Click on a word to bring up parses, dictionary entries, and frequency statistics
... Ὁ μὲν οὖν Σύλλοις ‘ταῦτ᾽’ εἶπε ‘τῷ γ᾽ ἐμῷ μύθῳ προσήκει κἀκεῖθέν ἐστι: ἀλλ᾽ εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας
περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι.’
‘τί δ᾽ οὐκ: ἐμέλλομεν’ εἶπον ‘ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπ᾽
ἐκείνους ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις
διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ
ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ
ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλ᾽ ἐπᾴδειν
[p. 403]
ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων
τἀληθὲς ἐξελέγχειν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.