Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ μὲν ἐβούλετ᾽ Ἄφοβος, ὦ ἄνδρες δικασταί, τὰ δίκαια ποιεῖν ἢ περὶ ὧν διεφερόμεθα τοῖς οἰκείοις ἐπιτρέπειν, οὐδὲν ἂν ἔδει δικῶν οὐδὲ πραγμάτων: ἀπέχρη γὰρ ἂν τοῖς ὑπ᾽ ἐκείνων γνωσθεῖσιν ἐμμένειν, ὥστε μηδεμίαν ἡμῖν εἶναι πρὸς τοῦτον διαφοράν. ἐπειδὴ δ᾽ οὗτος τοὺς μὲν σαφῶς εἰδότας τὰ ἡμέτερ᾽ ἔφυγε μηδὲν διαγνῶναι περὶ αὐτῶν, εἰς δ᾽ ὑμᾶς τοὺς οὐδὲν τῶν ἡμετέρων ἀκριβῶς ἐπισταμένους ἐλήλυθεν, ἀνάγκη ἐστὶν ἐν ὑμῖν παρ᾽ αὐτοῦ πειρᾶσθαι τῶν δικαίων τυγχάνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.