next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Απχιδαμος. ζωγράφου τινός, Καφεισία, μέμνημαί 1 περὶ τῶν θεωμένων τοὺς γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον. ἔφη γὰρ ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμσῦ πολὺν ἀσπαζομένοις, τοὺς [p. 486] δὲ κομψοὺς καὶ φιλοτέχνους καθ᾽ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων προσαγορεύουσι. τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον τῶν ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ ἔργον διαλαμβάνοντας οὐδὲν ἀθέατον οὐδ᾽ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς τοὐναντίον γεγονότων. οἶμαι δὴ καὶ περὶ τὰς ἀληθινὰς πράξεις ὁμοίως τῷ μὲν ἀργοτέρῳ 2 τὴν διάνοιαν ἐξαρκεῖν πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας πύθοιτο τοῦ πράγματος: τὸν δὲ φιλότιμον καὶ φιλόκαλον τῶν ὑπὲρ ἀρετῆς ὥσπερ τέχνης μεγάλης ἀπειργασμένων 3 θεατὴν τὰ καθ᾽ ἕκαστα μᾶλλον εὐφραίνειν τῷ μὲν 4 τοῦ τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην ἔχοντος, τὸν δ᾽ ἐν 5 ταῖς αἰτίαις καὶ τοῖς ἐπὶ 6 μέρους ἀγῶνας ἀρετῆς 7 πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα καιρῷ καὶ πάθει μεμιγμένου λογισμοῦ 8. τοὺτου δὴ τοῦ γένους τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι δίελθέ τε τὴν πρᾶξιν ἡμῖν 9 ἀπ᾽ ἀρχῆς ὡς ἐπράχθη καὶ τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ 10 παρόντος, ὡς ἐμοῦ μηδ᾽ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτιάζειν. 11 [p. 487]

καφεισιας. ἀλλ᾽ ἔδει μέν, Ἀρχίδαμε, σοῦ δι᾽ εὔνοιαν οὕτω προθύμως τὰ πεπραγμένα μαθεῖν σπουδάζοντος, ἐμὲκαὶ ἀσχολίας ὑπέρτερον θέσθαικατὰ Πίνδαρον 12 τὸ δεῦρ᾽ ἐλθεῖν ἐπὶ τὴν διήγησιν τὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φιλέταιρον, 13 δόξειεν ἂν ἐγείρειν 14 τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον: ἡμεῖς δὲ 15 παρὰ Λῦσιν τὸν ἱερὸν 16 σπουδάζοντες οὕτω 17 διεφάνημεν. ἀλλ᾽ ὅρα τοὺς παρόντας, εἰ πρὸς ἀκρόασιν ἅμα πράξεων 18 καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν: οὐ γὰρ βραχὺ μῆκός ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι 19 κελεύεις.

ἀρχιδ. ἀγνοεῖς, Καφεισία, τοὺς ἄνδρας. μὴν ἄξιον εἰδέναι, πατέρων ὄντας ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. ὁδὶ μέν ἐστιν ἀδελφιδοῦς Θρασυβούλου, Λυσιθείδης ὁδὶ δὲ Τιμόθεος, Κόνωνος υἱός: οὗτοι δ᾽ Ἀρχίνου παῖδες: οἱ δ᾽ ἄλλοι τῆς ἑταιρίας 20 τῆς 21 ἡμετέρας πάντες: ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον 22 ἔχειν τὴν διήγησιν. [p. 488]

καφ. εὖ λέγεις, ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς ἃς ἴστε πράξεις;

ἀρχιδ. ἡμεῖς, Καφεισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν φυγάδων ἐπιστάμεθα. καὶ γάρ, ὡς οἱ περὶ Ἀρχίαν καὶ Λεοντίδην Φοιβίδαν πείσαντες ἐν σπονδαῖς καταλαβεῖν τὴν Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρ᾽ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς: καὶ πάλιν ὡς Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν ἐπὶ τῷ τὴν Καδμείαν 23 καταλαβεῖν καὶ τῆς εἰς Ὄλυνθον στρατηγίας ἀπέστησαν, Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντ᾽ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν ἄκραν, ἠκούσαμεν ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου τυχόντ᾽ εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα τοῖς φυγάσι δεῦρο διὰ γραμμάτων ἐξαγγείλαντος ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν 24 τῶν φίλων καὶ τὴν ἅλωσιν 25 τῶν τυράννων διηγεῖσθαι.

1 μέμνημαι X: lac. 15 litt. in E, 9 in B

2 τῷ μὲν ἀργοτέρῳ Duebnerus: τῶν μὲν ἀργοτέρων

3 τὸν δὲ φιλότιμον - ἀπειργασμένων R: τῶν δὲ φιλοτίμων καὶ φιλοκάλων τὸν ὑπὲρ - ἀπειργασμένον

4 τῷ μὲν (sc. ἐξαρκεῖν) τοῦ *: τοῦ μὲν

5 τὸν δ᾽ ἐν *: τοῦ δὲ. intellege εὐφραίνειν

6 ἐπὶ *: lac. 18 E 19 B

7 ἀρετῆς *: ἀρετῇ

8 λογισμοῦ] pendet a τόλμας

9 ἡμῖν Schaeferus: ἥτις

10 τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ W: τοῦ λόγου lac. 18 E 19 B γενέσθαι lac. 14 E 12 B

11 βοιωτιάζειν *: βοιωτίζειν

12 Πίνδαρον] Isthm. 1, 2

13 φιλέταιρον ἀκροατὴν W

14 δόξειεν ἂν ἐγείρειν Holwerda: δοκεῖν ἀνεγείρειν

15 ἡμεῖς δὲ] fort. (sc. τῇ μισολογίᾳ) ἡμεῖς γε, ut Pythagoreorum silentium intellegatur

16 Λῦσιν τὸν ἱερὸν scripsi cum C. F. Hermanno: δυσὶ τῶν ἱερῶν

17 οὕτω] ὄντως W

18 ἅμα πράξεων Basileensis: ἀναπράξεων

19 προσπαραβαλέσθαι Holwerda: προσπεριβαλέσθαι

20 ἑταιρείας *: ἑταιρίας

21 τῆς Duebnerus: lac. 11 E 7 B

22 οἰκεῖον ἔχειν Madvigius: οἰκείαν ἔχον

23 Καδμίαν B E hic et infra

24 αὐτὴν R: αὐτῶν

25 ἅλωσιν] ἀφαίρεσιν Schaeferus

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: