previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατ᾽ Ἀθηνογένους

1 αὐτήν.2 εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα,3 καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δ᾽ ἐκέλευε θαρρεῖν: αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι. [2] καὶ ταῦτ᾽ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, μὴν μετ᾽ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας: ὥστ᾽ ἐμέ, ἄνδρες δικασταί, ῥηθήσεται4 γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου5 φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν.6 ἐκείνη γοῦν φενακίζουσα ἅπαντα7 ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ8 εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα. [3] ἴσως μὲν οὖν, ἄνδρες δικασταί, οὐδὲν ὑπερθαύμαστόν9 με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφ᾽ ἡλικίας ἐγένετο, διατετέλεκε10 δὲ πορνοβοσκοῦσα ... εν ... οἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω11 ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθ᾽12 ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεσθ᾽13 αὐτὴν νῦν ἐννοεῖν,14 προσλαβοῦσαν15 συναγωνιστὴν Ἀθηνογένην, 16 ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον; [4] τέλος δ᾽ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ17 με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει. [5] συναγαγὼν δ᾽ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη συνήγαγεν18 ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγ᾽ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ: καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ,19 ἔφη, τὸ20 ἀργύριον ἐπ᾽ ἐλευθερίᾳ καταβαλεῖς21 τοῦ22 Μίδου23 καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ24 μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτ᾽25 αὐτοὶ μὴ26 ἐγχειρῶσι πονηρεύεσθαι27 μηδὲν διὰ τὸν φόβον.28 [6] τὸ δὲ 29 μέγιστον, νῦν μὲν ἂν δόξειαν δι᾽ ἐμὲ γεγονέναι ἐλεύθεροι: ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθ᾽ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ: ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλ᾽ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται30 ῥᾳδίως. [7] ἦν δέ, ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπ᾽ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον δοίην αὐτῷ, ἀλλ᾽ οὐδὲν δεινὸν ἔπασχον: εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι,31 ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών: ὅπερ ἐποίησεν. [8] ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον32 ἀνεγίγνωσκεν. 33 ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ: ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφ᾽ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετ᾽ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα. [9] ἐλθόντες δ᾽ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ,34 τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι: καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστ᾽ εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα. [10] ὡς δ᾽ ᾐσθόμην οὗ ἦν κακοῦ, τότ᾽ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν: ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπ᾽ 35 ὀνομάτων, ἀλλ᾽ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, ‘καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.’ [11] καὶ τῶν ἐράνων εἷς μὲν οὖν, ⟦Δικαιοκράτης⟧,36 ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί: οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δ᾽ ἄλλοι, ἐφ᾽ οἷς εἰλήφει37 πάντα Μίδας, νεοσύλλογοι δ᾽ ἦσαν, τούτους δ᾽ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλ᾽ ἀπεκρύψατο. [12] βουλευομένοις δ᾽ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. δ᾽ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόν τ᾽ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δ᾽ ἀνθρώπων συλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε ἀπάγειν38 ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα39 δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. πρῶτον μὲν οὖν ὑμῖν τὰς συνθήκας ἀναγνώσεται: ἐξ αὐτῶν40 γὰρ τῶν41 γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.“ Συνθήκη[13] τὰ μὲν τοίνυν πεπραγμένα, ἄνδρες δικασταί, καθ᾽ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, βέλτιστε: τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλλα πάντα ποιησάμενον. [14] μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ,42 πάντων, οἶμαι, παράγγελμα κάλλιστον παραγγέλλων: σὺ δὲ ψευσάμενος ἐν μέσῃ τῇ ἀγορᾷ συνθήκας κατ᾽ ἐμοῦ ἔθου. ἐπεὶ ἐὰν δείξῃς43 προειπὼν44 ἐμοὶ τοὺς ἐράνους καὶ τὰ χρέα, γράψας ἐν ταῖς συνθήκαις ὅσους ἐπυθόμην, οὐδὲν45 ἀντιλέγω σοι ἀλλ᾽ ὁμολογῶ ὀφείλειν. [15] μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν 46 ὁμολογοῦντες47 ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε. [16] σκέψαι δέ, Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ48 ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν49 οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς τοῦ ἀδελφοῦ, ἀλλ᾽ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους,50 καὶ οὐκ51 ἐάν τις ψευσάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας52 ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.53 [17] ἔτι δὲ καὶ περὶ τῶν 54 διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν: κελεύει γὰρ ἐξεῖναι55 τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν56 τις βούληται πλὴν γήρως ἕνεκεν νόσου μανιῶν γυναικὶ πειθόμενον ὑπὸ δεσμοῦ ὑπὸ ἀνάγκης καταληφθέντα. ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι57 διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν58 ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι; [18] καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ59 ἄκυροι ἔσονται, εἰ δ᾽ ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με60 δεῖ, ὃς ἔχω μεγίστην61 βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰσχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἑταίρα σου62 ἐσημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προσλαμβάνειν τι ἀξιοῦτε.63 καὶ οὐχ ἱκανόν σοι ἦν τὰς64 τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου65 με ὥσπερ ὑπο66 ... κατειλημμένον [19] ς οὐκ ᾔδει ... Μίδαν αδ ... σθέντα αλ ... 67 ς ... εἰς τὰ ἐν ἀγορᾷ, ἀτρέμα68 δ᾽ ἔχων ἐν τρισὶ69 μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην, οὗτος δέ, ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δ᾽ ἐν τῇ ἀγορᾷ ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾔδει τὰ χρέα. ἀλλ᾽ ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτως εὐήθης ἐγένετο, καί τινα μὲν τῶν χρεῶν, ὡς ἔοικεν, ᾔδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται. [20] δὲ τοιοῦτος αὐτοῦ70 λόγος, ἄνδρες δικασταί, οὐκ ἀπολόγημά71 ἐστιν, ἀλλ᾽ ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα διαλύειν. ὅταν γὰρ φῇ μὴ εἰδέναι ἅπαντα72 τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου τόδ᾽73 εἰπεῖν ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν: ὅσα δ᾽ οὐκ74 ἤκουσα παρὰ τοῦ πωλοῦντος ταῦτα οὐ δίκαιός εἰμι διαλύειν. ὅτι μὲν οὖν ᾔδεις, Ἀθηνόγενες, ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα οἶμαι πᾶσιν εἶναι δῆλον ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰ ... τὰ χρέα ὄντα ἱκανὸν ... νο. οὐ μὲν δὴ ἐγὼ ... τῷ λόγωι σοῦ τούτῳ [21] ... ος καὶ οὐκ εἰλ ... νος καὶ τω ... τουτονὶ τὸν τρόπον. 75 εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μοι76 πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὕστερος πριάμενος πάλαι κεκτημένος ὅτ᾽ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δ᾽ ἄρ᾽ ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐδ᾽ οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλ᾽ δημοτικώτατος Σόλων: [22] ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα77 διαλύειν τὸν δεσπότην παρ᾽ ἂν ἐργάσωνται78 οἱ οἰκέται. εἰκότως: καὶ γὰρ ἐάν τι ἀγαθὸν79 πράξῃ ἐργασίαν εὕρῃ οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων80 διαλέγῃ. καὶ μὲν Σόλων οὐδ᾽ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου81 οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ καὶ82 τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν83 πάντων84 τῶν νόμων. [23] καὶ πρὸς τούτοις, ἄνδρες δικασταί, τῷ τε πατρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν ὡς ... εθελ ... δωρεὰν 85 κε ... τὸν δὲ Μίδαν κελεύσας86 ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι: ἐμὲ δ᾽ οὐκ ἐθέλειν ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν, φασίν, μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥσπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν. [24] τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσαι: φανήσεται γὰρ ἀκόλουθον ὂν τῇ ἄλλῃ αὐτῶν ἐπιβουλῇ. τὸν μὲν γὰρ παῖδα, ὅνπερ ἀρτίως εἶπον, ἔπεμπέ μοι λέγοντα ὅτι οὐκ ἂν συνείη μοι, εἰ μὴ λύσομαι87 αὐτοῦ τὸν πατέρα καὶ τὸν ἀδελφόν.88 ἤδη δ᾽ ἐμοῦ ὡμολογηκότος αὐτῶν καταθήσειν, τριῶν ὄντων, τὸ ἀργύριον,89 προσελθὼν Ἀθηνογένης πρός τινας90 τῶν φίλων τῶν ἐμῶν [25]τί βούλεται,’ ἔφη, ‘ἐπικρατὴς91 πράγματα ἔχειν ἔξεστι λαβόντι τὸν παῖδα χρῆσθαι92 ... τὴν μὲν συκοφαντίαν ... ἐποιεῖτο τῷ δὲ λ ... ἀδικημάτων κα ... ἐπίστευσα ὡς ε ... τὸν μὲν παῖδα δι ... ν οὐκ ἤθελον ... οὖν τετταράκοντα μνᾶς ... πέντε τάλαντα93 94[26] 95 οὔτε μυροπώλης96 εἰμὶ οὔτ᾽ ἄλλην τέχνην ἐργάζομαι, ἀλλ᾽ ἅπερ πατήρ μοι ἔδωκεν χωρία ... ταῦτα97 γεωργῶ, πρὸς δὲ τούτων εἰς τὴν ὠνὴν ἐνεσείσθην. πότερα γὰρ εἰκός ἐστιν, Ἀθηνόγενες, ἐμὲ τῆς σῆς τέχνης98 ἐπιθυμῆσαι, ἧς οὐκ ἤμην ἔμπειρος, σε καὶ τὴν99 ἑταίραν τοῖς ἐμοῖς ἐπιβουλεῦσαι;100 ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. διόπερ, ἄνδρες δικασταί, ἐμοὶ μὲν ἂν εἰκότως συγγνώμην ἔχοιτ᾽ ἀπατηθῆναι101 ... καὶ ἀτυχῆσαι τοιούτῳ ἀνθρώπῳ περιπεσόντα102 Ἀθηνογένει δὲ ..103 104 [27] 105 ενε ... πάντα106 ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτης κέρδη αὐτῷ107 : καὶ τὸν μὲν Μίδαν τὸν τολ ... ξαι,108 ὃν ἄκων φησὶν ἀπολῦσαι, τοῦτον ... λαβεῖν,109 τοῦ δὲ παιδὸς ὃν τότε προῖκά μοί φησιν110 διδόναι, νῦν αὐτὸν λαβεῖν ἀργύριον πολὺ πλεῖον τῆς ἀξίας, οὐχ ὥστε ἐμὸν εἶναι, ἀλλ᾽ ὥστε ὑφ᾽ ὑμῶν τῇ ψήφῳ ἐλεύθερον ἀφίεσθαι.111 [28] αὐτὸς112 μέντοι οὐκ ἀξιῶ πρὸς τοῖς ἄλλοις καὶ ἀτιμωθῆναι113 ὑπ᾽ Ἀθηνογένους. καὶ γὰρ ἂν114 δεινὸν συμβαίνοι μοι, ἄνδρες δικασταί,115 εἰ μ ... ος ... εις ... ον ἥμαρτον ... δι ... κ ... μία δὲ κ ... ου ... ιο ... ἠδίκηκεν ... θε ... ἀδικήσαντ ... τιμήματι δ ... π ... ται πολιτ ... νος ἐνίοτε 116 117 ώτατοι τῶν μετοίκων ἀφυλάκτως ἔρχεσθαι.118 [29] ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε119 τὴν πόλιν, καὶ μεθ᾽ ὑμῶν μὲν οὐ συνεστρατεύσατο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τροιζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος ἐν τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. καὶ ταῦτ᾽ ἐποίει τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικε, περιέσεσθαι120 ὑπολαμβάνων, τῆς δὲ ἡμετέρας θάνατον καταγνούς.121 καὶ τὰς θυγατέρας ἐν122 τῇ παρ᾽ ὑμῖν εὐδαιμονίᾳ ἐκθρέψας123 ... ἐξέδωκεν ... ως124 πάλιν η ... ἐργασόμενος ἐπεὶ εἰρήνη γέγονεν. [30] ταῦτα125 γὰρ ὑμῖν ... ασιν οἱ χρης ... οὗτοι ποι ... τῇ εἰρήνῃ χρ ... πω ... ἐν τοῖς κινδύνοις ... π ... μὲν ἐν Πλαταιαῖς ... δήσαντες ο ... Ἀθηνογένης ... π ... χειν ... νω ... το ... υθ 126 [31] 127 τὰς κοινὰς τῆς πόλεως συνθήκας παραβὰς ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα ὡς τῶν πρὸς ὑμᾶς δικαίων καταφρονήσας οὗτος ἂν τῶν πρὸς ἐμὲ128 ἐφρόντιζεν: ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος ὥστε καὶ εἰς Τροιζῆνα ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην, ὑποπεσὼν Μνησίαν τὸν Ἀργεῖον καὶ ὑπ᾽ ἐκείνου κατασταθεὶς ἄρχων, ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς πόλεως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν: ἐνθάδε γὰρ φεύγουσιν. [32] καὶ ὑμεῖς μέν, ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴν πρὸς τὸν βάρβαρον δι᾽ ἐτῶν πλειόνων 129 πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους γενομένους τούτους ἀτυχοῦντας περισωθῆναι130 ὑφ᾽ ὑμῶν. οὗτος δὲ μιαρός, ἀφεὶς ὑμᾶς κἀκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν ἐπετήδευεν ἄξιον131 ἀλλ᾽ οὕτως ὠμῶς τοῖς ὑποδεξαμένοις αὐτὸν132 ἐχρήσατο ὥστε μετα ... το ἐν τῇ ἐκκλησίᾳ ... κατὰ τοῦτο ... 133 ... ραν δεδιὼς ... ιν κατέφυγεν. [33] καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον ὃς οὐκ ἐᾷ τοὺς μετοίκους ἐξοικεῖν ἐν τῷ πολέμῳ, ἔπειτα τὴν Τροιζηνίων μαρτυρίαν, πρὸς δὲ τούτοις τὸ τῶν Τροιζηνίων134 ψήφισμα ἐψηφίσαντο τῇ πόλει τῇ ὑμετέρᾳ,135 δι᾽ ὑμεῖς αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε. ἀνάγνωθι.“ νόμος ”“ Μαρτυρία ”“ ψήφισμα[34] λαβὲ δή μοι136 καὶ τὴν τοῦ κηδεστοῦ αὐτοῦ μαρτυρίαν137 ... μεν ουσια ... ι λατ ... πα ... καταλειφθέντα ... αδ ... ἑξῆς πάλιν ω ... α ... π ... τὴν Ἀντιγόναν ... ε ... μαρτυρ 138 [35] 139 πραχθέντα140 καὶ ὃν τρόπον ἐπιβεβούλευκέν141 μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖν προσενήνεκται.142 τὸν δὴ καὶ ἰδίᾳ πονηρὸν καὶ τῆς πόλεως143 τὴν σωτηρίαν ἀπελπίσαντα καὶ ὑμᾶς144 ἐγκαταλιπόντα, καὶ παρ᾽ οὓς ἐξῴκησεν ἀναστάτους ποιήσαντα, τοῦτον145 ὑμεῖς συνειληφότες146 οὐ κολάσετε; [36] καὶ ἐγώ, ἄνδρες δικασταί, δέομαι ὑμῶν καὶ ἀντιβολῶ ἐλεῆσαί147 με, ἐκεῖνο σκεψαμένους, ὅτι προσήκει ἐν ταύτῃ τῇ δίκῃ ... ιν ἐλεεῖν οὐ τὸν φ ... ἐὰν ἁλῷ οὐδὲν πάσχειν ... δε τοτ ... τι παλ ... δ᾽ ἂν ἀποφύγῃ148 με ... ἀπολοῦμαι.149 οὐ γὰρ ἂν δυναίμην ... ψ ... ν οὐδὲ πολλοστὸν μέρος ... αν ... αιαχ ... ἄνδρες δικασταί, ... ς ἐξ ... αὐτῶν τ 150 In extrema duodecima columnaαντησο ... λεκεν ἄλλοις ... ταῦτα πέπονθεν τ ... ων ἀναλωμάτων λωμάτων ... αλυσιτ ... ὀφείλουσι ... ποτε ἀπέλυσεν ... ἄνδρες δικασταί, οὐδεὶς ὑμῶν ... του ... κατα

1 Column 1

2 Primae litterae dubiae sunt.αὐτήνJensen: om. Kenyon.

3 πραχθένταRevillout:πεπραγμέναDiels.

4 ῥηθήσεταιJensen:εἰρήσεταιKenyon.

5 ἀνθρώπουBlass:ἡμῶν τὴνDiels.

6 συνεργίανJensen:ποικιλίανKenyon: alii alia.

7 ἅπανταDiels:τὰ μάταιαKenyon.

8 ὡς δὴDiels:ἔτιJensen.

9 ὑπερθαύμαστόνci. Kenyon, qui tamenοὕτω θαυμαστόνhabet: tantumθαυμαστόνJensen.

10 διατετέλεκεWeil.

11 οὐδενὸς ἐλάττωJensen:οὐ φαῦλον οὕτωBlass.

12 ὅπου καθ᾽in add. Jensen:ἥτις καθ᾽Blass:εἰ καθ᾽Weil.

13 τί οἴεσθ᾽Kenyon.

14 ἐννοεῖνJensen:ἐπιτελεῖνWeil.

15 προσλαβοῦσανKenyon.

16 Column 2

17 γάρ del. Kenyon.

18 συνήγαγενRevillout.

19 γάρ Diels.

20 τὸDiels.

21 καταβαλεῖςKenyon.

22 τοῦWeil:τῇDiels.

23 ΜίδουRevillout.

24 παρενοχλῇBlass:σε ἐνοχλῇRevillout.

25 παῖδα, ἔπειτ᾽Blass (secundum Jensen':Μίδαν, εἶτ᾽ Kenyon.

26 μὴBlass.

27 πονηρεύεσθαιWeil.

28 φόβονKenyon.

29 Column 3

30 διαλυθήσεταιWeil.

31 ἀναδέξεσθαιBlass:ἀναδέξασθαιP, ut vid. (sed littera a dubia), Kenyon, et in add. Jensen.

32 τι τὸ ἐγγ ... Kenyon:τι προγ ... Colin.

33 Column 4

34 ΛευκονοιεῖKenyon:ΛευκονοεῖP.

35 Column 5

36 Δικαιοκράτηςdel. Weil.

37 εἰλήφει ὤφειλε Weil.

38 ἀπάγεινet sq. ad col. 6 finem plerumque restituit Blass.

39 ᾠόμεθαWeil:οἰόμεθαP.

40 ἐξ αὐτῶνRevillout.

41 Column 6

42 ἀγορᾷRevillout.

43 δείξῃςWeil.

44 προειπὼνRevillout.

45 ἐπυθόμην, οὐδὲνFuhr.

46 Column 7

47 περὶ ὧνWeil:ὁμολογοῦντεςRevillout:κεῖται περὶ ὧν οἱ πωλοῦντεςVolckmar.

48 οἱadd. Blass.

49 ἀλλὰ μὴνet sq. ad col. 8 finem plerumque restituit Revillout.

50 εἶναι παῖδας γνησίουςWeil.

51 καὶ οὐκBlass:ἀλλ᾽ οὐκWeil.

52 ὡς θυγατέραusque adδικαίαςFuhr.

53 κυρίαςusque adκαθίστησινBlass.

54 Column 8

55 γὰρ ἐξεῖναιBlass.

56 ὅπως ἄνFuhr.

57 μὴ δίκαιαιBlass.

58 κατὰ τῶνKenyon.

59 γράψῃDiels.

60 μεWeil.

61 μεγίστηνWeil.

62 ἑταίρα σουDiels.

63 ὑπὲρ ὧνusque adἀξιοῦτεJensen in add.: alii alia.

64 ἦν τὰςWeil.

65 προσαφείλουKenyon:ἀπεστερήκατεWeil.

66 ὑποχείριον ἐν ποδοστράβῃ κατειλημμένονRevillout, coll. Harpocratione s.v.ποδοστράβη: ὑπὸ θηρευτοῦ κτλ.Richards.

67 Column 9

68 Coll. 9, 10, 11 plerumque restituit Blass.ἀτρεκὲς δὴ ἐγὼ Kenyon.

69 ἐν τρισὶWeil.

70 αὐτοῦRevillout:οἶμαιKenyon.

71 ἀπολόγημάReinach.

72 ἅπανταRevillout.

73 τόδ᾽Kenyon.

74 ὅσα δ᾽ οὐκRevillout.

75 Column 10

76 μοιDiels.

77 ἀδικήματαJensen olim:ἀναλώματαRevillout.

78 ἂν ἐργάσωνταιWeil.

79 ἐάν τι ἀγαθὸνWeil.

80 παραβαινομένωνDiels.

81 ψήφισμά τις τοῦ νόμουJensen.

82 σὺ δὲ καὶJensen:σὺ δὲ οἴει Blass.

83 ἀξιοῖς κρατεῖνJensen:δεῖν κρατεῖνBlass.

84 πάντωνRevillout.

85 Column 11

86 κελεύσαςJensen:κελεύοι μεWeil.

87 εἰ μὴ λύσομαιKenyon:ἂν μὴ ὠνῶμαιWeil.

88 ἀδελφόνWeil.

89 ἀργύριονRevillout.

90 τιναςDiels.

91 ἐβούλετο γενόμενος ἐπικρατὴςKenyon.

92 Postχρῆσθαι add. τι ἂν ἐθέλῃHager.

93 τετταράκονταusque adτάλανταDiels.

94 Desunt versus duo.

95 Column 12

96 Coll. 12 et 13 plerumque restituit Blass:οὔτε μυροπώληςDiels.

97 ταῦταJensen.

98 τέχνηςWeil.

99 σε καὶ τὴνWeil.

100 ἐπιβουλεῦσαιDiels.

101 ἔχοιτ᾽ ἀπατηθῆναιde *ricci, quiὑπ᾽ Ἀντιγόναςaddit.

102 περιπεσόνταDiels.

103 Ἀθηνογένει δὲHager, quiὀργίζοισθεaddit. *huc inserunt quidam editores fragmentum extremae alicuius columnae quod ad finem orationis dedi.

104 Desunt versus fere sedecim.

105 Column 13

106 ἕνεκα πάθη πάνταColin.

107 ἀπάτης κέρδη αὐτῷRevillout.

108 τολμῶντα συμπρᾶξαιVogt.

109 τοῦτον συγχωρῶ λαβεῖνBlass.

110 φησινBlass:ἔφηKenyon.

111 ἀφίεσθαιJenson:ἀφεθῆναιBlass.

112 αὐτὸςDiels.

113 ἀτιμωθῆναιWeil.

114 καὶ γὰρ ἂνFuhr:λίαν γὰρ ἂνDiels.

115 μοι, ἄνδρες δικασταίRevillout.

116 Desunt versus fere decem.

117 Column 14

118 Coll. 14, 15, 16 plerumque restituit Revillout:ἀφυλάκτως ἔρχεσθαιJensen.

119 ἀπέλιπεRevillout:ἀπέδραKenyon.

120 περιέσεσθαιWeil.

121 ἡμετέρας θάνατον καταγνούςBlass.

122 θυγατέρας ἐνVogt.

123 Postἐκθρέψαςadd.ἐν τῇ ἀτυχίᾳColin, postἐξέδωκενadd.ἄλλοσεWeil.

124 ωςincertum:ὃς πάλιν ἧκεν ὑμῖν παρεργασόμενοςColin.

125 ταῦτα Kenyon.

126 Desunt versus fere sex.

127 Column 15

128 ἐμὲDiels.

129 Kenyon.

130 περισωθῆναιJensen in add.

131 οὔτεusque adἄξιονJensen.

132 ὑποδεξαμένοις αὐτὸνBlass.

133 Column 16

134 ΤροιζηνίωνBlass:αὐτῶν ἐκείνωνKenyon.

135 τῇ πόλει τῇ ὑμετέρᾳDiels.

136 δή μοιBlass:μοι νῦνRevillout.

137 μαρτυρίανBlass.

138 Desunt versus fere decem.

139 Column 17

140 Col. 17 plerumque restituit Blass.

141 ἐπιβεβούλευκένWeil.

142 προσενήνεκταιSudhaus.

143 καὶ τῆς πόλεωςDiels.

144 καὶ ὑμᾶςRevillout.

145 τοῦτονWeil.

146 συνειληφότεςSudhaus:νῦν εἰληφότες Blass.

147 ἐλεῆσαίHager.

148 ἀποφύγῃDiels.

149 ἀπολοῦμαιDiels.

150 Desunt versus octo vel minus.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1962)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: