Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς ἀρχαίας ἱστορίας διὰ τὰ παράδοξα τῆς πράξεως οἱ πλεῖστοι νομίζουσι πλάσματα καὶ μύθους
τυγχάνειν εὑρὼν δ᾽ ἐγὼ καὶ ἐν τοῖς νῦν χρόνοις γεγονότα ὅμοια, τὰ ἐν τοῖς Ῥωμαϊκοῖς καιροῖς συμβεβηκότα ἐξελεξάμην, καὶ ἑκάστῳ πράγματι ἀρχαίῳ νεωτέραν ὁμοίαν διήγησιν ὑπέταξα,
ἀναγράψας καὶ τοὺς ἱστορήσαντας ἄνδρας.