Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ μέν, ὦ ἄνδρες, ἐν ἑτέρῳ τῳ πράγματι οἱ παριόντες μὴ τὴν αὐτὴν γνώμην ἔχοντες πάντες ἐφαίνοντο, οὐδὲν ἂν θαυμαστὸν ἐνόμιζον: ὅπου μέντοι δεῖ τὴν πόλιν ἐμέ τι ποιῆσαι ἀγαθόν, ἢ εἴ τις ἕτερος1 βούλοιτο ἐμοῦ κακίων, δεινότατον ἁπάντων χρημάτων ἡγοῦμαι, εἰ τῷ μὲν δοκεῖ ταῦτα τῷ δὲ μή, ἀλλὰ μὴ πᾶσιν ὁμοίως. εἴπερ γὰρ ἡ πόλις ἁπάντων τῶν πολιτευομένων κοινή ἐστι, καὶ τὰ γιγνόμενα δήπου ἀγαθὰ τῇ πόλει κοινά ἐστι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.