσι πιθανοὺς καὶ πανούργους ἐν πράξεσιν [p. 67] ἀδόξοις καὶ πονηραῖς. οὐ πάνυ γὰρ ἀληθὲς τὸ τοῦ Σοφοκλέους λέγοντος
152
οὐκ ἔστ᾽ ἀπ᾽ ἔργων μὴ καλῶν ἔπη καλάκαὶ γὰρ οὗτος 155 εἴωθεν ἤθεσι φαύλοις καὶ ἀτόποις πράγμασι λόγους ἐπιγελῶντας καὶ φιλανθρώπους αἰτίας πορίζειν. καὶ ὁ σύσκηνος αὐτοῦ πάλιν ὁρᾷς ὅτι τήν τε Φαίδραν καὶ προσεγκαλοῦσαν τῷ Θησεῖ πεποίηκεν ὡς διὰ τὰς ἐκείνου παρανομίας ἐρασθεῖσαν τοῦ Ἱππολύτου. τοιαύτην δὲ καὶ τῇ Ἑλένῃ παρρησίαν κατὰ τῆς Ἑκάβης ἐν ταῖς Τρῳάσι 156 δίδωσιν, οἰομένῃ δεῖν ἐκείνην κολάζεσθαι μᾶλλον ὅτι μοιχὸν αὐτῆς ἔτεκε. μηδὲν οὖν τούτων κομψὸν ἡγεῖσθαι καὶ πανοῦργον ὁ νέος ἐθιζέσθω, μηδὲ προσμειδιάτω ταῖς τοιαύταις εὑρησιλογίαις ἀλλὰ βδελυττέσθω τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα τῆς ἀκολασίας.
154
ἐπὶ πᾶσι τοίνυν καὶ τὸ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἐπιζητεῖν χρήσιμόν ἐστιν. ὁ μὲν γὰρ Κάτων ἔτι παιδάριον ὢν ἔπραττε μὲν ὃ προστάξειεν ὁ παιδαγωγός, αἰτίαν δὲ καὶ λόγον ἀπῄτει τοῦ προστάγματος: τοῖς δὲ ποιηταῖς οὐ πειστέον ὥσπερ παιδαγωγοῖς ἢ νομοθέταις, ἂν μὴ λόγον ἔχῃ τὸ ὑποκείμενον . ἕξει δέ, ἄνπερ χρηστὸν ἂν δὲ μοχθηρόν, ὀφθήσεται κενὸν καὶ μάταιον. ἀλλ᾽ οἱ πολλοὶ τῶν μὲν τοιούτων τὰς αἰτίας πικρῶς ἀπαιτοῦσι καὶ διαπυνθάνονται πῶς λέλεκται
μηδέ ποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν πινόντων[p. 68] καὶ
ὃς δέ κ᾽ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ᾽ ἅρμαθ᾽ ἵκηται,τῶν δὲ μειζόνων ἀβασανίστως δέχονται τὴν πίστιν, οἷα καὶ ταῦτ᾽ ἐστὶν
ἔγχει ὀρεξάσθω
157
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,, καὶ
158 ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς κακά
σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα 159καίτοι ταῦτα τῶν ἠθῶν ἅπτεται καὶ τοὺς βίους διαταράττει, κρίσεις ἐμποιοῦντα φαύλας καὶ δόξας ἀγεννεῖς, ἂν μὴ πρὸς ἕκαστον αὐτῶν εἰθισμένοι λέγωμεν ‘ διὰ τί σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα 161 καὶ μὴ μᾶλλον ἀνταίρειν τῇ τύχῃ καὶ ποιεῖν ὑψηλὸν ἑαυτὸν καὶ ἀταπείνωτον; διὰ τί δέ, ἂν ἐκ πατρὸς φαύλου καὶ ἀνοήτου γεγονὼς αὐτὸς ὦ χρηστὸς καὶ φρόνιμος, οὐ προσήκει μοι διὰ τὴν ἐμὴν ἀρετὴν μέγα φρονεῖν ἀλλὰ καταπεπλῆχθαι καὶ ταπεινὸν εἶναι: διὰ τὴν τοῦ πατρὸς ἀμαθίαν;’ ὁ γὰρ οὕτως ἀπαντῶν καὶ ἀντερείδων καὶ μὴ παντὶ λόγῳ πλάγιον ὥσπερ πνεύματι παραδιδοὺς ἑαυτὸν ἀλλ᾽ ὀρθῶς ἔχειν νομίζων τὸ ‘ βλὰξ 162 ἄνθρωπος ἐπὶ παντὶ λόγῳ φιλεῖ ἐπτοῆσθαι’ πολλὰ διακρούσεται τῶν οὐκ ἀληθῶς οὐδ᾽ ὠφελίμως λεγομένων. ταῦτα μὲν οὖν ἀβλαβῆ παρέξει τὴν τῶν ποιημάτων ἀκρόασιν.
160
ἐπεὶ δ᾽ ὥσπερ ἐν ἀμπέλου φύλλοις καὶ κλήμασιν εὐθαλοῦσι πολλάκις ὁ καρπὸς ἀποκρύπτεται [p. 69] καὶ λανθάνει κατασκιαζόμενος, ,οὕτως ἐν, ποιητικῇ λέξει καὶ μυθεύμασι περικεχυμένοις πολλὰ διαφεύγει τὸν νέον ὠφέλιμα καὶ χρήσιμα δεῖ δὲ τοῦτο μὴ πάσχειν ἀποπλανᾶσθαι τῶν πραγμάτων, ἐμφύεσθαι μάλιστα τοῖς πρὸς ἀρετὴν φέρουσι καὶ δυναμένοις πλάττειν τὸ ἦθος, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν ἐν βραχέσιν, ἁψάμενον ὡς ἐν τύπῳ τῶν πραγμάτων, μήκη δὲ καὶ κατασκευὰς καὶ παραδειγμάτων ὄχλον ἐῶντα τοῖς ἐπιδεικτικώτερον γράφουσι πρῶτον μὲν οὖν τὰ χρηστὰ καὶ τὰ φαῦλα γιγνώσκων ὁ νέος καὶ πρόσωπα τοῖς λεγομένοις προσεχέτω καὶ ταῖς πράξεσιν ἃς ὁ ποιητὴς ἑκατέροις προσηκόντως ἀποδίδωσιν οἷον ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀγαμέμνονα λέγει, καίπερ λέγων μετ᾽
οὐ γὰρ σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ᾽ Ἀχαιοὶὁ δὲ Θερσίτης τῷ αὐτῷ λοιδορούμενος λέγει
163 Τρώων ἐκπέρσως1᾽ εὖ ναιόμενον πτολίεθρον
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες, καὶ πάλιν ὁ Ἀχιλλεὺς
164 εἰσὶν ἐνὶ κλισίῃς 165 ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
πρωτίστῳ δίδομεν, εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν
αἴ κέ ποθι Ζεὺςὁ δὲ Θερσίτης
166 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶνπάλιν τοῦ Ἀγαμέμνονος ἐν τῇ ἐπιπωλήσει τὸν Διομήδην λοιδορήσαντος ὁ μὲν οὐδὲν ἀντεῖπεν [p. 70]
167
αἰδεσθεὶς: βασιλῆος ἐνιπὴν αἰδοίοιο, ὁ δὲ Σθένελος, οὗ μηδεὶς λόγος,
168
Ἀτρείδἠ φησί, μὴ ψεύδε᾽ ἐπιστάμενος σάφα 169 εἰπεῖν.ἡ γὰρ τοιαύτη διαφορὰ μὴ παρορωμένη διδάξει τὸν νέον ἀστεῖον ἡγεῖσθαι τὴν ἀτυφίαν καὶ μετριότητα, τὴν δὲ μεγαλαυχίαν καὶ περιαυτολογίαν ὡς φαῦλον εὐλαβεῖσθαι. χρήσιμον δὲ καὶ τὸ τοῦ Ἀγαμέμνονος κατανοεῖν ἐνταῦθα: τὸν μὲν γὰρ Σθένελον ἀπροσαύδητον παρῆλθε, τοῦ δ᾽ Ὀδυσσέως οὐκ ἠμέλησεν ἀλλ᾽ ἠμείψατο καὶ προσηγόρευσεν,
ἡμεῖς τοι πατέρων μέγ᾽ ἀμείνονες εὐχόμεθ᾽ εἶναι
ὡς γνῶ χωομένοιο: πάλιν δ᾽ ὅ γε λάζετο μῦθοντὸ μὲν γὰρ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ ἀξιωματικόν τὸ δὲ πάντων καταφρονεῖν ὑπερήφανον καὶ ἀνόητον. ἄριστα δ᾽ ὁ Διομήδης ἐν μὲν τῇ μάχῃ σιωπᾷ κακῶς ἀκούων ὑπὸ τοῦ βασιλέως, μετὰ δὲ τὴν μάχην παρρησίᾳ χρῆται πρὸς αὐτὸν
170
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσινεὖ δ᾽ ἔχει καὶ φρονίμου διαφορὰν ἀνδρὸς καὶ μάντεως πανηγυρικοῦ μὴ παραλιπεῖν. ὁ μὲν γὰρ Κάλχας οὐ συνεῖδε τὸν καιρόν, ἀλλ᾽ ἐν πλήθει παρ᾽ οὐδὲν ἐποιήσατο κατηγορῆσαι τοῦ βασιλέως ὡς τὸν λοιμὸν αὐτοῖς ἐπαγαγόντος: 172 ὁ δὲ Νέστωρ βουλόμενος ἐμβάλλειν λόγον ὑπὲρ τῶν πρὸς τὸν Ἀχιλλέα [p. 71] διαλλαγῶν, ἵνα μὴ διαβάλλειν δοκῇ τὸν Ἀγαμέμνονα πρὸς τὸ πλῆθος; ὡς ἁμαρτόντα καὶ χρησάμενον ὀργῇ,
171
δαίνυ δαῖτα γέρουσιν: ἔοικέ τοι, οὔ τοι ἀεικὲςκαὶ μετὰ τὸ δεῖπνον ἐξαποστέλλει τοὺς πρέσβεις: τοῦτο γὰρ ἦν ἐπανόρθωσις ἁμαρτίας, ἐκεῖνο δὲ κατηγορία καὶ προπηλακισμός Ἔτι δὲ καὶ τὰς ἐν τοῖς γένεσι διαφορὰς σκεπτέον, ὧν τοιοῦτός ἐστιν ὁ τρόπος. οἱ μὲν Τρῶες ἐπίασι μετὰ κραυγῆς καὶ θράσους, οἱ δ᾽ Ἀχαιοὶ
173 πολλῶν δ᾽ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
βουλὴν βουλεύσῃ.
σιγῇ δειδιότες σημάντοραςτὸ γὰρ ἐν χερσὶ τῶν πολεμίων ὄντων φοβεῖσθαι τοὺς ἄρχοντας ἀνδρείας ἅμα καὶ πειθαρχίας σημεῖον. ὅθεν ὁ μὲν Πλάτων ἐθίζει τοὺς ψόγους φοβεῖσθαι καὶ τὰ αἰσχρὰ μᾶλλον τοὺς πόνους καὶ τοὺς κινδύνους, ὁ δὲ Κάτων ἔλεγε φιλεῖν τοὺς ἐρυθριῶντας μᾶλλον ἢ τοὺς: ὠχριῶντας. ἔστι δὲ καὶ τῶν ἐπαγγελιῶν ἴδιος χαρακτήρ. ὁ μὲν γὰρ Δόλων πο ἐπαγγέλλεται
174
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρ᾽ ἂνιορωμαι ὁ δὲ Διομήδης ἐπαγγέλλεται μὲν οὐδέν, ἧττον δ᾽ ἄν φησι φοβηθῆναι μεθ᾽ ἑτέρου πεμπόμενος. Ἑλληνικὸν οὖν καὶ ἀστεῖον ἡ πρόνοια, βαρβαρικὸν δὲ καὶ φαῦλον ἡ θρασύτης: καὶ δεῖ τὸ μὲν ζηλοῦν τὸ δὲ δυσχεραίνειν. ἔχεται δέ τινος οὐκ ἀχρήστου [p. 72] θεωρίας καὶ τὸ περὶ τοὺς Τρῶας καὶ τὸν Ἕκτορα πάθος, τοῦ Αἴαντος αὐτῷ μονομαχεῖν μέλλοντος. ὁ μὲν γὰρ Αἰσχύλος Ἰσθμοῖ πύκτου πληγέντος εἰς τὸ πρόσωπον καὶ κραυγῆς γενομένης, ‘οἷον’ εἶπεν ‘ἡ ἄσκησίς ἐστιν. οἱ θεώμενοι βοῶσιν, ὁ δὲ πληγεὶς σιωπᾷ’ τοῦ δὲ ποιητοῦ λέγοντος ὅτι τὸν Αἴαντα τῶν ὅπλων ποιούντων λαμπρὸν οἱ μὲν Ἕλληνες ἔχαιρον ὁρῶντες,
175 νῆ Ἀγαμεμνονέην
Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον, 176, τίς οὐκ ἂν ἀγάσαιτο τὴν διαφοράν; τοῦ μὲν κινδυνεύοντος ἡ καρδία πηδᾷ μόνον, ὥσπερ παλαίειν νὴ Δί᾽ ἢ σταδιοδρομεῖν μέλλοντος, τῶν δὲ θεωμένων τρέμει καὶ πάλλεται τὸ σῶμα δι᾽ εὔνοιαν καὶ φόβον ὑπὲρ τοῦ βασιλέως. ἐνταῦθα δὲ καὶ τὴν τοῦ κρατίστου πρὸς τὸν κάκιστον διαφορὰν ἀποθεωρητέον. ὁ μὲν γὰρ Θερσίτης
Ἕκτορί τ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε
ἔχθιστος δ᾽ Ἀχιλῆι μάλιστ᾽ ἦν ἠδ᾽ Ὀδυσῆι, ὁ δ᾽ Αἴας ἀεί τε τῷ Ἀχιλλεῖ προσφιλὴς καὶ πρὸς τὸν Ἕκτορα λέγει περὶ αὐτοῦ
177
νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶοςκαὶ τοῦτο μὲν Ἀχιλλέως τὸ ἐγκώμιόν ἐστι, τὰ δ᾽ ἑξῆς ὑπὲρ ἁπάντων εἴρηται χρησίμως
178 οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
καὶ μετ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα
ἡμεῖς δ᾽ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν, [p. 73] οὔτε μόνον οὔτε ἄριστον ἀποφαίνων ἑαυτὸν ἀλλὰ μετὰ πολλῶν ὁμοίως δυνάμενον 180 ἀμύνασθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ διαφορᾶς, ἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν, ὅτι τῶν Τρώων ἑαλώκασι καὶ πολλοὶ 181 ζῶντες, οὐδεὶς δὲ τῶν Ἀχαιῶν, καὶ τῶν μὲν ὑποπεπτώκασιν ἔνιοι τοῖς πολεμίοις, ὥσπερ ὁ Ἄδραστος, οἱ Ἀντιμάχου παῖδες, ὁ Λυκάων, αὐτὸς ὁ Ἕκτωρ δεόμενος περὶ ταφῆς τοῦ Ἀχιλλέως, ἐκείνων δ᾽ οὐδείς, ὡς βαρβαρικοῦ τοῦ ἱκετεύειν καὶ ὑποπίπτειν ἐν τοῖς ἀγῶσιν ὄντος, Ἑλληνικοῦ δὲ τοῦ νικᾶν μαχόμενον ἢ ἀποθνῄσκειν.
179 καὶ πολέες
ἐπεὶ δ̓ ὥσπερ ἐν ταῖς νομαῖς ἡ μὲν μέλιττα διώκει τὸ ἄνθος, ἡ δ᾽ αἲξ τὸν θαλλόν, ἡ δ᾽᾽ δ᾽ ὗς τὴν ῥίζαν, ἄλλα δὲ ζῷα τὸ σπέρμα καὶ τὸν καρπόν, οὕτως , ἐν ταῖς ἀναγνώσεσι τῶν ποιημάτων ὁ μὲν ἀπανθίζεται τὴν ἱστορίαν, ὁ δ᾽ ἐμφύεται τῷ κάλλει καὶ τῇ κατασκευῇ τῶν ὀνομάτων, καθάπερ ὁ Ἀριστοφάνης περὶ τοῦ Εὐριπίδου φησὶ
χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ: οἱ δὲ τῶν πρὸς τὸ ἦθος εἰρημένων ὠφελίμως ἔχονται, πρὸς οὓς δὴ νῦν ἡμῖν ὁ λόγος ἐστίν, ὑπομιμνῄσκωμεν αὐτοὺς ὅτι δεινόν ἐστι τὸν μὲν φιλόμυθον μὴ λανθάνειν τὰ καινῶς ἱστορούμενα καὶ περιττῶς, μηδὲ τὸν φιλόλογον ἐκφεύγειν τὰ καθαρῶς πεφρασμένα καὶ ῥητορικῶς, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον καὶ μὴ παιγνίας 183 ἀλλὰ παιδείας ἕνεκα ποιημάτων [p. 74] ἁπτόμενον ἀργῶς καὶ ἀμελῶς ἀκούειν τῶν πρὸς ἀνδρείαν ἢ σωφροσύνην ἢ δικαιοσύνην ἀναπεφωνημένων, οἷα καὶ ταῦτ᾽ ἐστὶ
182
Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;τὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον. καὶ τῷ 185
ἀλλ᾽ ἄγε 184 δεῦρο, πέπον, παρ᾽ ἔμ᾽ ἵστασο: δὴ γὰρ ἔλεγχος
ἔσσεται, εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
χαῖρε δ᾽ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳτοιοῦτον ἐπιλογισμὸν δίδωσι, μήτε πλουσίῳ τινὶ μήτε καλῷ τὸ σῶμα μήτ᾽ ἰσχυρῷ τὴν θεὸν χαίρουσαν ἀλλὰ φρονίμῳ καὶ δικαίῳ ποιήσας, καὶ πάλιν τὸν Ὀδυσσέα φάσκουσα μὴ περιορᾶν μηδὲ προλείπειν
186
οὕνεκ᾽ ἐπητής ἐστι καὶ ἀγχίνοος καὶ ἐχέφρων,ἐνδείκνυται μόνον εἶναι τῶν ἡμετέρων θεοφιλὲς καὶ θεῖον ἀρετήν, εἴγε δὴ τὰ ὅμοια χαίρειν τοῖς ὁμοίοις πέφυκεν. ἐπεὶ δὲ μεγάλου δοκοῦντος εἶναι καὶ ὄντος τοῦ κρατεῖν ὀργῆς μεῖζόν ἐστιν ἡ φυλακὴ καὶ ἡ πρόνοια τοῦ μὴ περιπεσεῖν ὀργῇ μηδ᾽ ἁλῶναι, καὶ ταῦτα δεῖ τοῖς ἀναγιγνώσκουσιν ὑποδεικνύειν οὑκ μὴ παρέργως, ὅτι τὸν Πρίαμον ὁ Ἀχιλλεὺς ἀνασχετικὸς ὢν οὐδὲ πρᾶος ἡσυχίαν ἄγειν κελεύει καὶ μὴ παροξύνειν αὐτόν, οὕτως 188 [p. 75]
187
μηκέτι νῦν μ᾽ ἐρέθιζε, γέρον νοέω δὲ καὶ αὐτόςκαὶ τὸν Ἕκτορα λούσας καὶ περιστείλας αὐτὸς ἐπὶ τὴν ἀπήνην τίθησι, πρὶν ᾐκισμένον ὑπὸ τοῦ πατρὸς ὀφθῆναι,
189 Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
μή σε, γέρον, οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω,
καὶ ἱκέτην περ ἐόντα, Διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς,
μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο,τὸ γὰρ ἐπισφαλῶς πρὸς ὀργὴν ἔχοντα καὶ φύσει τραχὺν ὄντα καὶ θυμοειδῆ μὴ λανθάνειν ἑαυτὸν ἀλλ᾽ ἐξευλαβεῖσθαι καὶ φυλάττεσθαι τὰς αἰτίας καὶ προκαταλαμβάνειν τῷ λογισμῷ πόρρωθεν ὅπως οὐδ᾽ ἄκων τῷ πάθει περιπεσεῖται, θαυμαστῆς ἐστι προνοίας. οὕτω δὲ δεῖ καὶ πρὸς μέθην τὸν φίλοινον ἔχειν καὶ πρὸς ἔρωτα τὸν ἐρωτικόν: ὥσπερ ὁ Ἀγησίλαος οὐχ ὑπέμεινεν ὑπὸ τοῦ καλοῦ φιληθῆναι προσιόντος, ὁ δὲ Κῦρος οὐδ᾽ ἰδεῖν τὴν Πάνθειαν ἐτόλμησε, τῶν ἀπαιδεύτων τοὐναντίον ὑπεκκαύματα τοῖς πάθεσι συλλεγόντων καὶ πρὸς ἃ μάλιστα κακῶς καὶ ὀλισθηρῶς ἔχουσιν αὑτοὺς προϊεμένων. ὁ δ᾽ Ὀδυσσεὺς οὐ μόνον ἑαυτὸν ἀνέχει θυμούμενον, ἀλλὰ καὶ τὸν Τηλέμαχον ἐκ τοῦ λόγου συνιδὼν χαλεπὸν ὄντα καὶ μισοπόνηρον ἀμβλύνει καὶ παρασκευάζει πόρρωθεν ἡσυχίαν ἄγειν καὶ ἀνέχεσθαι, κελεύων
190 παῖδα ἰδών, Ἀχιλῆι δ᾽ ὀρινθείη φίλον ἦτορ
καὶ ἑ κατακτείνειε, Διὸς δ᾽ ἀλίτηται ἐφετμάς
εἰ δὲ μ᾽ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ[p. 76]
191
τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο ,ὥσπερ γὰρ τοὺς ἵππους οὐκ ἐν τοῖς δρόμοις χαλινοῦσιν ἀλλὰ πρὸ τῶν δρόμων, οὕτω τοὺς δυσκαθέκτους πρὸς τὰ δεινὰ καὶ θυμοειδεῖς προκαταλαμβάνοντες τοῖς λογισμοῖς καὶ προκαταρτύοντες ἐπὶ τοὺς ἀγῶνας ἄγουσι. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι: κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ
ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
ἢ βέλεσιν βάλλωσι: σὺ δ᾽ εἰσορόων ἀνέχεσθαι
Ζεῦ πάτερ Ἴδηθεν μεδέωνκαὶ τὸ
192
Ζεῦ ἄνα Δωδωναῖεκελεύων ἀναγιγνώσκειν ὑφ᾽ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλ᾽ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρύοπα Κρονίδην εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. βέλτιον δὲ ταῦτα τοῖς γραμματικοῖς παρέντας ἐκεῖνα μᾶλλον πιέζειν οἷς ἅμα τὸ χρήσιμον καὶ πιθανὸν ἔνεστιν 194
193
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι 195 ἐσθλὸςκαὶ
πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι[p. 77] τήν τε γὰρ ἀνδρείαν ἀποφαίνων μάθημα καὶ τὸ προσφιλῶς ἅμα καὶ κεχαρισμένως ἀνθρώποις ὁμιλεῖν ἀπ᾽ ἐπιστήμης καὶ κατὰ λόγον γίγνεσθαι νομίζων προτρέπει μὴ ἀμελεῖν ἑαυτῶν, ἀλλὰ μανθάνειν τὰ καλὰ καὶ προσέχειν τοῖς διδάσκουσιν, ὡς καὶ τὴν σκαιότητα καὶ τὴν δειλίαν ἀμαθίαν καὶ ἄγνοιαν οὖσαν. σφόδρα δὲ τούτοις κἀκεῖνα σύμφωνά ἐστιν ἃ λέγει περὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος
196
ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ᾽ ἴα πάτρη, 197θειότατον γὰρ ἀποφαίνει τὴν φρόνησιν καὶ βασιλικώτατον, ἐν ᾗ τίθεται τὴν μεγίστην ὑπεροχὴν τοῦ Διός, ἅτε δὴ καὶ τὰς ἄλλας ἀρετὰς ἕπεσθαι ταύτῃ νομίζων. ἐθιστέον δ᾽ ἅμα καὶ τούτων ἐγρηγορότως τὸν νέον ἀκούειν
ἀλλὰ Ζεὺς πρότερος; γεγόνει καὶ πλείονα ᾔδη᾽
ψεῦδος δ᾽ οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστὶκαί
198
Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας;καὶ
199 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπας;, ὡς οὔτε ψευδομένων τῶν φρονίμων οὔτε κακομαχούντων ἐν τοῖς: ἀγῶσιν οὔτε παρ᾽ ἀξίαν ἑτέροις ἐγκαλούντων. καὶ τὸν Πάνδαρον δὲ πεισθῆναι λέγων διὰ τὴν ἀφροσύνην τὰ ὅρκια συγχέαι δῆλὸς [p. 78] ἐστιν οὐκ ἂν ἀδικῆσαι τὸν φρόνιμον ἡγούμενος ὅμοια δ᾽ ἔστι καὶ περὶ σωφροσύνης ὑποδεικνύειν ἐφιστάντα τοῖς οὕτω λεγομένοις οιαὶ
200 ὦ πέπον, ἦ τ᾽ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων
τῷ δὲ γονὴ Προίτου ἐπεμήνατο, δῖ᾽ Ἄντεια, 201
κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλὰ τὸν οὔ τι
πεῖθ᾽ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην
ἡ δ᾽ ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές, 202ἐν μὲν οὖν τούτοις τῇ φρονήσει τὴν τοῦ σωφρονεῖν αἰτίαν ἀποδίδωσιν, ἐν δὲ ταῖς παρὰ τὰς μάχας κελεύσεσιν ἑκάστοτε λέγων
δῖα Κλυταιμνήστρη: φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν
αἰδώς, ὦ Λύκιοι. πόσε φεύγετε; νῦν θοοὶ ἔστεκαὶ 204
203
ἀλλ᾽ ἐν φρεσὶ θέσθε ἕκαστοςἀνδρείους ἔοικε ποιεῖν τοὺς σώφρονας διὰ τὸ αἰδεῖσθαι τὰ αἰσχρὰ καὶ τὰς ἡδονὰς δυναμένους ὑπερβαίνειν καὶ τοὺς κινδύνους ὑφίστασθαι. ἀφ᾽ ὧν καὶ Τιμόθεος ὁρμηθεὶς οὐ κακῶς ἐν τοῖς Πέρσαις τοὺς Ἕλληνας παρεκάλει
αἰδῶ καὶ νέμεσιν: δὴ γὰρ μέγα νεῖκος ὄρωρεν
σέβεσθ᾽ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχουΑἰσχύλος 206 δὲ καὶ τὸ πρὸς δόξαν ἔχειν ἀτύφως καὶ μὴ διασοβεῖσθαι μηδ᾽ ἐπαίρεσθαι τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις ἐν τῷ φρονεῖν τίθεται περὶ τοῦ Ἀμφιαράου γράφων [p. 79]
205
οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ᾽ εἶναι θέλει,τὸ γὰρ ἐφ᾽ ἑαυτῷ καὶ τῇ διαθέσει τῇ περὶ αὑτὸν οὔσῃ κρατίστῃ μεγαλοφρονεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι. πάντων οὖν ἀναγομένων εἰς τὴν φρόνησιν ἀποδείκνυται πᾶν εἶδος ἀρετῆς ἐπιγιγνόμενον ἐκ λόγου 207 καὶ διδασκαλίας.
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἀφ᾽ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα
ἡ μὲν οὖν μέλιττα φυσικῶς ἐν τοῖς δριμυτάτοις ἄνθεσι καὶ ταῖς τραχυτάταις ἀκάνθαις ἐξανευρίσκει τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν 208 πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ
δῶρ᾽, ἵνα μὴ οἱ ἕποιθ᾽ ὑπὸ Ἴλιον ἠνεμόεσσανῦὁ ὀρθῶς δὲ γ᾽ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας: οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδ᾽ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς πάλιν αἴσχιστα δοκεῖ τὸν υἱὸν ἡ Θέτις ἐφ᾽ ἡδονὰς παρακαλεῖν καὶ ἀναμιμνῄσκειν ἀφροδισίων. ἀλλὰ κἀνταῦθα δεῖ παραθεωρεῖν τὴν τοῦ Ἀχιλλέως [p. 80] ἐγκράτειαν, ὅτι τῆς Βρισηίδος ἐρῶν ἡκούσης πρὸς αὐτόν, εἰδὼς τὴν τοῦ βίου τελευτὴν ἐγγὺς οὖσαν οὐ σπεύδει τῶν ἡδονῶν πρὸς ἀπόλαυσιν οὐδ᾽ ὥσπερ οἱ πολλοὶ πενθεῖ τὸν φίλον ἀπραξίᾳ καὶ παραλείψει τῶν καθηκόντων; ἀλλὰ τῶν μὲν ἡδονῶν διὰ τὴν λύπην ἀπέχεται, ταῖς δὲ πράξεσι καὶ ταῖς στρατηγίαις ἐνεργός ἐστι. πάλιν ὁ Ἀρχίλοχος οὐκ ἐπαινεῖται λυπούμενος μὲν ἐπὶ τῷ ἀνδρὶ τῆς ἀδελφῆς διεφθαρμένῳ κατὰ θάλασσαν, οἴνῳ δὲ καὶ παιδιᾷ πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος. αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν
209 ἀλλ᾽ αὐτοῦ τέρποιτο μένων: μέγα γάρ οἱ ἔδωκεν
Ζεὺς ἄφενος
οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιονεἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς καὶ θαλίας: ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοσοφοῦσι καὶ πολιτευομένοις καὶ προιοῦσιν εἰς ἀγορὰν καὶ καταβαίνουσιν εἰς Ἀκαδήμειαν καὶ γεωργίαν ἐφέπουσιν; ὅθεν οὐδ᾽ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης, ὁ μὲν εὖ μάλα τοὺς Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ
210 θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων
τί δ᾽ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;παραβάλλων εὐθὺς “ αἰσχρὸν τὸ γ᾽ αἰσχρόν, κἂν δοκῇ κἂν μὴ δοκῇ,
211
” ὁ δὲ Κλεάνθης περὶ τοῦ πλούτου
φίλοις τε δοῦναι σῶμὰ τ᾽ εἰς νόσους πεσὸν[p. 81] μεταγράφων οὕτω
212 δαπάναισι σῶσαι
πόρναις τε δοῦναι σῶμὰ τ᾽ εἰς νόσους πεσόνκαὶ ὁ Ζήνων ἐπανορθούμενος τὸ τοῦ Σοφοκλέους
δαπάναις ἐπιτρῖψαι.
ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,μετέγραφεν
213 κείνου στὶ δοῦλος:, κἂν ἐλεύθερος μόλῃ
οὐκ ἔστι δοῦλος, ἢν ἐλεύθερος μόλῃ,τῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ καὶ μεγαλόφρονα καὶ ἀταπείνωτον. τί δὴ κωλύει καὶ ἡμᾶς ταῖς τοιαύταις ὑποφωνήσεσι τοὺς νέους παρακαλεῖν πρὸς τὸ βέλτιον, οὕτω πως χρωμένους τοῖς λεγομένοις;
τόδ᾽ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳοὔκ. ἀλλ᾽
214 τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ.
ὅτῳ τόξον μερίμνης εἰς ὃ συμφέρει πέσῃ.τὸ γὰρ: ἃ μὴ δεῖ βουλόμενον λαμβάνειν καὶ τυγχάνειν οἰκτρόν ἐστι καὶ ἄζηλον. καὶ 215
οὐκ ἐπὶ πᾶσὶν ς1᾽ ἐφύτευσ᾽ ἀγαθοῖς,μὰ Δία, φήσομεν, ἀλλὰ δεῖ σε χαίρειν, μὴ λυπεῖσθαι τυγχάνοντα μετρίων
216 Ἀγάμεμνον, Ἀτρεύς
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι
οὐ γὰρ ἐπὶ πᾶσὶν ς1᾿ ἐφύτευς1᾽ ἀγαθοῖς,[p. 82]
Ἀγάμεμνον, Ἀτρεύς.
αἰαῖ τόδ᾽ ἤδη θεῖον ἀνθρώποις κακόν, 217θηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν εἰδότα τὸ βέλτιον ὑπὸ τοῦ χείρονος ἐξ ἀκρασίας καὶ μαλακίας ἄγεσθαι.
ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.
τρόπος ἔσθ᾽ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.'καὶ τρόπος 219 μὲν οὖν καὶ λόγος ἢ τρόπος διὰ λόγου, καθάπερ ἱππεὺς 220 διὰ χαλινοῦ καὶ διὰ 221 πηδαλίου κυβερνήτης, οὐδὲν οὕτω φιλάνθρωπον οὐδὲ συγγενὲς ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον.
218
πρὸς θῆλυ νεύει μᾶλλον ἢ πὶ τἄρρενα;ἦν δὲ βέλτιον εἰπεῖν
222 ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.
ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιοςὡς ἀληθῶς καὶ ἰσόρροπος: δ᾽ δ᾽ ὑφ᾽ ἡδονῆς καὶ ὥρας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος.
φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.καὶ μὴν οὐδαμῶς, ἀλλὰ “ θάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
223
” φόβος δὲ τοῖς ἄφροσι καὶ ἀνοήτοις καὶ ἀχαρίστοις ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι.
τὴν δ᾽ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν [p. 83] διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσίοδος εἰπὼν
οὐδ᾽ ἂν βοῦς ἀπόλοιτ᾽, εἰ μὴ γείτων κακὸς εἴηκαὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος
224
τίς δ᾽ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ 226 εἴρηκεν. ὡς γὰρ φαρμάκου πρὸς ἓν ἁρμόσαντος νόσημα τὴν δύναμιν καταμαθόντες οἱ ἰατροὶ μετάγουσι καὶ χρῶνται πρὸς ἅπαν τὸ παραπλήσιον, οὕτω καὶ λόγον κοινοῦν καὶ δημοσιεύειν τὴν χρείαν δυνάμενον οὐ χρὴ περιορᾶν ἑνὶ πράγματι συνηρτημένον ἀλλὰ κινεῖν ἐπὶ πάντα τὰ ὅμοια, καὶ τοὺς νέους ἐθίζειν τὴν κοινότητα συνορᾶν καὶ μεταφέρειν ὀξέως τὸ οἰκεῖον, ἐν πολλοῖς παραδείγμασι ποιουμένους μελέτην καὶ ἄσκησιν ὀξυηκοΐας, ἵνα τοῦ Μενάνδρου λέγοντος
225
μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχειτοῦτο καὶ περὶ δόξης καὶ περὶ ἡγεμονίας καὶ περὶ λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως
227
σὺ δ᾽, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους, 228καὶ πρὸς τὸν ἄσωτον οἴωνται 229 λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον [p. 84]
ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς,ἢ κυβεύεις ἢ ὀρτυγοκοπεῖς ἢ καπηλεύεις ἢ τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδ᾽ ἄξιον τῆς εὐγενείας;
μὴ πλοῦτον εἴπῃς. οὐχὶ θαυμάζω θεόν 230οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδ᾽ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας.
ὃν χὠ 231 κάκιστος ῥᾳδίως ἐκτήσατο.
τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνακαὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. ἄριστα δ᾽ εἰρηκότος Ὁμήρου τὸ
232
Δύσπαρι εἶδος ἄριστεκαὶ τὸ
233
Ἕκτορ εἶδος ἄριστεψόγου γὰρ ἀποφαίνει καὶ λοιδορίας ἄξιον ᾧ μηδέν ἐστιν ἀγαθὸν εὐμορφίας κάλλιον ἐφαρμοστέον τοῦτο καὶ τοῖς ὁμοίοις, κολούοντα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς μηδενὸς ἀξίοις, καὶ διδάσκοντα τοὺς νέους ὄνειδος ἡγεῖσθαι καὶ λοιδορίαν τὸ ‘ χρήμασιν ἄριστε’ καὶ ‘ δείπνοις ἄριστε’ καὶ ‘ παισὶν ἢ ὑποζυγίοις ἄριστε’ καὶ νὴ Δία τὸ λέγειν ἐφεξῆς ‘ἄριστε ’ δεῖ γὰρ ἐκ τῶν καλῶν διώκειν τὴν ὑπεροχὴν καὶ περὶ τὰ πρῶτα πρῶτον εἶναι καὶ μέγαν ἐν τοῖς μεγίστοις: ἡ δ᾽ ἀπὸ μικρῶν δόξα καὶ φαύλων ἄδοξός ἐστι καὶ ἀφιλότιμος. τοῦτο δ᾽ ἡμᾶς εὐθὺς ὑπομιμνῄσκει τὸ παράδειγμα τὸ τοὺς 235 ψόγους [p. 85] ἀποθεωρεῖν καὶ τοὺς ἐπαίνους ἐν τοῖς Ὁμήρου μάλιστα ποιήμασιν: ἔμφασις γὰρ γίγνεται μεγάλη τοῦ τὰ σωματικὰ καὶ τυχηρὰ μὴ μεγάλης ἄξια σπουδῆς: νομίζειν. πρῶτον μὲν γὰρ ἐν ταῖς δεξιώσεσι καὶ ἀνακλήσεσιν οὐ καλοὺς οὐδὲ πλουσίους οὐδ᾽ ἰσχυροὺς προσαγορεύουσιν, ἀλλὰ τοιαύταις εὐφημίαις χρῶνται
234
διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦκαὶ
236
Ἕκτορ υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντεπο καὶ
237
ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα κῦδος Ἀχαιῶνκαὶ
238
δῖε Μενοιτιάδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷἔπειτα λοιδοροῦσιν οὐδὲν ἐφαπτόμενοι τῶν σωματικῶν, ἀλλὰ τοῖς ἁμαρτήμασι τοὺς ψόγους ἐπιφέροντες
239
οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιοκαί
240
αἶαν νεῖκος ἄριστε, κακοφραδέςκαὶ
241
Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; οὐδὲ τί σε χρὴ λαβραγόρην 242 ἔμεναικαὶ
αἶαν ἁμαρτοεπὲς βουγάιεκαὶ τέλος ὁ Θερσίτης ὑπὸ τοῦ Ὀδυσσέως οὐ χωλὸς οὐ φαλακρὸς οὐ κυρτὸς ἀλλ᾽ ἀκριτόμυθος [p. 86] λοιδορεῖται, τὸν δ᾽ Ἥφαιστον ἡ τεκοῦσα φιλοφρονουμένη προσηγόρευσεν ἀπὸ τῆς χωλότητος
243
ὄρσεο κυλλοπόδιον, ἐμὸν τέκοςοὕτως Ὅμηρος καταγελᾷ τῶν αἰσχυνομένων ἐπὶ χωλότησιν ἢ τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτ᾽ αἰσχρὸν τὸ μὴ δι᾽ ἡμᾶς ἀλλ᾽ ἀπὸ τύχης γιγνόμενον. δύο δὴ περιγίγνεται μεγάλα τοῖς ποιημάτων ἐπιμελῶς ἐθιζομένοις ἀκούειν, τὸ μὲν εἰς μετριότητα, μηδενὶ τύχην ἐπαχθῶς καὶ ἀνοήτως ὀνειδίζειν, τὸ δ᾽ εἰς μεγαλοφροσύνην, αὐτοὺς χρησαμένους τύχαις μὴ ταπεινοῦσθαι μηδὲ ταράττεσθαι, φέρειν δὲ πράως καὶ σκώμματα καὶ λοιδορίας καὶ γέλωτας, μάλιστα μὲν τὸ τοῦ Φιλήμονος ἔχοντας πρόχειρον
244
ἣδιον οὐδὲν οὐδὲ μουσικώτερονἂν δὲ φαίνηταί τις ἐπιλήψεως δεόμενος, τῶν ἁμαρτημάτων καὶ τῶν παθῶν ἐπιλαμβάνεσθαι , ὥσπερ ὁ τραγικὸς Ἄδραστος, τοῦ Ἀλκμέωνος εἰπόντος πρὸς αὐτὸν
245 ἔστ᾽ ἢ δύνασθαι λοιδορούμενον φέρειν
ἀνδροκτόνου γυναικὸς; ὁμογενὴς ἔφυς,ἀπεκρίνατο
246
σὺ δ᾽ αὐτόχειρ γε μητρὸς ἥ ς1᾽ ἐγείνατοκαθάπερ γὰρ οἱ τὰ ἱμάτια μαστιγοῦντες οὐχ ἅπτονται τοῦ σώματος, οὕτως οἱ δυστυχίας τινὰς ἢ δυσγενείας ὀνειδίζοντες εἰς τὰ ἐκτὸς ἐντείνονται κενῶς καὶ ἀνοήτως, τῆς ψυχῆς δ᾽ οὐ θιγγάνουσιν οὐδὲ τῶν ἀληθῶς ἐπανορθώσεως δεομένων καὶ δήξεως. [p. 87]
καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ βλαβερὰ ποιήματα λόγους καὶ γνώμας: ἀντιτάσσοντες ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως ὅ τι ἂν ἀστεῖον εὕρωμεν παρ᾽ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις, καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον ὅτι τὸ μὲν
οὔ τοι, τέκνον ἐμόν, 247 δέδοται πολεμήια ἔργα,καὶ τὸ “ Ζεὺς γάρ τοι νεμεσᾷ, ὅτ᾽ ἀμείνονι φωτὶ μάχοιο
ἀλλὰ σὺ γ᾽ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο
” οὐδὲν διαφέρει τοῦ ‘ γνῶθι σαυτόν,’ ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ: τὸ δὲ
νήπιοι, οὐδ᾽ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸςκαὶ τὸ
248
ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστηταὐτόν ἐστι τοῖς Πλάτωνος ἐν Γοργίᾳ 250 καὶ Πολιτείᾳ δόγμασι περὶ τοῦ ‘τὸ ἀδικεῖν κάκιον εἶναι τοῦ ἀδικεῖσθαι᾽ [p. 88] ’ καὶ τοῦ κακῶς πάσχειν τὸ ποιεῖν κακῶς βλαβερώτερον. ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου
249
θάρσει: πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνονὅτι τοῦτ᾽ ἐστὶ τὸ παρ᾽ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμαζόμενον, ὡς ‘οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν’ ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν: εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, οὐκ ἔστι μέγας ὁ παραμένων οὐδὲ δυσκαρτέρητος. τὰ δὲ τοῦ Θέσπιδος ταυτὶ
251
ὁρᾷς ὅτι Ζεὺς τῷδε πρωτεύει θεῶν, 252τί διαφέρει τοῦ ‘ πόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον,’ ὡς Πλάτων 253 ἔλεγε. τὸ δὲ
οὐ ψεῦδος οὐδὲ κόμπον οὐ μῶρον γέλων
ἀσκῶν τὸ δ᾽ ἡδὺ μοῦνος οὐκ ἐπίσταται
῾φάσωμενλεγόμενον ὑπὸ τοῦ Βακχυλίδου καὶ πάλιν ὑπὸ τοῦ Εὐριπίδου παραπλησίως καὶ τό
254 πιστὸν κῦδος ἔχειν ἀρετάν:
πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ
ἐγὼ δ᾽[p. 89]
255 οὐδὲν πρεσβύτερον νομίζω
τᾶς σωφροσύνας, ἐπεὶ
τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστι
῾τιμᾶν τὰν τέτασθε, πλούτῳ δ᾽ ἀρετὰν κατεργάσεσθαιἆρ᾽ οὐκ ἀπόδειξίς ἐστιν ὧν οἱ φιλόσοφοι λέγουσι περὶ πλούτου καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς χωρὶς ἀρετῆς ἀνωφελῶν ὄντων καὶ ἀνονήτων τοῖς ἔχουσι; τὸ γὰρ οὕτω συνάπτειν καὶ συνοικειοῦν τοῖς δόγμασιν ἐξάγει τὰ ποιήματα τοῦ μύθου καὶ τοῦ προσωπείου, καὶ σπουδὴν περιτίθησιν αὐτοῖς χρησίμως λεγομένοις: ἔτι δὲ προανοίγει: καὶ προκινεῖ τὴν τοῦ νέου ψυχὴν τοῖς ἐν φιλοσοφίᾳ λόγοις. ἔρχεται γὰρ οὐκ ἄγευστος αὐτῶν παντάπασιν οὐδ᾽ ἀνήκοος, οὐδ᾽ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. οἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος, οὐ προσιεμένους οὐδ᾽ ὑπομένοντας, ἂν μὴ καθάπερ ἐκ σκότους πολλοῦ μέλλοντες ἥλιον ὁρᾶν ἐθισθῶσιν οἷον ἐν νόθῳ φωτὶ κεκραμένης μύθοις ἀληθείας αὐγὴν ἔχοντι μαλακὴν ἀλύπως διαβλέπειν τὰ τοιαῦτα καὶ μὴ φεύγειν. προακηκοότες γὰρ ἐν τοῖς ποιήμασι καὶ προανεγνωκότες
256 δοκεῖτ᾽ , ἐν ἐσθλοῖς δὲ καθήσεσθ᾽ ἄνολβοι
τὸν φύντα θρηνεῖν εἰς ὅς1᾽ ἔρχεται κακά, 257καὶ [p. 90]
τὸν δ᾽ αὖ θανόντα καὶ πόνων πεπαυμένον
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων
ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυεῖν μόνονκαὶ “ ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη
258 Δήμητρος ἀκτῆς πώματὸς θ᾽ ὑδρηχόου;
259 ” καὶ
ἡ βροτῶν τ᾽ εὐπραξίαἧττον ταράττονται καὶ δυσκολαίνουσι παρὰ τοῖς φιλοσόφοις ἀκούοντες ὡς ‘ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς’ καὶ ‘ὁ τῆς φύσεως πλοῦτος ὥρισται’ καὶ ‘τὸ εὔδαιμον καὶ μακάριον οὐ χρημάτων πλῆθος οὐδὲ πραγμάτων ὄγκος οὐδ᾽ ἀρχαί τινες ἔχουσιν οὐδὲ δυνάμεις, ἀλλ᾽ ἀλυπία καὶ πραότης παθῶν καὶ διάθεσις ψυχῆς; τὸ κατὰ φύσιν ὁρίζουσα.’ Διὸ καὶ τούτων ἕνεκα καὶ τῶν προειρημένων ἁπάντων ἀγαθῆς δεῖ τῷ νέῳ κυβερνήσεως περὶ τὴν ἀνάγνωσιν, ἵνα μὴ προδιαβληθεὶς ἀλλὰ μᾶλλον προπαιδευθεὶς εὐμενὴς καὶ φίλος καὶ οἰκεῖος ὑπὸ ποιητικῆς ἐπὶ φιλοσοφίαν προπέμπηται.
τῶν τἀλάχιστα γίγνεται λυπουμένων