next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κατὰ Δημοσθένους

μὲν δημαγωγὸς ὑμῖν, Ἀθηναῖοι, καὶ θανάτου τετιμημένος ἑαυτῷ ἐὰν ἐξελεγχθῇ ὁτιοῦν εἰληφὼς παρ᾽ Ἁρπάλου, οὗτος φανερῶς ἐξελήλεγκται δῶρ᾽ εἰληφὼς παρὰ τούτων, οἷς ἐναντία πράττειν ἔφη τὸν ἄλλον χρόνον. πολλῶν δ᾽ ὑπὸ Στρατοκλέους εἰρημένων καὶ τῶν πλείστων προκατειλημμένων κατηγορημάτων, καὶ περὶ μὲν αὐτῆς τῆς ἀποφάσεως τῆς ἐξ Ἀρείου πάγου βουλῆς δικαίας καὶ ἀληθεῖς ἀποδείξεις εἰρηκυίας, περὶ δὲ τῶν ἀκολούθων τούτοις Στρατοκλέους εἰρηκότος καὶ τὰ ψηφίσματ᾽ ἀνεγνωκότος ἤδη τὰ περὶ τούτων, [2] ὑπόλοιπον ἡμῖν, Ἀθηναῖοι, καὶ ταῦτ᾽ ἀγωνιζομένοις ἀγῶνα τηλικοῦτον ἡλίκος οὐδεπώποτε γέγονε τῇ πόλει, κοινῇ πᾶσιν ὑμῖν παρακελεύεσθαι, πρῶτον μὲν τοῖς λοιποῖς ἡμῖν συγγνώμην ἔχειν, ἂν τῶν αὐτῶν ἐνίοις περιπίπτωμενοὐ γὰρ ἵν᾽ ἐνοχλῶμεν ὑμᾶς, ἀλλ᾽ ἵν᾽ ὀργίζεσθαι μᾶλλον παροξύνωμεν,1 δὶς περὶ τῶν αὐτῶν ἐροῦμεν —, ἔπειτα μὴ προΐεσθαι τὰ κοινὰ τῆς πόλεως ἁπάσης δίκαια, μηδὲ τὴν κοινὴν σωτηρίαν ἀντικαταλλάξασθαι τῶν τοῦ κρινομένου λόγων. [3] ὁρᾶτε γάρ, Ἀθηναῖοι, ὅτι παρὰ μὲν ὑμῖν Δημοσθένης οὑτοσὶ κρίνεται, παρὰ δὲ τοῖς ἄλλοις ὑμεῖς: οἳ σκοποῦσι τίνα ποτὲ γνώμην ἕξετε περὶ τῶν τῇ πατρίδι συμφερόντων, καὶ πότερον τὰς ἰδίας τούτων δωροδοκίας καὶ πονηρίας ἀναδέξεσθ᾽2 εἰς ὑμᾶς αὐτούς, φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε διότι μισεῖτε τοὺς κατὰ τῆς πολιτείας δῶρα λαμβάνοντας, καὶ οὐχ ἵν᾽ ἀφῆτε ζητεῖν προσετάξατε τῇ ἐξ Ἀρείου πάγου βουλῇ, ἀλλ᾽ ἵν᾽ ἀποφηνάντων τούτων ὑμεῖς τιμωρήσησθε τῶν ἀδικημάτων ἀξίως. νυνὶ τοίνυν τοῦτ᾽ ἐφ᾽ ὑμῖν ἐστι. [4] ψηφισαμένου γὰρ τοῦ δήμου δίκαιον ψήφισμα, καὶ πάντων τῶν πολιτῶν βουλομένων εὑρεῖν τίνες εἰσὶ τῶν ῥητόρων οἱ τολμήσαντες ἐπὶ διαβολῇ καὶ κινδύνῳ τῆς πόλεως χρήματα παρ᾽ Ἁρπάλου λαβεῖν, καὶ πρὸς τούτοις ἐν3 ψηφίσματι γράψαντος, Δημόσθενες, σοῦ καὶ ἑτέρων πολλῶν, ζητεῖν τὴν βουλὴν περὶ αὐτῶν, ὡς αὐτῇ πάτριόν ἐστιν, εἴ τινες εἰλήφασι παρ᾽ Ἁρπάλου χρυσίον, [5] ζητεῖ βουλή, οὐκ ἐκ τῶν προκλήσεων μαθοῦσα τὸ δίκαιον, οὐδὲ τὴν ἀλήθειαν καὶ τὴν πίστιν τὴν περὶ4 αὑτῆς5 ἐπὶ σοῦ καταλῦσαι βουλομένη, ἀλλ᾽, ὅπερ καὶ αὐτοὶ οἱ Ἀρεοπαγῖται εἶπον, προορῶσα μὲν6 βουλή, ἄνδρες, τὴν τούτων ἰσχὺν καὶ τὴν ἐν τῷ λέγειν καὶ πράττειν δύναμιν, οὐκ οἰομένη δὲ δεῖν οὐδεμίαν ὑπολογίζεσθαι τῶν περὶ αὑτῆς7 ἐσομένων βλασφημιῶν, εἴ τις μέλλει τῇ πατρίδι αὐτῆς8 αἰτία μοχθηρὰ καὶ κίνδυνος ἔσεσθαι. [6] τούτων ὡς ἐδόκει τῷ δήμῳ καλῶς καὶ συμφερόντως πεπραγμένων, αἰτίαι νῦν καὶ προκλήσεις καὶ συκοφαντίαι παρὰ Δημοσθένους ἥκουσιν, ἐπειδὴ οὗτος ἀποπέφανται εἴκοσι τάλαντα ἔχων χρυσίου: καὶ τῶν ἐκ προνοίας φόνων ἀξιόπιστος οὖσα βουλὴ τὸ δίκαιον καὶ τἀληθὲς9 εὑρεῖν, καὶ κυρία δικάσαι τε περὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ἑκάστου τῶν πολιτῶν, καὶ τοῖς μὲν βιαίῳ θανάτῳ τετελευτηκόσι βοηθῆσαι, τοὺς δὲ παράνομόν τι τῶν ἐν τῇ πόλει διαπεπραγμένους ἐκβαλεῖν θανάτῳ ζημιῶσαι, νῦν ἐπὶ τοῖς κατὰ Δημοσθένους ἀποπεφασμένοις χρήμασιν ἄκυρος ἔσται τοῦ δικαίου; [7]

ναί: κατέψευσται γὰρ βουλὴ Δημοσθένους: τουτὶ γάρ ἐστιν ὑπερβολὴ τοῦ πράγματος. σοῦ κατέψευσται καὶ Δημάδου; καθ᾽ ὧν οὐδὲ τἀληθὲς εἰπεῖν, ὡς ἔοικεν, ἀσφαλές ἐστιν; οἳ πολλὰ πρότερον τῶν κοινῶν ἐκείνῃ ζητεῖν προσετάξατε καὶ διὰ τὰς γενομένας ζητήσεις ἐπῃνέσατε; οὓς δ᾽ πόλις ἅπασα οὐ δύναται ἀναγκάσαι τὰ δίκαια ποιεῖν, κατὰ τούτων βουλὴ ψευδεῖς ἀποφάσεις πεποίηται; [8] Ἡράκλεις. διὰ τί οὖν ἐν τῷ δήμῳ συνεχώρεις, Δημόσθενες, ἐὰν ἀποφήνῃ κατὰ10 σοῦ βουλή, θάνατον ἑαυτῷ τὴν ζημίαν; καὶ διὰ τί πολλοὺς ἀνῄρηκας σὺ ταῖς τῆς βουλῆς ἰσχυριζόμενος ἀποφάσεσιν; ποῖ11 νῦν ἐλθὼν δῆμος τίσι προστάξας ζητεῖν περὶ τῶν ἀφανῶν καὶ μεγάλων ἀδικημάτων εὕρῃ τὴν ἀλήθειαν; [9] τὸ μὲν γὰρ συνέδριον, τὸ πρότερον δοκοῦν εἶναι πιστόν, σὺ καταλύεις, δημοτικὸς εἶναι φάσκων, τὴν τῶν σωμάτων φυλακὴν δῆμος παρακαταθήκην ἔδωκεν, τὴν πολιτείαν καὶ δημοκρατίαν πολλάκις ἐγκεχείρικεν, 12 διαπεφύλαχε13 τὸ σὸν σῶμα τοῦ βλασφημεῖν περὶ αὐτοῦ μέλλοντος πολλάκις, ὡς σὺ φῄς, ἐπιβουλευθέν, φυλάττει τὰς ἀπορρήτους διαθήκας,14 ἐν αἷς τὰ τῆς πόλεως σωτήρια κεῖται. [10]

δίκαια μὲν οὖν, δίκαια τρόπον γέ τινα πάσχει τὸ συνέδριον: εἰρήσεται γὰρ γιγνώσκω. δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, καὶ τὴν προτέραν ζήτησιν τὴν ὑπὲρ τῶν τριακοσίων ταλάντων τῶν παρὰ τοῦ Περσῶν βασιλέως ἀφικομένων ζητεῖν, καθάπερ συνέταξεν δῆμος, ἵνα τότε δόντος δίκην τοῦ θηρίου τούτου, καὶ τῶν μερισαμένων ἐκεῖνα τὰ χρήματα φανερῶν γενομένων, καὶ τῆς περὶ Θηβαίους προδοσίας ἐξελεγχθείσης ἣν οὗτος προδέδωκεν, ἀπηλλάγμεθα τούτου τοῦ δημαγωγοῦ δίκην ἀξίαν δόντος: [11] , εἰ ταῦθ᾽ ὑμεῖς ἐβούλεσθε Δημοσθένει συγχωρεῖν καὶ πολλοὺς ἐν τῇ πόλει τοὺς καθ᾽ ὑμῶν δωροδοκήσοντας εἶναι, τὴν περὶ τῶν νῦν ἀποπεφασμένων ζήτησιν χρημάτων μὴ προσδέχεσθαι, πεῖραν ὑμῶν ἐν τοῖς πρότερον εἰληφότας: ὅπου γ᾽15 οὕτω καλῶς καὶ δικαίως τῆς ἀποφάσεως τῆς κατὰ τούτου καὶ τῶν ἄλλων νυνὶ γεγενημένης, καὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς οὔτε τὴν Δημοσθένους οὔτε τὴν Δημάδου δύναμιν ὑποστειλαμένης, ἀλλὰ τὸ δίκαιον αὐτὸ καὶ τἀληθὲς προὐργιαίτερον πεποιημένης, [12] οὐδὲν ἧττον περιέρχεται Δημοσθένης περί τε τῆς βουλῆς βλασφημῶν καὶ περὶ ἑαυτοῦ λέγων οἷσπερ ἴσως16 καὶ πρὸς ὑμᾶς αὐτίκα χρήσεται λόγοις ἐξαπατῶν ὑμᾶς, ὡςἐγὼ Θηβαίους ὑμῖν ἐποίησα συμμάχους.” οὔκ: ἀλλὰ τὸ κοινῇ συμφέρον ἀμφοτέραις ἐλυμήνω ταῖς πόλεσιν, Δημόσθενες. “ἐγὼ παρέταξα πάντας εἰς Χαιρώνειαν.” οὔκ: ἀλλ᾽ ἔλιπες μόνος αὐτὸς τὴν ἐκεῖ τάξιν. “ἐγὼ πολλὰς ὑπὲρ ὑμῶν ἐπρέσβευσα πρεσβείας.” [13] ἐφ᾽ αἷς17 οὐκ οἶδ᾽ τι ποτ᾽ ἂν ἐποίησεν τίνας ἂν εἶπε λόγους, εἰ συνέβη κατορθῶσαι αὐτῷ18 συνεβούλευσεν, ὃς19 ἐπὶ τοῖς τοιούτοις ἀτυχήμασι καὶ κακοῖς ἅπασαν ἐπεληλυθὼς τὴν οἰκουμένην ὅμως ἀξιοῖ δωρεὰς αὑτῷ20 δεδόσθαι τὰς μεγίστας, λαμβάνειν δῶρα κατὰ τῆς πατρίδος καὶ λέγειν καὶ πράττειν κατὰ τοῦ δήμου ἂν βούληται. [14] καὶ Τιμοθέῳ21 μέν, Ἀθηναῖοι, Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν νικήσαντι Λακεδαιμονίους καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντι22 καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐκ ἐποιήσασθ᾽ ὑπόλογον, οὐδὲ τῆς τότ᾽ ἐνεστώσης κρίσεως οὐδὲ τῶν ὅρκων, οὓς ὀμωμοκότες ἐφέρετε τὴν ψῆφον, ἀντικατηλλάξασθε23 τὰς τοιαύτας εὐεργεσίας, ἀλλ᾽ ἑκατὸν ταλάντων ἐτιμήσατε, ὅτι χρήματ᾽ αὐτὸν Ἀριστοφῶν24 ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων: [15] τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθηνἐξάγομαι γάρ —, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσ᾽ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασ᾽ ἀποπέφαγκε χρήματ᾽ ἔχειν καθ᾽ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτ᾽ ἐξελήλεγκται, τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις; ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος: νῦν οὐδὲ τῶν ὑφ᾽ Ἁρπάλου κομισθέντων χρημάτων εἰς τὴν πόλιν ἀποσχόμενος. [16] καίτοι τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας; τίς οὐκ ἂν καταγελάσειεν ὑμῶν τῶν τούτου25 τολμώντων ἀκούειν, ἀντιθεὶς ἐφ᾽ αἷς οὗτος σεμνύνεται πράξεσιν ἐκείνας ἃς Τιμόθεος ὑμᾶς καὶ Κόνων εὐεργέτησαν; ἀλλὰ γὰρ οὐ πρὸς τοῦτο τὸ κάθαρμα παραβάλλειν δεῖ τοὺς ἄξια καὶ τῆς πόλεως καὶ τῶν προγόνων ὑπὲρ ὑμῶν πράξαντας. παρασχόμενος οὖν τὸ ψήφισμα τὸ Τιμοθέῳ γενόμενον πάλιν ἐπὶ τοὺς περὶ τούτου λόγους βαδιοῦμαι. λέγε.“Ψήφισμα26 [17]

τοιοῦτος, Δημόσθενες, πολίτης, ὃς δικαίως ἂν καὶ συγγνώμης καὶ χάριτος ἐτύγχανε παρὰ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμπεπολιτευμένων, οὐ λόγοις ἀλλ᾽ ἔργοις μεγάλα τὴν πόλιν ἀγαθὰ ποιήσας, καὶ διαμείνας ἐπὶ τῆς αὐτῆς27 πολιτείας καὶ οὐκ ἄνω καὶ κάτω μεταβαλόμενος ὥσπερ σύ, ἐτελεύτησεν οὐ τηλικαύτας τὸν δῆμον αἰτήσας δωρεὰς ὥστε τῶν νόμων εἶναι κρείττων, οὐδ᾽ οἰόμενος δεῖν τοὺς ὀμωμοκότας κατὰ τοὺς νόμους οἴσειν τὴν ψῆφον ἄλλο τι προὐργιαίτερον ποιεῖσθαι τῆς εὐσεβείας, ἀλλ᾽ ὑπομένων καὶ κρίνεσθαι,28 εἰ δόξειε τοῖς δικασταῖς, καὶ οὐ καιροὺς λέγων, οὐδ᾽ ἕτερα φρονῶν καὶ δημηγορῶν. [18]

οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον, ὃς πρὸς ἑτέροις πολλοῖς καὶ μεγάλοις ἁμαρτήμασι καὶ τὴν Θηβαίων πόλιν περιεῖδεν ἀνάστατον γενομένην, τριακόσια τάλαντα λαβὼν εἰς τὴν ἐκείνων σωτηρίαν παρὰ τοῦ Περσῶν βασιλέως, καὶ Ἀρκάδων ἡκόντων εἰς Ἰσθμὸν καὶ τὴν μὲν παρ᾽ Ἀντιπάτρου πρεσβείαν ἄπρακτον ἀποστειλάντων, τὴν δὲ παρὰ Θηβαίων τῶν ταλαιπώρων προσδεξαμένων, οἳ κατὰ θάλατταν μόλις ἀφίκοντο πρὸς ἐκείνους, ἱκετηρίαν ἔχοντες καὶ κηρύκεια συμπεπλεγμένα, ὡς ἔφασαν, ἐκ τῶν θαλλῶν, [19] ἐροῦντες τοῖς Ἀρκάσιν ὅτι οὐ τὴν πρὸς τοὺς Ἕλληνας φιλίαν Θηβαῖοι διαλῦσαι βουλόμενοι τοῖς πράγμασιν ἐπανέστησαν, οὐδ᾽ ἐναντίον τῶν Ἑλλήνων οὐδὲν πράξοντες, ἀλλὰ τὰ παρ᾽ αὑτοῖς29 ὑπὸ τῶν Μακεδόνων ἐν τῇ πόλει γιγνόμενα30 φέρειν οὐκέτι δυνάμενοι, οὐδὲ τὴν δουλείαν ὑπομένειν, οὐδὲ τὰς ὕβρεις ὁρᾶν τὰς31 εἰς τὰ ἐλεύθερα σώματα γιγνομένας, — [20] οἷς ἑτοίμων γενομένων τῶν Ἀρκάδων βοηθεῖν, καὶ ἐλεησάντων ἐν οἷς32 ἦσαν κακοῖς, καὶ φανερὸν ποιησάντων ὅτι τοῖς μὲν σώμασι μετ᾽ Ἀλεξάνδρου διὰ τοὺς καιροὺς ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δ᾽ εὐνοίαις μετὰ Θηβαίων καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἦσαν, καὶ τοῦ στρατηγοῦ αὐτῶν Ἀστύλου ὠνίου ὄντος, ὥσπερ καὶ Στρατοκλῆς εἶπε, καὶ δέκα τάλαντ᾽ αἰτοῦντος ὥστ᾽ ἀγαγεῖν τὴν βοήθειαν τοῖς Θηβαίοις, καὶ τῶν πρεσβευτῶν ὡς τοῦτον ἐλθόντων, ὃν ᾔδεσαν ἔχοντα τὸ βασιλικὸν χρυσίον, καὶ δεομένων καὶ ἱκετευόντων δοῦναι τὰ χρήματ᾽ εἰς τὴν τῆς πόλεως σωτηρίαν, [21] οὐκ ἐτόλμησεν μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερδὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις. [22] ἆρ᾽ ὑμῖν δοκεῖ μικρῶν κακῶν τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημοσθένης καὶ τούτου φιλαργυρία; προσήκειν αὐτὸν ὑφ᾽ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλ᾽ οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρίσιν, Ἀθηναῖοι, τὴν ὑφ᾽ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενημένην πάντες ἄνθρωποι: θεωρήσουσιν ὑμᾶς τοὺς κρίνοντας, ὅπως χρῆσθε33 τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ. [23] ὑμεῖς ἔσθ᾽ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδ᾽ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι34: Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπ᾽ οἰκήματος. [24] διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖκες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμήθησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου. ἀροῦται, φημί, καὶ σπείρεται: καὶ οὐκ ἠλέησε, φημί, μιαρὸς οὗτος πόλιν οἰκτρῶς οὕτως ἀπολλυμένην, εἰς ἣν ἐπρέσβευσεν ὑφ᾽ ὑμῶν ἀποσταλείς, ἧς35 ὁμόσπονδος καὶ ὁμοτράπεζος πολλάκις γέγονεν, ἣν αὐτός φησι σύμμαχον ἡμῖν ποιῆσαι. ἀλλὰ πρὸς οὓς εὐτυχοῦντας πολλάκις ἦλθε, τούτους ἀτυχοῦντας προδέδωκεν. [25] κἀκεῖνοι μέν,36 ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρ᾽ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ37 τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμονίων ἰσχυόντων38 καὶ ἀπαγορευόντων μηδέν᾽ Ἀθηναίων ὑποδέχεσθαι μηδ᾽ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρ᾽ ὑμῖν ἐψηφίσαντο ψήφισμα, [μὴ]39 περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας [τῆς]40 Ἀθηναίων41 ἔχων πορεύηται: [26] οὗτος δὲ κοινὸν αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσει,42 παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς, ἄνδρες, μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θηβαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόντες ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχετε. [27] μόνως γὰρ οὕτως, ἄνδρες43 Ἀθηναῖοι, μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων44 ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι: τοὺς δ᾽ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαινοῦσιν, ὅταν τὸ δίκαιον μὴ προῶνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρτυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς.“Ψήφισμα”“Μαρτυρίαι”“Ἐπιστολαί[28]

μισθωτὸς οὗτος, Ἀθηναῖοι, μισθωτὸς οὗτός45 ἐστι παλαιός. οὗτος ἦν τὴν πρεσβείαν τὴν παρὰ Φιλίππου πορευομένην ὡς ἡμᾶς ἐκ Θηβῶν καλέσας, καὶ τοῦ λυθῆναι τὸν πρῶτον πόλεμον αἴτιος γενόμενος: οὗτος Φιλοκράτει συναπελογεῖτο46 τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, δι᾽ ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν ἐμισθώσατο τοῖς μετ᾽ Ἀντιπάτρου δεῦρ᾽ ἐλθοῦσιν, ἀναλαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶτος εἰς τὴν πόλιν εἰσάγων. [29] μὴ ἀφῆτε, ἄνδρες Ἀθηναῖοι, μὴ ἀφῆτε τὸν ἐπὶ τοῖς τῆς πόλεως καὶ τῶν ἄλλων Ἑλλήνων ἀτυχήμασιν ἐπιγεγραμμένον ἀτιμώρητον, εἰλημμένον ἐπ᾽ αὐτοφώρῳ δῶρα ἔχοντα κατὰ τῆς πόλεως, μηδὲ τῆς ἀγαθῆς τύχης ὑμᾶς47 ἐπὶ τὸ βέλτιον ἀγούσης, καὶ τὸν μὲν ἕτερον τῶν τὴν πατρίδα λελυμασμένων ἐκ τῆς πόλεως ἐκβεβληκυίας, τοῦτον δ᾽ ὑμῖν ἀποκτεῖναι παραδούσης, αὐτοὶ τοῖς πᾶσι συμφέρουσιν ἐναντιωθῆτε, ἀλλὰ μετοιωνίσασθε τὰς τῆς πόλεως πράξεις, εἰς τούτους τοὺς ἡγεμόνας τὰς ἀποτυχίας τρέψαντες. [30] εἰς ποῖον γὰρ καιρὸν ἀποθήσεσθε τοῦτον ὑπολαβόντες χρήσιμον ὑμῖν αὐτοῖς ἔσεσθαι; ἔχοι τις ἂν εἰπεῖν ὑμῶν τῶν περιεστηκότων, εἰς ποῖα οὗτος πράγματα εἰσελθὼν ἴδια κοινὰ οὐκ ἀνατέτροφεν;48 οὐκ εἰς μὲν τὴν Ἀριστάρχου οἰκίαν εἰσελθών, βουλεύσας μετ᾽ ἐκείνου τὸν Νικοδήμῳ θάνατον κατασκευασθέντα, ὃν ἴστε πάντες, ἐξέβαλε τὸν Ἀρίσταρχον ἐπὶ ταῖς αἰσχίσταις αἰτίαις; καὶ τοιούτῳ φίλῳ Δημοσθένει ἐχρήσατο, ὥστε δαίμονα αὐτῷ τοῦτον καὶ τῶν γεγενημένων συμφορῶν ἡγεμόνα νομίσαι προσελθεῖν; [31] οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτε ὤφελενἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια: γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν —, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς καὶ ἀδοξίᾳ πᾶσ᾽ Ἑλλάς, οὐ μόνον πόλις, καθέστηκε; καί, πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς49 τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν δημαγωγὸς καὶ χρήσιμος αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης ἀνέπλησεν. [32] ἀπῆρε Χαρίδημος πρὸς τὸν Περσῶν βασιλέα, χρήσιμος ὑμῖν οὐ λόγοις ἀλλ᾽ ἔργοις βουλόμενος γενέσθαι, καὶ τοῖς ἰδίοις τοῖς αὑτοῦ κινδύνοις ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησι βουλόμενος τὴν σωτηρίαν παρασκευάσαι: περιιὼν οὗτος50 κατὰ τὴν ἀγορὰν ἐλογοποίει καὶ τῶν πραττομένων εἰσεποίει κοινωνὸν αὑτόν: οὕτω κατέστρεψεν τύχη ταῦτα ὥστ᾽ ἐναντία51 γενέσθαι52 τοῖς προσδοκωμένοις. [33] ἐξέπλευσεν Ἐφιάλτης, μισῶν μὲν τοῦτον, ἀναγκαζόμενος δὲ τῶν πραγμάτων κοινωνεῖν: ἀφείλετο καὶ τοῦτον τύχη τῆς πόλεως. Εὐθύδικος προῃρεῖτο τὰς ὑπὲρ τοῦ δήμου πράξεις: ἔφη τούτῳ Δημοσθένης φίλος εἶναι: καὶ53 οὗτος ἀπώλετο. καὶ ταῦθ᾽ ὑμεῖς ὁρῶντες καὶ ἐπιστάμενοι πολὺ βέλτιον ἐγὼ οὐ λογίζεσθε, οὐ σκοπεῖσθε πρὸς ὑμᾶς αὐτούς, τεκμαιρόμενοι τὰ μέλλοντα ἐκ τῶν γεγενημένων, ὅτι οὐδὲν οὗτος χρήσιμος ἀλλ᾽ τοῖς ἐχθροῖς κατὰ τῆς πόλεως54 ... ; [34] ... συστῆσαι κατασκευὴν ἑτέραν οἵα ἐπ᾽ Ἄγιδος55 ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστράτευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δ᾽, ὡς οἱ56 λέγοντες, ἐν Ἰνδοῖς ἦν, δ᾽ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσμένει μεταβολήν τινα τῶν κακῶν τῶν περιεστηκότων. [35] τί οὖν; ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων57 [κινδύνων];58 συνεβούλευσας; ἐπόρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδ᾽ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρ᾽ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν, [36] ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθ᾽ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, δέσποιν᾽ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει,59 καὶ μηδεπώποτε60 βελτιόνων. [37]

οὐκ ἀναμνήσεσθε, ἄνδρες, τὰς τῶν πρεσβυτέρων πράξεις; οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς αὐτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας61 ὑπὲρ τῶν τοῦ δημοσίου συμφερόντων ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώσαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπολιν ἀνενεγκόντας παρ᾽ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλήνων: [38] ἀλλὰ ταυτὶ τὰ μικρὸν πρὸ τῆς ἡμετέρας ἡλικίας γεγενημένα ὑπὸ Κεφάλου τοῦ ῥήτορος καὶ Θράσωνος τοῦ Ἑρχιέως62 καὶ Ἠλείου63 καὶ64 Φορμισίου καὶ ἑτέρων ἀνδρῶν ἀγαθῶν, ὧν ἐνίων ἔτι καὶ νῦν ζῇ τὰ σώματα. τούτων γὰρ οἱ μὲν φρουρουμένης ὑπὸ Λακεδαιμονίων τῆς Καδμείας βοηθήσαντες τοῖς εἰς Θήβας κατιοῦσι τῶν φυγάδων τοῖς ἰδίοις κινδύνοις ἠλευθέρωσαν πόλιν ἀστυγείτονα καὶ πολὺν χρόνον δουλεύουσαν, [39] οἱ δὲ πείσαντος65 ἐξελθεῖν ὑμῶν τοὺς προγόνους Κεφάλου τοῦ τὸ66 ψήφισμα γράψαντος, ὃς οὐ καταπλαγεὶς τὴν Λακεδαιμονίων δύναμιν, οὐδὲ λογισάμενος ὅτι τὸ κινδυνεύειν καὶ τὸ γράφειν ὑπὲρ τῆς πόλεως ἐπισφαλές ἐστιν, ἔγραψεν ἐξιέναι βοηθήσοντας Ἀθηναίους τοῖς κατειληφόσι τῶν φυγάδων Θήβας: καὶ ἐξελθόντων ἐκεῖσε τῶν ὑμετέρων πατέρων ὀλίγαις ἡμέραις ἐξεβλήθη τῶν67 Λακεδαιμονίων φρούραρχος, ἠλευθέρωντο68 Θηβαῖοι, διεπέπρακτο πόλις ὑμετέρα ἄξια τῶν προγόνων. [40] ἐκεῖνοι ἦσαν, ἐκεῖνοι, Ἀθηναῖοι, ἄξιοι σύμβουλοι καὶ ἡγεμόνες ὑμῶν καὶ τοῦ δήμου: μὰ Δί᾽ οὐ τὰ τοιαῦτα κινάδη, οἳ πεποιήκασι μὲν οὐδὲν οὐδὲ πράξουσιν ἀγαθὸν ὑπὲρ τῆς πόλεως, τὴν δὲ αὑτῶν ἀσφάλειαν τηροῦντες καὶ πανταχόθεν69 ἀργυριζόμενοι καὶ πεποιηκότες τὴν πόλιν ἀδοξοτέραν ἑαυτῶν, καὶ νῦν εἰλημμένοι δῶρα καθ᾽ ὑμῶν εἰληφότες, παρακρούονται ὑμᾶς, καὶ ἀξιοῦσι τοιοῦτοι γεγενημένοι περὶ τῆς ἑαυτῶν πλεονεξίας παραγγέλλειν. οὓς χρῆν70 τεθνάναι πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα,71 τοιαῦτα διαπεπραγμένους. [41]

οὐκ αἰσχύνεσθε, ἄνδρες Ἀθηναῖοι, τὴν κατὰ Δημοσθένους τιμωρίαν ἐκ τῶν ἡμετέρων λόγων μόνων ἡγούμενοι δεῖν κρίνειν; οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν72 φίλων, καὶ τῆς πόλεως ἀνάξιον καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην; ἀπὸ ποίων ψηφισμάτων οὗτος ποίων νόμων οὐκ εἴληφεν ἀργύριον; [42] εἰσί τινες ἐν τῷ δικαστηρίῳ τῶν ἐν τοῖς τριακοσίοις γεγενημένων, ὅθ᾽ οὗτος ἐτίθει τὸν περὶ τῶν τριηράρχων νόμον; οὐ φράσετε τοῖς πλησίον ὅτι τρία τάλαντα λαβὼν μετέγραφε καὶ μετεσκεύαζε τὸν νόμον καθ᾽ ἑκάστην ἐκκλησίαν, καὶ τὰ μὲν ἐπώλει ὧν εἰλήφει τὴν τιμήν, τὰ δ᾽ ἀποδόμενος οὐκ ἐβεβαίου; [43] εἴπατέ μοι πρὸς Διός, ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην73 εἰκόνα; τὸ ποιῆσαι πολίτας ὑμετέρους74 Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον,75 πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην76 καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου77 τυράννους, παρ᾽ ὧν αὐτῷ χίλιοι μέδιμνοι78 τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδ᾽ ὅποι79 καταφύγῃ αὐτίκα φήσοντι εἶναι; [44] τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, τὸν80 τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δ᾽ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ.81 καὶ τοῦτον οὗτος δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι. [45] περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; εἶτα,82 πρὸς τῆς Ἀθηνᾶς, οἴεσθ᾽ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δ᾽ εἴκοσι τάλαντ᾽ οὐκ ἂν λαβεῖν; κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθρόον δ᾽ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; τὴν ἐξ Ἀρείου πάγου βουλὴν Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πεποιῆσθαι τὰς ἀποφάσεις; [46]

πολλοί, ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν83 ἄλλων δωροδοκίας ποιήσετε, ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθ᾽ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαι᾽ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις84 ἔνοχος καθέστηκεν, [47] ἐπιωρκηκὼς μὲν τὰς σεμνὰς θεὰς ἐν Ἀρείῳ πάγῳ καὶ τοὺς ἄλλους θεοὺς οὓς ἐκεῖ διόμνυσθαι νόμιμόν ἐστι, κατάρατος δὲ καθ᾽ ἑκάστην ἐκκλησίαν γιγνόμενος,85 ἐξεληλεγμένος δῶρα κατὰ τῆς πόλεως εἰληφώς, ἐξηπατηκὼς δὲ καὶ τὸν δῆμον καὶ τὴν βουλὴν παρὰ τὴν ἀράν, καὶ ἕτερα μὲν λέγων ἕτερα δὲ φρονῶν, ἰδίᾳ δὲ συμβεβουλευκὼς Ἀριστάρχῳ δεινὰς καὶ παρανόμους συμβουλάς, ἀνθ᾽ ὧνεἴπερ ἐστί που δικαία τιμωρία κατὰ τῶν ἐπιόρκων καὶ πονηρῶν, ὥσπερ ἔστιδώσει δίκην οὗτος ἐν τῇ τήμερον ἡμέρᾳ. ἀκούσατ᾽, ἄνδρες δικασταί, τῆς ἀρᾶς.“Ἀρά[48]

ἀλλ᾽ ὅμως, ἄνδρες δικασταί, οὕτω Δημοσθένης τῷ ψεύδεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτ᾽ αἰσχύνης οὔτ᾽ ἐλέγχου οὔτ᾽ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ κατέγνω πρότερον βουλή: καὶ ποιῶ πάντων ἀτοπώτατον, ὡς οὗτός φησι, πρότερον μὲν ἐναντίον τῇ τῆς βουλῆς ἀποφάσει ἀγῶνα ἀπολογούμενος ὑπὲρ ἐμαυτοῦ, νυνὶ δὲ συνηγορῶν αὐτῇ, κατηγορῶν τούτου περὶ τῆς γεγενημένης ἀποφάσεως: [49] πρᾶγμα κατασκευάζων οὐ γεγενημένον, ἀλλὰ ψεύδεσθαι πρὸς ὑμᾶς86 τολμῶν. ἵν᾽ οὖν, ἐὰν ἐπὶ τοῦτον ἴῃ τὸν λόγον, μὴ ἐπιτρέπητ᾽ αὐτῷ, ἀλλ᾽ εἰδῆτ᾽ ἀκριβῶς ὅτι οὔτε μ᾽ ἀπέφηνεν βουλὴ οὔτ᾽ ἐμέλλησεν, ἠδικήθην δὲ ὑφ᾽ ἑνὸς ἀνθρώπου πονηροῦ καὶ δίκην δεδωκότος παρ᾽ ὑμῖν, ἀκούσατέ μου βραχέα: ἔπειτ᾽ ἐπὶ τοῦτον πάλιν βαδιοῦμαι. [50]

ἀνάγκη τὴν βουλήν, ἄνδρες, τὴν ἐξ Ἀρείου πάλου κατὰ δύο τρόπους ποιεῖσθαι τὰς ἀποφάσεις πάσας. τίνας τούτους; ἤτοι αὐτὴν προελομένην καὶ ζητήσασαν, τοῦ δήμου προστάξαντος αὐτῇ. χωρὶς τούτων οὐκ ἔστιν ὅντιν᾽ ἂν87 τρόπον ποιήσειεν. εἰ μὲν τοίνυν φῄς, μιαρὸν σὺ θηρίον, τοῦ δήμου προστάξαντος ζητήσασαν τὴν βουλὴν περὶ ἐμοῦ ποιήσασθαι τὴν ἀπόφασιν, [51] δεῖξον τὸ ψήφισμα, καὶ τίνες ἐγένοντο μου κατήγοροι γενομένης τῆς ἀποφάσεως, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθ᾽ ἐζήτησεν βουλή, καὶ κατήγοροι χειροτονήσαντος τοῦ δήμου, παρ᾽ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται. κἂν ταῦτα ἀληθῆ, ἀποθνήσκειν ἕτοιμός εἰμι. εἰ δ᾽ αὐτὴν προελομένην ἀποφῆναί με φῄς, παράσχου μάρτυρας τοὺς Ἀρεοπαγίτας, ὥσπερ ἐγὼ παρέξομαι ὅτι οὐκ ἀπεφάνθην. [52] καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ἕν᾽88 εἰσαγγείλας, καὶ ἐξελέγξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώσας αὑτὸν Πυθοκλεῖ89 κατ᾽ ἐμοῦ ταῦτ᾽ ἔπραξεν, ἐτιμωρησάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρτυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψατο ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν.“Μαρτυρία[53]

εἶτ᾽ οὐ δεινόν, Ἀθηναῖοι, εἰ, ὅτι μὲν εἷς ἀνὴρ ἔφησε Πιστίας Ἀρεοπαγίτης ὢν ἀδικεῖν με, καταψευδόμενος κἀμοῦ90 καὶ τῆς βουλῆς, ἴσχυσεν ἂν τὸ ψεῦδος τῆς ἀληθείας μᾶλλον, εἰ91 διὰ τὴν ἀσθένειαν τὴν τότε καὶ τὴν ἐρημίαν τὴν ἐμὴν ἐπιστεύθησαν αἱ κατ᾽ ἐμοῦ ψευδεῖς γενόμεναι92 κατασκευαί: ἐπειδὴ δὲ τἀληθὲς παρὰ πάσης τῆς ἐξ Ἀρείου πάγου βουλῆς ὁμολογεῖται, Δημοσθένην εἰληφέναι εἴκοσι τάλαντα χρυσίου καθ᾽ ὑμῶν καὶ ταῦτα πεποιηκότ᾽ ἀδικεῖν, καὶ δημαγωγὸς ὑμῖν, ἐν τὰς ἐλπίδας ἔχουσί τινες, [54] ἐπ᾽ αὐτοφώρω χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ βουλὴ ἐπ᾽ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε. [55] βουλή, ἄνδρες, ζητεῖ τὰ προσταχθένθ᾽ ὑφ᾽ ὑμῶν καὶ τὰ γεγενημένα παρ᾽ αὑτοῖς93 ἀδικήματ᾽ οὐχ ὡς ὑμεῖςκαί μοι μὴ ὀργισθῆτεδικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον τῷ δικαίῳ ἀπονέμοντες, ἀλλ᾽ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις ἀποφαίνει94 καὶ τὸν ὁποιονοῦν ἠδικηκότα παρὰ95 τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι. [56] διόπερ τὸν παρ᾽ αὑτῶν ἀποστερήσαντα τὸ ναῦλον τὸν πορθμέα ζημιώσασα πρὸς ὑμᾶς ἀπέφηνε: πάλιν τὸν τὴν πεντεδραχμίαν ἐπὶ τῷ τοῦ μὴ παρόντος ὀνόματι λαβεῖν ἀξιώσαντα, καὶ τοῦτον ὑμῖν ἀπέφηνε, καὶ τὸν τὴν μερίδα τὴν ἐξ Ἀρείου πάγου τολμήσαντ᾽ ἀποδόσθαι παρὰ τὰ νόμιμα τὸν αὐτὸν τρόπον ζημιώσασ᾽ ἐξέβαλε. [57] τούτους ὑμεῖς κρίναντες ἀφήκατε, οὐ τῆς ἐξ Ἀρείου πάγου βουλῆς καταγιγνώσκοντες ψεύδεσθαι, ἀλλὰ τῇ συγγνώμῃ μᾶλλον τῷ δικαίῳ προσθέμενοι, καὶ τὴν τιμωρίαν μείζω νομίζοντες εἶναι τῆς ὑπὸ τῶν κρινομένων γεγενημένης ἁμαρτίας. που ἄρα βουλή, Δημόσθενες, τὰ ψευδῆ ἀπέφηνεν; οὐ δήπου. τούτους μέντοι, ἄνδρες, καὶ τοιούτους ἑτέρους ἀδικεῖν παρ᾽ ἑαυτοῖς96 ἀποφηνάσης τῆς βουλῆς ὑμεῖς ἀφήκατε. [58] πολύευκτον δὲ τὸν Κυδαντίδην τοῦ δήμου προστάξαντος ζητῆσαι τὴν βουλήν, εἰ συνέρχεται τοῖς φυγάσιν εἰς Μέγαρα, καὶ ζητήσασαν ἀποφῆναι πρὸς ὑμᾶς, ἀπέφηνεν βουλὴ συνιέναι. κατηγόρους εἵλεσθε κατὰ τὸν νόμον, εἰσῆλθεν εἰς τὸ δικαστήριον, ἀπελύσαθ᾽ ὑμεῖς, ὁμολογοῦντος τοῦ97 Πολυεύκτου βαδίζειν εἰς Μέγαρ᾽ ὡς τὸν Νικοφάνην: ἔχειν γὰρ τὴν αὑτοῦ μητέρα τοῦτον. οὐδὲν οὖν ἄτοπον οὐδὲ δεινὸν ἐφαίνεθ᾽ ὑμῖν ποιεῖν τῷ τῆς μητρὸς ἀνδρὶ διαλεγόμενος ἠτυχηκότι καὶ συνευπορῶν, καθ᾽ ὅσον δυνατὸς ἦν, ἀπεστερημένῳ τῆς πατρίδος. [59] αὕτη, Δημόσθενες, τῆς βουλῆς ἀπόφασις οὐκ ἐξηλέγχθη ψευδὴς οὖσα, ἀληθινῆς δὲ αὐτῆς οὔσης ἔδοξε τοῖς δικασταῖς ἀφεῖναι98 τὸν Πολύευκτον: τὸ μὲν γὰρ ἀληθὲς τῇ βουλῇ προσετάχθη ζητεῖν, τὸ δὲ συγγνώμης ἄξιόν φημι99 τὸ δικαστήριον ἔκρινε. διὰ τοῦτ᾽ οὐ πιστευτέον τῇ βουλῇ περὶ τῶν γιγνομένων100 ἀποφάσεων, ἐπειδή σε καὶ τοὺς μετὰ σοῦ τὸ χρυσίον ἔχοντας ἀποπέφαγκε; δεινὸν μέντ᾽ ἂν εἴη. [60] δεῖξον γὰρ τοῖς δικασταῖς σύ, Δημόσθενες, νυνὶ ὡς τούτων τι τῶν ἁμαρτημάτων101 ὅμοιόν ἐστι τοῖς σοῖς ἀδικήμασι, καὶ ὡς τὸ δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος συγγνώμης ἐστὶν ἄξιον, ὥστ᾽ ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως. ἀλλ᾽ οἱ νόμοι περὶ μὲν τῶν ἄλλων ἀδικημάτων τῶν εἰς ἀργυρίου λόγον ἀνηκόντων διπλῆν τὴν βλάβην ὀφλεῖν102 κελεύουσι, περὶ δὲ τῶν δωροδοκούντων δύο μόνον τιμήματα πεποιήκασιν, φάνατον, ἵνα ταύτης τυχὼν τῆς ζημίας λαβὼν παράδειγμα γένηται τοῖς ἄλλοις, δεκαπλοῦν τοῦ ἐξ ἀρχῆς λήμματος τὸ τίμημα τῶν δώρων, ἵνα μὴ λυσιτελήσῃ103 τοῖς τοῦτο τολμῶσι ποιεῖν. [61]

τοῦτο μὲν οὐκ ἐπιχειρήσεις λέγειν, ὅτι δὲ τῶν πρότερον104 ἀποφανθέντων ὑπὸ τῆς βουλῆς, τοῖς μὲν ἄλλοις ὡμολογηκέναι συμβέβηκεν ἀξίαν εἶναι τὴν τῆς βουλῆς ζημίαν,105 σοὶ δὲ μόνῳ τὰ106 περὶ αὐτῆς ἠναντιῶσθαι. ἀλλὰ μόνος σὺ τῶν πώποτ᾽ ἀποπεφασμένων ἠξίωσας ἑκὼν σεαυτῷ τούτους κριτὰς καὶ ζητητὰς γενέσθαι, καὶ ἔγραψας κατὰ σαυτοῦ τὸ ψήφισμα, καὶ τὸν δῆμον ἐποιήσω μάρτυρα τῶν ὡμολογημένων, ὁρισάμενος σεαυτῷ ζημίαν εἶναι θάνατον, ἐὰν ἀποφήνῃ σ᾽107 βουλὴ τῶν χρημάτων εἰληφότα τι τῶν εἰς τὴν χώραν ὑφ᾽ Ἁρπάλου κομισθέντων. [62] ἀλλὰ μὴν πρότερον ἔγραψας σύ, Δημόσθενες, κατὰ πάντων τούτων καὶ τῶν ἄλλων Ἀθηναίων κυρίαν εἶναι τὴν ἐξ Ἀρείου πάγου βουλὴν κολάσαι τὸν παρὰ τοὺς νόμους πλημμελοῦντα, χρωμένην τοῖς πατρίοις108 νόμοις: καὶ παρέδωκας σὺ καὶ ἐνεχείρισας τὴν πόλιν ἅπασαν ταύτῃ, ἣν αὐτίκα φήσεις ὀλιγαρχικὴν εἶναι: καὶ τεθνᾶσι κατὰ τὸ σὸν ψήφισμα δύο τῶν πολιτῶν, πατὴρ καὶ υἱός, παραδοθέντες τῷ ἐπὶ τῷ ὀρύγματι: [63] ἐδέθη τῶν ἀφ᾽ Ἁρμοδίου γεγονότων εἷς κατὰ τὸ σὸν πρόσταγμα: ἐστρέβλωσαν Ἀντιφῶντα καὶ ἀπέκτειναν οὗτοι τῇ τῆς βουλῆς ἀποφάσει πεισθέντες: ἐξέβαλες σὺ Χαρῖνον109 ἐκ τῆς πόλεως ἐπὶ προδοσίᾳ κατὰ τὰς τῆς βουλῆς ἀποφάσεις καὶ τιμωρίας. κατὰ δὲ σαυτοῦ καὶ ταῦτα γράψας αὐτὸς τὸ ψήφισμ᾽ ἀκυροῖς; καὶ ποῦ ταῦτα δίκαια νόμιμά ἐστι; [64]

μαρτύρομαι τὰς σεμνὰς θεάς, ἄνδρες Ἀθηναῖοι, καὶ τὸν τόπον ὃν ἐκεῖναι κατέχουσι, καὶ τοὺς ἥρωας τοὺς ἐγχωρίους, καὶ τὴν Ἀθηνᾶν τὴν Πολιάδα110 καὶ τοὺς ἄλλους θεοὺς οἳ τὴν χώραν καὶ τὴν πόλιν ἡμῶν εἰλήχασιν, ὅτι τοῦ δήμου παραδεδωκότος ὑμῖν τιμωρήσασθαι111 τὸν εἰληφότα τι τῶν112 ... κατὰ τῆς πατρίδος, τὸν λελυμασμένον καὶ ἐφθαρκότα τὴν τῆς πόλεως εὐδαιμονίαν, τὸν περικεχαρακωμένην προδεδωκότα113 τὴν πατρίδα ταῖς αὑτοῦ συμβουλίαις, [65] [ὃν]114 οἱ μὲν ἐχθροὶ καὶ κακόνοι τῇ πόλει115 ζῆν ἂν βούλοιντο, συμφορὰν ἡγούμενοι τῆς πόλεως εἶναι, ὅσοι δὲ εὖνοι τοῖς ὑμετέροις πράγμασι, καὶ μεταπεσούσης τῆς τύχης ἐλπίζουσιν ἐπὶ τὸ βέλτιον ἂν τὰ τῆς πόλεως πράγματ᾽ ἐλθεῖν, τὴν ἀξίαν δίκην δόντα τῶν πεπραγμένων ἀπολωλέναι βούλονται, καὶ ταῦτ᾽ εὔχονται τοῖς θεοῖς: οὓς κἀγὼ συμπαρακαλῶ σῶσαι τὴν πατρίδα, κινδυνεύουσαν ὁρῶν ὑπὲρ σωτηρίας, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ δόξης, ὑπὲρ τῶν ἄλλων ἀγαθῶν ἁπάντων. [66] τί γὰρ ἐροῦμεν, Ἀθηναῖοι, πρὸς τοὺς περιεστηκότας ἐξελθόντες ἐκ τοῦ δικαστηρίου, ἐάν, μὴ γένοιτο, παρακρουσθῆτε ὑπὸ τῆς τούτου γοητείας; τίσιν ὀφθαλμοῖς ἕκαστος ὑμῶν τὴν πατρῴαν ἑστίαν οἴκαδ᾽ ἀπελθὼν ἰδεῖν τολμήσει,116 ἀπολελυκότες μὲν τὸν προδότην τὸν πρῶτον εἰς τὸν ἴδιον οἶκον εἰσενεγκάμενον τὸ δεδωροδοκημένον χρυσίον, κατεγνωκότες δὲ μηδὲν ἀληθὲς μήτε117 ζητεῖν μήθ᾽ εὑρίσκειν τὸ παρὰ πᾶσιν ἀνθρώποις εἶναι σεμνότατον νομιζόμενον συνέδριον; [67] τίνας δ᾽, Ἀθηναῖοι, — σκοπεῖτε γὰρ πρὸς ὑμᾶς αὐτούς —, τίνας τὰς ἐλπίδας ἕξομεν, ἐὰν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τὸ μὲν δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος ἀσφαλὲς εἶναι πεποιηκότες, τὸ δὲ τὴν φυλακὴν ἔχον συνέδριον τῆς πόλεως ἐν τοῖς τοιούτοις κινδύνοις ἀδόκιμον καταστήσαντες; [68] τί δ᾽ ἐάντιθῶμεν118 γὰρ ταῦτα —, ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφ᾽ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυνθάνεσθαι τὴν ἀλήθειαν ἡμᾶς,119 πρὸς θεῶν, ἄνδρες, τί ἐροῦμεν; [69] γράψεις120 σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν,121 αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει; τοσοῦτον γὰρ κατὰ τὴν προτέραν εἰσφορὰν εἰσενηνοχώς, εἴκοσι τάλαντ᾽ ἔχεις. [70] πολεμεῖν μὲν οὐ γράψεις, ἀποδιδόναι δὲ κατὰ τὸ γεγραμμένον ὑπὸ σοῦ ψήφισμα κελεύσεις122 Ἀλεξάνδρῳ τὸ κεκομισμένον χρυσίον; οὐκοῦν ὑπὲρ σοῦ τὸν δῆμον ἀποδιδόναι δεήσει. καὶ ποῦ τοῦτ᾽ ἐστὶ δίκαιον κοινὸν δημοτικόν, τοὺς μὲν ἐργαζομένους εἰσφέρειν, σὲ δ᾽ ἁρπάζειν καὶ κλέπτειν;123 καὶ τοὺς μὲν φανερὰν κεκτῆσθαι τὴν οὐσίαν καὶ ἀπὸ ταύτης εἰσφέρειν, σὲ δὲ πλείω πεντήκοντα καὶ ἑκατὸν τάλαντα, τὰ μὲν ἐκ τῶν βασιλικῶν, τὰ δ᾽ ἐκ τῶν Ἀλεξάνδρου πραγμάτων, εἰληφέναι, μηδὲν δὲ φανερὸν ἐν τῇ πόλει κεκτῆσθαι, ἀλλὰ διεσκευάσθαι πρὸς τὸν δῆμον ὡς οὐ πιστεύοντα τοῖς ἑαυτῷ πολιτευομένοις; [71] καὶ τοὺς μὲν νόμους προλέγειν τῷ ῥήτορι καὶ τῷ στρατηγῷ, τῷ124 τὴν παρὰ τοῦ δήμου πίστιν ἀξιοῦντι λαμβάνειν, παιδοποιεῖσθαι κατὰ τοὺς νόμους, γῆν ἐντὸς ὅρων κεκτῆσθαι, πάσας τὰς δικαίας πίστεις παρακαταθέμενον οὕτως ἀξιοῦν προεστάναι τοῦ δήμου: σὲ δὲ τὴν μὲν125 πατρῴαν γῆν πεπρακέναι, τοὺς δ᾽ οὐ γεγενημένους υἱεῖς σαυτῷ προσποιεῖσθαι παρὰ τοὺς νόμους τῶν ἐν ταῖς κρίσεσιν ἕνεκα γιγνομένων ὅρκων, ἐπιτάττειν δὲ τοῖς ἄλλοις στρατεύεσθαι λιπόντ᾽ αὐτὸν τὴν κοινὴν τάξιν. [72]

Ἀθηναῖοι, παρὰ τί οἴεσθε τὰς πόλεις τοτὲ μὲν εὖ τοτὲ δὲ φαύλως πράττειν; οὐδὲν εὑρήσετ᾽ ἄλλο πλὴν παρὰ τοὺς συμβούλους καὶ τοὺς ἡγεμόνας. ἐπιβλέψατε δ᾽ ἐπὶ τὴν Θηβαίων πόλιν. ἐγένετο126 πόλις,127 ἐγένετο μεγίστη: καὶ τίνων τυχοῦσα ἡγεμόνων καὶ στρατηγῶν; ἅπαντες ἂν ὁμολογήσαιεν οἱ128 πρεσβύτεροι, παρ᾽ ὧνπερ κἀγὼ τοὺς λόγους ἀκούων ἐρῶ, [73] ὅτε Πελοπίδας, ὥς φασιν, ἡγεῖτο τοῦ ἱεροῦ λόχου129 καὶ Ἐπαμινώνδας ἐστρατήγει καὶ οἱ μετὰ τούτων, τότε τὴν ἐν Λεύκτροις μάχην ἐνίκησεν τῶν Θηβαίων πόλις, τότ᾽ εἰς τὴν ἀπόρθητον νομιζομένην εἶναι Λακεδαιμονίων χώραν εἰσέβαλον, κατ᾽ ἐκείνους τοὺς χρόνους πολλὰ καὶ καλὰ διεπράξαντ᾽ ἔργα, Μεσσήνην τετρακοσιοστῷ ἔτει κατῴκισαν, Ἀρκάδας αὐτονόμους ἐποίησαν, ἔνδοξοι παρὰ πᾶσιν ἦσαν. [74] πότε δ᾽ αὖ τοὐναντίον ταπεινὰ καὶ τοῦ φρονήματος ἀνάξια διεπράξαντο; ὅτ᾽ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλίππου Τιμόλαος τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς εἰς Ἄμφισσαν συλλεγεῖσι Πρόξενος προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. τότε διὰ τρεῖς γ᾽ ἀνθρώπους οὓς εἶπον ἅπασ᾽ πόλις ἐκ τῶν Ἑλλήνων130 ἀπώλετο καὶ διεφθάρη. οὐ γὰρ ψεῦδός ἐστιν ἀλλὰ καὶ λίαν ἀληθὲς τὸ τοὺς ἡγεμόνας αἰτίους ἁπάντων γίγνεσθαι καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τοῖς πολίταις. [75] θεωρήσατε δὴ πάλιν καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως, τὸν αὐτὸν τρόπον ἐξετάσαντες. πόλις ἡμῶν ἦν μεγάλη καὶ ἔνδοξος παρὰ τοῖς Ἕλλησι καὶ τῶν προγόνων ἀξία, μετά γε τὰς ἀρχαίας ἐκείνας πράξεις, ὅτε Κόνων, ὡς οἱ πρεσβύτεροι λέγουσιν, ἐνίκησε τὴν ἐν Κνίδῳ ναυμαχίαν, ὅτ᾽ Ἰφικράτης ἀνεῖλε τὴν Λακεδαιμονίων μόραν,131 ὅτε Χαβρίας ἐν Νάξῳ κατεναυμάχησε τὰς Λακεδαιμονίων τριήρεις, ὅτε Τιμόθεος τὴν ἐν Κερκύρᾳ ναυμαχίαν ἐνίκησε. [76] τότε, Ἀθηναῖοι, τότε οἱ μὲν πρότερον ὄντες λαμπροὶ διὰ τοὺς ἡγεμόνας Λακεδαιμόνιοι καὶ ὑπὸ τοῖς ἐκείνων ἤθεσι τραφέντες ταπεινοὶ πρὸς τὴν πόλιν ἡμῶν ἧκον, δεόμενοι τῆς παρὰ τῶν προγόνων ἡμῶν σωτηρίας, δὲ καταλυθεὶς ὑπ᾽ ἐκείνων δῆμος διὰ τοὺς τότε γενομένους παρ᾽ ἡμῖν132 συμβούλους πάλιν ἡγεμὼν ἦν τῶν Ἑλλήνων, δικαίως οἶμαι, στρατηγῶν μὲν τοιούτων τετυχηκὼς οἵων εἶπον ἀρτίως, συμβούλους δ᾽ ἔχων Ἀρχῖνον καὶ Κέφαλον τὸν Κολλυτέα. μία γὰρ αὕτη σωτηρία καὶ πόλεως καὶ ἔθνους ἐστί, τὸ προστατῶν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων τυχεῖν. [77] διόπερ, Ἀθηναῖοι, δεῖ ταῦθ᾽ ὑμᾶς ὁρῶντας καὶ λογιζομένους μὴ μὰ Δία τὸν πλείω χρόνον τῆς Δημοσθένους δωροδοκίας καὶ ἀτυχίας κοινωνεῖν, μηδ᾽ ἐν τούτῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδ᾽ οἴεσθαι ἀπορήσειν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων, ἀλλὰ τὴν τῶν προγόνων λαβόντας ὀργὴν τὸν ἐπ᾽ αὐτοφώρῳ κλέπτην εἰλημμένον καὶ προδότην, τὸν οὐκ ἀπεχόμενον τῶν εἰς τὴν πόλιν ἀφικνουμένων χρημάτων, τὸν εἰς τὰς δεινοτάτας ἀτυχίας ἐμβεβληκότα τὴν πόλιν, τὸν τῆς Ἑλλάδος ἀλιτήριον ἀποκτείναντας133 ἐξόριστον ἐκ τῆς πόλεως ποιῆσαι, καὶ μεταβαλέσθαι134 τὴν τῆς πόλεως τύχην ἐᾶσαι, καὶ προσδοκῆσαι τούτων γενομένων βέλτιον πράξειν. [78]

ἀκούσατε, Ἀθηναῖοι, κἀκείνου τοῦ ψηφίσματος τοῦ γραφέντος ὑπὸ Δημοσθένους, 135 τεταραγμένης τῆς πόλεως μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἔγραψεν δημοτικὸς οὗτος, καὶ τῆς μαντείας τῆς ἐλθούσης ἐκ Δωδώνης παρὰ τοῦ Διὸς τοῦ Δωδωναίου: σαφῶς γὰρ ὑμῖν πάλαι προείρηκε φυλάττεσθαι τοὺς ἡγεμόνας καὶ τοὺς συμβούλους. λέγε τὴν μαντείαν πρῶτον.“Μαντεία[79] λέγε δὴ τὸ καλὸν ψήφισμα τούτου.“Ψηφίσματος Μέροςδημοτικός γ᾽ διατάττων ἑαυτὸν μέν, ἐπειδὴ ἀνδρεῖος καὶ εὔψυχός ἐστιν, ἐν τοῖς ὅπλοις μένειν, οὓς δ᾽ ἂν οὗτος136 ἀποδοκιμάσῃ τῶν πολιτῶν, ἐπὶ τὰ ἔργα ἀπιέναι, καὶ ἐάν τι ἄλλο τούτῳ δόξῃ ἐπιτήδειον εἶναι, τοῦτο ποιεῖν. λέγε τὰ λοιπά.“Τὸ Λοιπὸν τοῦ Ψηφίσματος[80] ἀκούετε, ἄνδρες δικασταί. ἀπιέναι φησὶ τὸ ψήφισμα137 τὰς ᾑρημένας138 πρεσβείας. ἐπειδὴ γὰρ139 ἤκουσε μετὰ τὴν μάχην τὴν ἐν Χαιρωνεία Φίλιππον εἰς τὴν χώραν ἡμῶν μέλλειν εἰσβάλλειν, αὐτὸς ἑαυτὸν πρεσβευτὴν κατασκευάσας, ἵν᾽ ἐκ τῆς πόλεως ἀποδραίη, ᾤχετο140 συσκευασάμενος ἐκ141 τῆς διοικήσεως ὀκτὼ τάλαντα, οὐδὲν φροντίσας τῆς τότε παρούσης ἀπορίας, ἡνίχ᾽ οἱ ἄλλοι πάντες ἐκ τῶν ἰδίων ἐπεδίδοσαν εἰς τὴν ὑμετέραν σωτηρίαν. [81] τοιοῦτος ὑμῖν σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ142 Δημοσθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτ᾽ ἀπεδίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι143 κινδυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετο ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος144 ᾤχετο ἐκ τῆς πόλεως ἀποδρὰς, [82] ἐπειδὴ δὲ πρεσβεύειν ἔδει περὶ τῆς εἰρήνης, οὐκ ἂν ἔφασκεν ἐκ τῆς πόλεως ἐξελθεῖν οὐδὲ τὸν ἕτερον πόδα, ἐπειδὴ δὲ τοὺς φυγάδας Ἀλέξανδρον ἔφασαν κατάγειν καὶ Νικάνωρ εἰς Ὀλυμπίαν ἧκεν, ἀρχεθεωρὸν αὑτὸν ἐπέδωκε145 τῇ βουλῇ. τοιοῦτος οὗτος, ἐν μὲν ταῖς παρατάξεσιν οἰκουρός, ἐν δὲ τοῖς οἴκοι μένουσι πρεσβευτής, ἐν δὲ τοῖς πρεσβευταῖς δραπέτης ἐστίν.

λέγε δὴ146 ... καὶ τὸ περὶ ζητήσεως τῶν χρημάτων ψήφισμα, 147 ἔγραψε Δημοσθένης τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ αὑτοῦ τε καὶ ὑμῶν, ἵνα παρ᾽ ἄλληλα θεωρήσαντες εἰδῆτε τὴν Δημοσθένους ἀπόνοιαν.“Ψήφισμα[83] ἔγραψας σὺ τοῦτο, Δημόσθενες; ἔγραψας: οὐκ ἔστιν ἀντειπεῖν. ἐγένετο βουλὴ κυρία σοῦ προστάξαντος; ἐγένετο. τεθνᾶσι τῶν πολιτῶν ἄνδρες; τεθνᾶσι. κύριον ἦν τὸ σὸν ψήφισμα κατ᾽ ἐκείνων; ἀδύνατον ἀντειπεῖν.

λέγε δὴ πάλιν Δημοσθένης κατὰ Δημοσθένους ἔγραψε. προσέχετε, ἄνδρες.“Ψήφισμα[84] βουλὴ εὕρηκε Δημοσθένην. τί δεῖ πολλῶν λόγων; ἀποπέφαγκεν, Ἀθηναῖοι. τὸ μὲν τοίνυν δίκαιον ἦν ὑφ᾽ ἑαυτοῦ κεκριμένον εὐθὺς ἀποθνῄσκειν: ἐπειδὴ δ᾽ εἰς τὰς ὑμετέρας ἥκει χεῖρας τῶν148 ὑπὲρ τοῦ δήμου συνειλεγμένων καὶ τῶν ὀμωμοκότων149 πείσεσθαι150 τοῖς νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασι, τί ποιήσετε; προήσεσθε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὰ παρὰ πᾶσιν ἀνθρώποις δίκαια νομιζόμενα; [85] μή, Ἀθηναῖοι, μή: αἰσχρὸν γὰρ καὶ δεινόν, ἑτέρους μὲν ὑπὸ τῶν Δημοσθένους ψηφισμάτων, οὐδὲν ὄντας τούτου χείρους οὐδὲ τοσαῦτ᾽ ἠδικηκότας ὅσαπερ οὗτος, ἀπολωλέναι, τουτονὶ δὲ καταφρονοῦντα ὑμῶν καὶ τῶν νόμων ἀτιμώρητον ἐν τῇ πόλει περιιέναι, αὐτὸν ὑφ᾽ ἑαυτοῦ καὶ τῶν ψηφισμάτων ὧν ἔγραψεν ἑαλωκότα. ταὐτὸ151 συνέδριον, Ἀθηναῖοι, καὶ αὐτὸς τόπος, καὶ ταὐτὰ152 δίκαια. [86] αὐτὸς ῥήτωρ ἐκείνοις τ᾽ αἴτιος ἐγένετο τῶν συμβάντων κακῶν καὶ αὑτῷ τῶν νῦν συμβησομένων. ἐπέτρεψεν [ὁ]153 αὐτὸς οὗτος ἐν τῷ δήμῳ τῷ συνεδρίῳ τούτῳ κρῖναι περὶ αὑτοῦ, μάρτυρας ὑμᾶς πεποιημένος. ἔθετο συνθήκας μετὰ τοῦ δήμου, γράψας τὸ ψήφισμα καθ᾽ ἑαυτοῦ παρὰ τὴν μητέρα154 τῶν θεῶν, πάντων τῶν ἐν τοῖς γράμμασι δικαίων φύλαξ τῇ πόλει καθέστηκε. διὸ καὶ οὐχ ὅσιον ὑμῖν ἐστὶ ταύτας ἀκύρους ποιεῖν, οὐδὲ τοὺς θεοὺς ὀμωμοκόσι περὶ ταύτης τῆς κρίσεως ταῖς αὐτῶν τῶν θεῶν πράξεσιν ἐναντίαν τὴν ψῆφον ἐνεγκεῖν. [87] κρίσεως155 Ποσειδῶν ἀποτυχὼν τῆς156 ὑπὲρ Ἁλιρροθίου πρὸς Ἄρη γενομένης157 ἐνέμεινεν: ἐνέμειναν158 αὐταὶ αἰ σεμναὶ θεαὶ τῇ πρὸς Ὀρέστην ἐν τούτῳ τῷ συνεδρίῳ κρίσει γενομένῃ καὶ τῇ τούτου ἀληθείᾳ συνοίκους ἑαυτὰς εἰς τὸν λοιπὸν χρόνον κατέστησαν. ὑμεῖς δὲ τί ποιήσετε οἱ πάντων εἶναι φάσκοντες εὐσεβέστατοι;159 τὴν τοῦ συνεδρίου γνώμην160 ἄκυρον καταστήσετε τῇ Δημοσθένους ἐπακολουθήσαντες πονηρίᾳ; οὐκ, ἐὰν σωφρονῆτε, Ἀθηναῖοι: [88] οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. 161 εἰ μέν, καθ᾽ ὅσον ἐστὲ δυνατοί, ἐκβαλεῖτ᾽ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθ᾽ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων: εἰ δ᾽ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ὑμᾶς αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνατραπεῖσαν ὑπὸ τούτων. [89]

ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μετὰ Ἁρπάλου χρήματα. οὕτως οὖν, ἄριστε, εἰπέ μοι, φυλάξομεν,162 ἐὰν σὺ μὲν εἴκοσι τάλαντα λαβὼν ἔχῃς ἰδίᾳ,163 ἕτερος δὲ πεντεκαίδεκα, Δημάδης δ᾽ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δ᾽ ὅσα δή ποτε ἀποπεφασμένοι εἰσί; τέτταρα164 γὰρ τάλαντ᾽ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν165 ἀναθεῖναι. [90] καὶ πότερα κάλλιόν ἐστι, πρὸς δὲ δικαιότερον, ἅπαντ᾽ ἐν τῷ κοινῷ φυλάττεσθαι, ἕως ἄν τι δίκαιον δῆμος βουλεύσηται, τοὺς ῥήτορας καὶ τῶν στρατηγῶν ἐνίους διηρπακότας ἔχειν; ἐγὼ μὲν γὰρ οἶμαι τὸ μὲν ἐν τῷ κοινῷ φυλάττειν παρὰ πάντων ὁμολογούμενον εἶναι δίκαιον, τὸ δὲ τούτους ἔχειν μηδέν᾽ ἂν εἰπεῖν ὡς ἔστι καλῶς ἔχον. [91]

πολλοὺς οὗτος εἴρηκε166 καὶ παντοδαποὺς λόγους, ἄνδρες, καὶ οὐδεπώποτε167 τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπατημένους ὑφ᾽ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς ὑποσχέσεις μέχρι168 ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω169 κακοδαιμονῶμενοὐ170 γὰρ ἔχω τί ἄλλο εἴπω —,στερκτέον ἂν171 εἴη τοῖς συμβαίνουσιν: [92] εἰ δέ τι172 κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλόμεθα, οὐ προετέον173 ἐστὶν ὑμᾶς αὐτούς, Ἀθηναῖοι, ταῖς τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκτέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς τοὺς174 τούτου: ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων καὶ τῆς τύχης. [93] τίς οὕτως εὔελπις ὑμῶν ἐστιν, Ἀθηναῖοι, τίς οὕτως ἀλόγιστος, τίς τῶν προγεγενημένων καὶ νῦν ἐνεστηκότων πραγμάτων ἄπειρος, ὅστις175 ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, δι᾽ ἡντιναδήποτε αἰτίαν τύχηνἐῶ γὰρ τοῦτονῦν,176 ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ177 παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς; [94] ἐῶ γὰρ τἆλλα ὅσα μεταβαλλόμενος ἐν τοῖς πράγμασι καὶ δημηγορῶν οὐδὲν ὑγιὲς διατετέλεκε,178 καὶ τοτὲ μὲν γράφων καὶ ἀπαγορεύων μηδένα νομίζειν ἄλλον θεὸν τοὺς παραδεδομένους, τοτὲ δὲ λέγων ὡς οὐ δεῖ τὸν δῆμον ἀμφισβητεῖν τῶν ἐν τῷ179 οὐρανῷ τιμῶν Ἀλεξάνδρῳ, ὅταν δὲ μέλλῃ κριθήσεσθαι παρ᾽ ὑμῖν, Καλλιμέδοντα εἰσαγγέλλων συνιέναι ἐν Μεγάροις τοῖς φυγάσιν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ ταύτην τὴν εἰσαγγελίαν εὐθὺς παραχρῆμα ἀναιρούμενος, [95] ἐν δὲ τῇ ἐκκλησίᾳ ταύτῃ τῇ πρώην γεγενημένῃ προσάγων καὶ κατασκευάζων ψευδῆ μηνυτὴν ὡς ἐπιβουλευομένων τῶν νεωρίων, καὶ περὶ τούτων γράφων μὲν οὐδέν, αἰτίας δ᾽ ἕνεκα τοῦ παρόντος ἀγῶνος παρασκευάζων: τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε. γόης οὗτος, ἄνδρες Ἀθηναῖοι, καὶ μιαρὸς ἄνθρωπός ἐστι, καὶ οὔτε τῷ γένει τῆς πόλεως πολίτης οὔτε τοῖς πεπολιτευμένοις αὐτῷ καὶ πεπραγμένοις. [96] ποῖαι γὰρ τριήρεις εἰσὶ κατεσκευασμέναι διὰ τοῦτον, ὥσπερ ἐπὶ Εὐβούλου, τῇ πόλει; ποῖοι νεώσοικοι τούτου πολιτευομένου γεγόνασι; πότε οὗτος διὰ ψηφίσματος νόμου ἐπηνώρθωσε τὸ ἱππικόν; τίνα κατεσκεύασε δύναμιν τοιούτων καιρῶν παραγενομένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, πεζὴν ναυτικήν; τίς ἀνενήνεκται180 τῇ θεῷ κόσμος εἰς ἀκρόπολιν ὑπὸ τούτου; τί κατεσκεύακεν οἰκοδόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ ἐν τῷ ἄστει ἄλλοθί που τῆς χώρας; οὐδεὶς ἂν181 οὐδαμοῦ δείξειεν. [97] ἔπειτα τὸν ἐν μὲν182 ταῖς πολεμικαῖς πράξεσιν ἄπιστον γεγενημένον, ἐν δὲ ταῖς κατὰ τὴν πόλιν οἰκονομίαις ἄχρηστον, περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαντα διαπεπραγμένους183 ὅσ᾽ ἐβουλήθησαν, μεταβεβλημένον δ᾽ αὐτὸν καὶ τὰς ὑπὲρ τοῦ δήμου πράξεις ἐγκαταλελοιπότα, τοῦτον περιποιῆσαι βουλήσεσθε;184 [98] οὐκ, ἐὰν σωφρονῆτε καὶ καλῶς καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως βουλεύησθε185: ἀλλὰ δέξεσθε186 τὴν ἀγαθὴν τύχην, τιμωρήσασθαι παρέδωκε τῶν ῥητόρων τοὺς τὴν πόλιν διὰ τὴν αὑτῶν δωροδοκίαν ταπεινὴν πεποιηκότας, καὶ φυλάξεσθε,187 καθάπερ οἱ θεοὶ προειρήκασιν ὑμῖν ἐν ταῖς μαντείαις πολλάκις, τοὺς τοιούτους ἡγεμόνας καὶ συμβούλους. ἀκούσατε δ᾽ αὐτῆς τῆς μαντείας. λέγε τὴν μαντείαν.“Μαντεία[99]

πῶς οὖν μίαν γνώμην ἕξομεν, Ἀθηναῖοι; πῶς ὁμονοήσομεν188 ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προϊῶνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὐτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοιδορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ189 πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομένους τοῖς τούτων λόγοις; [100] τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γράφοντας; τί φασι τοὺς πρὸ ὑμῶν190 γεγενημένους, Δημόσθενες καὶ Πολύευκτε, διατελεῖν ποιοῦντας; καὶ ταῦτ᾽ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος. οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρανόμων; ἔστιν οὖν τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν τῇ τούτων εἶναι ψήφῳ; [101] γέγραψαι ψήφισμα, Δημόσθενες, πολλῶν ὄντων καὶ δεινῶν παρανόμων ὧν Δημάδης γέγραφε; κεκώλυκας τινὰ πρᾶξιν ὧν ἐκεῖνος προελόμενος κατὰ τοῦ δήμου πεπολίτευται; οὐδ᾽ ἡντινοῦν. εἰσήγγελκας τὸν παρὰ τὰ191 τοῦ δήμου ψηφίσματα192 καὶ τοὺς νόμους πολλὰ διαπεπραγμένον; οὐδεπώποτε,193 ἀλλὰ περιεῖδες αὐτὸν ἐν τῇ ἀγορᾷ χαλκοῦν σταθέντα καὶ τῆς ἐν194 πρυτανείῳ σιτήσεως κεκοινωνηκότα τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἀπογόνοις. [102] ἔπειτα ποῦ τῆς εὐνοίας τῆς σῆς δῆμος ἔλαβε πεῖραν, ποῦ τὴν τοῦ ῥήτορος βοήθειαν καὶ δύναμιν ἐξεταζομένην εἴδομεν; ἐνταῦθα φήσετ᾽ εἶναι δεινοί, εἰ παρακρούεσθε195 τούτους ἀεὶ λέγοντες ὡς οὐκ ἔστιν ἔξω τῆς πατρίδος ὑμῖν ἐξελθεῖν, οὐκ ἔστιν ἄλλη καταφυγὴ χωρὶς τῆς ἡμετέρας εὐνοίας; φανεροὺς ἐχρῆν γεγενημένους ἀντιπράττοντας καὶ λόγῳ καὶ ἔργῳ τοῖς κατὰ τοῦ δήμου γραφομένοις ψηφίσμασιν, οὕτω πείθειν τούτους λέγοντας ὡς οὐκ ἔστιν ὑμῖν οὐδεμία σωτηρία χωρὶς τῆς παρὰ τοῦ δήμου βοηθείας. [103] ὑμεῖς δ᾽ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρ᾽ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων196 διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς [ἐν Ὀλυμπίᾳ]197 περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους198 τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς, [104] τοσούτῳ τολμηρότερον Δημάδου, ὥσθ᾽ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν αὑτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμολογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τούτοις199 δεῖξαι200 τὸ πρόσωπον, οὐδ᾽ ἐναντία τῇ βουλῆς ἀποφάσει λέγειν ἠξίωσεκαίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματ᾽ εἰληφώςσὺ δ᾽ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἴει τοὺς δικαστὰς ὡς μόνου σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σε τὸ χρυσίον ἀποπέφαγκεν. καὶ τίς ἂν ταῦτα πεισθείη; [105]

ὁρᾶτε, Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος,201 τιμωρίας δ᾽ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσι202 Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, οὐδὲν203 οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων. [106] πότερ᾽ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια [τὰ]204 παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντ᾽ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, ταῦθ᾽ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν αὐτοὶ τὴν τούτων ἀναδέξεσθε; [107] πᾶσιν ἀνθρώποις παράδειγμα ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντ᾽ ἐστὶν ἐφ᾽ ὑμῖν νῦν, καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ τήμερον ἡμέρα καὶ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ205 πόλει καταστήσει τὰ δίκαια ὑμῶν ἐθελόντων κρίνειν, μοχθηρὰς ἐλπίδας ποιήσετε πάντας ἔχειν τοιαῦθ᾽ ὑμῶν ἔθη καθιστάντων. [108]

οὐ καταπληκτέον ἐστίν, ἄνδρες Ἀθηναῖοι, οὐδὲ προετέον, ἐὰν σωφρονῆτε, τοῖς Δημοσθένους ἐλέοις τὴν κοινὴν καὶ δικαίαν ὑπὲρ τῆς πόλεως ἀπολογίαν. οὐδεὶς γὰρ ὑμῶν ἠνάγκαζε τοῦτον τὰ μὴ προσήκοντα χρήματα λαμβάνειν206 καθ᾽ ὑμῶν, πολλῷ πλείω τῶν ἱκανῶν δι᾽ ὑμᾶς ἕτερα κεκτημένον, οὐδ᾽ ἀπολογεῖσθαι207 νῦν ὑπὲρ τῶν ὡμολογημένων ἀδικημάτων, γράψαντα καθ᾽ ἑαυτοῦ θάνατον τὴν ζημίαν: ἀλλ᾽ ἐκ τοῦ ἄλλου βίου ἔμφυτος αἰσχροκέρδεια καὶ πονηρία ταῦτ᾽ εἰς τὴν κεφαλὴν αὐτῷ τέτροφε.208 [109] μὴ οὖν ἄχθεσθ᾽ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου: πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσαιτε209 τὴν χώραν, ἣν οὗτος καθίστησιν εἰς τοὺς κινδύνους τοιαῦτα πράττων, τοὺς ἐξ αὑτῆς γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς210 κινδύνους ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώκασιν, ἐν πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς τῶν τελευτησάντων ἀρετῆς. [110] εἰς ταύτην ἀποβλέψαντας, Ἀθηναῖοι, καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος καὶ παρακρουόμενος ὑμᾶς211 οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως σῶμ᾽ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν212 αὐτῇ ἀντίθετε, πότερον πόλις ἐλεεινοτέρα διὰ τοῦτον γέγονεν διὰ τὴν πόλιν Δημοσθένης. [111] εὑρήσετε γὰρ τοῦτον μὲν λαμπρὸν ἐξ οὗ προσελήλυθε πρὸς213 τὸ πολιτεύεσθαι γεγενημένον, καὶ ἀντὶ μὲν λογογράφου καὶ μισθοῦ τὰς δίκας λέγοντος ὑπὲρ Κτησίππου καὶ Φορμίωνος καὶ ἑτέρων πολλῶν πλουσιώτατον214 ὄντα τῶν ἐν τῇ πόλει, ἀντὶ δ᾽ ἀγνῶτος καὶ οὐδεμίαν πατρικὴν δόξαν παρὰ τῶν προγόνων παρειληφότος ἔνδοξον γεγενημένον, τὴν δὲ πόλιν οὐκ ἀξίως ἑαυτῆς οὐδὲ τῆς τῶν προγόνων δόξης διακειμένην. ἀφέντες οὖν τοὺς ἐλέους καὶ τοὺς φενακισμοὺς τοὺς τούτου τὴν ὁσίαν καὶ δικαίαν φέρετε ψῆφον, καὶ σκοπεῖτε τὸ τῇ πατρίδι συμφέρον, μὴ τὸ215 Δημοσθένει: τοῦτο γάρ ἐστι καλῶν κἀγαθῶν δικαστῶν ἔργον. [112]

καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει. λογίζεσθ᾽ ὅτι οὗτος ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτεία, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφ᾽ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια: εἰ δὲ ῥήτωρ στρατηγός, οἳ τὴν προσδοκωμένην καθ᾽ αὑτῶν ἀπόφασιν ἄπιστον βουλόμενοι γενέσθαι συνηγοροῦσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας ὅτι ἐκ πάντων τούτων γεγένηται216 συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν ἄφεσιν. [113] νομίσαντες οὖν, Ἀθηναῖοι, καθ᾽ ὑμῶν πάντας τούτους ἀναβαίνειν καὶ κοινοὺς ἐχθροὺς εἶναι τῶν νόμων καὶ τῆς πόλεως ἁπάσης, μὴ ἀποδέχεσθ᾽ αὐτῶν, ἀλλὰ κελεύετ᾽ ἀπολογεῖσθαι περὶ τῶν κατηγορημένων: μηδὲ τὴν αὐτοῦ τούτου μανίαν, ὃς μέγα φρονεῖ ἐπὶ τῷ δύνασθαι λέγειν, καὶ ἐπειδὰν φανερὸς217 ὑμῖν γένηται δωροδοκῶν, ἔτι μᾶλλον ἐξελήλεγκται φενακίζων ὑμᾶς, ἀλλὰ218 τιμωρήσασθε ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ἀξίως. εἰ δὲ μή, μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι πάντας τοὺς ἀποπεφασμένους καὶ τοὺς μέλλοντας ἀφέντες εἰς ὑμᾶς αὐτοὺς καὶ τὸν δῆμον τὴν τούτων δωροδοκίαν τρέψετε, κἂν219 ὕστερον ἐγκαλῆτε220 τοῖς ἀφεῖσιν, ὅτε οὐδὲν ἔσται πλέον ὑμῖν. [114]

ἐγὼ μὲν οὖν, ὅσον εἰς τὸ μέρος τοὐμὸν τῆς κατηγορίας ἥκει, βεβοήθηκα, τἆλλα πάντα παριδὼν πλὴν τοῦ δικαίου καὶ τοῦ συμφέροντος ὑμῖν. οὐκ ἐγκαταλέλοιπα τὴν πόλιν, οὐ χάριν προὐργιαιτέραν τῆς τοῦ δήμου χειροτονίας ἐποιησάμην. ἀξιῶν δὲ καὶ ὑμᾶς τὴν αὐτὴν γνώμην ἔχειν, παραδίδωμι τὸ ὕδωρ τοῖς ἄλλοις κατηγόροις.221

1 ὀργίζεσθαι μᾶλλον παροξύνωμεν Thalheim: ὀργίζησθε μᾶλλον παροξύνομεν A pr.παροξυνόμενοι A corr. (2)): μᾶλλον ὀργίζησθε παροξύνωμεν N pr.ὀργίζησθαι (sic N corr. (2)): παροξύν. del. Finke: ὀργίζ. del. Blass. Alii alia.

2 ἀναδέξεσθε Stephanus: ἀναδέχεσθε codd.

3 ἐν add. Blass: ψηφίσματι A pr.: ψήφισμά τι A corr.: ψη ... N pr.: ψήφισμα N corr. (2): del. Thalheim.

4 περὶ] προτέραν Rosenberg: πατρίαν Blass.

5 αὑτῆς Bekker: αὐτῆς codd.

6 μὲν add. Reiske.

7 αὑτῆς Bekker: αὐτῆς codd.

8 αὐτῆς] αὐτοῖς, cum BL, Bekker: αὐτῇ Baiter: τις Blass, qui τις post εἰ seclusit.

9 τἀληθὲς Blass: ἀληθὲς codd.

10 Aut κατὰ addendum (cf. sect. 7) aut σὲ pro σοῦ legendum (cf. sect. 61) coni. Wolf.

11 ποῖ Reiske: ποῦ codd.

12 Ν: Α.

13 διαπεφύλαχε Wolf: διαπεφύλακε codd.

14 διαθήκας] ἀποθήκας Ν: θήκας Wolf.

15 γε Ald.: γὰρ codd.

16 οἷσπερ ἴσως N corr. (2): οἷς περισσῶς N pr. A.

17 αἷς Reiske: οἷς codd.

18 αὐτῷ Ν: αὑτῷ Α.

19 ὃς Taylor: codd.

20 αὑτῷ Bekker: αὐτῷ codd.

21 Cf. Din. 3.17.

22 λαβόντι ex orat. 3 Sauppe: λαβόντος codd.

23 ἀντικατηλλάξασθε Ald.: ἀντικαταλλάξασθαι codd.

24 αὐτὸν Ἀριστοφῶν ex orat. 3 Gruter: αὐτὸς codd.

25 τούτου Reiske: τοῦτο codd.

26 Ψήφισμα om. NA.

27 αὐτῆς add. Cobet.

28 Post κρίνεσθαι lacunam indicavit Blass: κατακρίνεσθαι Wolf.

29 αὑτοῖς Bekker: αὐτοῖς codd.

30 γιγνόμενα Blass: γενόμενα ΝΑ: γινόμενα, cum ZM, Bekker.

31 ὁρᾶν τὰς Bekker: ὁρῶντες codd.

32 οἷς] οἵοις Maetzner.

33 χρῆσθε] χρήσεσθεRosenberg: κέχρησθε Blass.

34 μυλῶνι Sauppe: μύλωνι codd.

35 ἧς Wolf: οἷς codd.

36 μέν add. Bekker.

37 ἐπὶ Bekker: ἔτι N pr. A: διά τε N corr. (2)

38 ἰσχυόντων Wolf: ἰσχόντων codd.

39 μὴ del. Sauppe: ret. Blass, qui ὁρᾶν pro περιορᾶν scripsit.

40 τῆς del. Sauppe: τις (deleto τις post ἐάνVogel, Blass.

41 Ἀθηναίων] Θηβαίων Reiske.

42 φήσει Wolf: φησί codd.

43 ἄνδρες (hic et passim in orat. I) N: ἄνδρες (hic et in 29, 80, 83, 108) *a.

44 τῶν ἀδικημάτων Ν: τῆς πονηρίας Α.

45 οὗτός] del. Blass.

46 συναπελογεῖτο Wurm: συνανελογεῖτο codd.: συνανεκοινολογεῖτο Ald.

47 ὑμᾶς Sauppe: ἡμᾶς codd.

48 ἀνατέτροφεν Blass: ἀνατέτραφεν codd.

49 καὶ ἐν οἷς A corr. (2): ἐν οἷς A pr. N, Thalheim, qui post πρᾶξαι interpunxit et δὲ post τοσοῦτον addidit.

50 οὗτος Α: οὕτως Ν.

51 ὥστ᾽ ἐναντία Baiter: ὡς τἀναντία codd.

52 γενέσθαι Blass: γίνεσθαι Α: γίγνεσθαι Ν.

53 καὶ add. Reiske.

54 Post πόλεως lacunam indicavit Maetzner, post ἐγένετο Sauppe.

55 ἐπ᾽ Ἄγιδος Wesseling: ἐπ᾽ Αἰγὸς codd.: ἔναγχος Cobet.

56 ὡς οἱ] ὡς ἦσαν οἱ Reiske.

57 τούτων Bekker: του τῶν Α: τῶ ... τῶν, ut vid., N pr.τῶ eras.).

58 κινδύνων del. Bekker.

59 τῇ πόλει Stephanus: τὴν πόλιν codd.

60 μηδεπώποτε Blass: μηδέποτε codd.

61 δικαίας] παλαιᾶς Bekker: alii alia.

62 Ἑρχιέως Weidner: Ἐρχιέως codd.

63 Ἠλείου Reiske: Ἠλιοῦ ΝΑ.

64 καὶ add. Bergk.

65 πείσαντος Blass: πείσαντες codd.

66 τοῦ τὸ Blass: τούτου codd.: τοῦτο τὸ Bekker.

67 τῶν om. N.

68 ἠλευθέρωντο Bekker: ἠλευθεροῦντο codd.

69 πανταχόθεν Blass: πάντοθεν codd.

70 χρῆν Bekker: χρὴ codd.

71 πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα Ν: κατὰ τὸ ἑαυτῶν ψήφισμα πάλαι Α.

72 τῶν om. A.

73 ἀνατεθησομένην Reiske: ἀναθησομένην codd.

74 ὑμετέρους (coll. 44) Blass: ὑμᾶς codd.

75 Φείδιππον Bergk: Φίλιππον codd.

76 Βηρισάδην Ald.: Βιρισάδην codd.: Παιρισάδην Thalheim.

77 ἐκ τοῦ Πόντου Baiter: ἐκ τούτων codd.: ἐχθίστους Ald.

78 μέδιμνοι Gibbon: μόδιοι codd.

79 ὅποι Ν: ὅπῃ Α.

80 τὸν add. Baiter.

81 κατίῃ Ν: κατίοι Α.

82 εἶτα add. Gebauer.

83 τὰς τῶν Α: τὰς κατὰ τῶν Ν.

84 γιγνομέναις Blass: γενομέναις codd.

85 γιγνόμενος Blass: γενόμενος A pr. N: γινόμενος A corr.

86 πρὸς ὑμᾶς Baiter et Sauppe: πρός τινας codd.

87 ὅντιν᾽ ἂν Baiter et Sauppe: ὅντινα codd.

88 ἕν᾽ Blass: ὃν A pr. (del. ras.) N: ὄντ᾽ Franke.

89 Πυθοκλεῖ Ν: Τιμοκλεῖ Α.

90 κἀμοῦ Α corr. (2): κατ᾽ ἐμοῦ A pr. N.

91 εἰ Gebauer: καὶ codd.

92 γενόμεναι Blass: γινόμεναι codd.

93 αὑτοῖς Bekker: αὐτοῖς codd.

94 ἀποφαίνει add. Wolf.

95 παρὰ add. Blass.

96 ἑαυτοῖς Blass: ἑαυτῆς codd.: ἑαυτῇ Reiske.

97 τοῦ om. A.

98 ἀφεῖναι Blass: ἀφιέναι codd.

99 φημι] μὴ Reiske.

100 γιγνομένων Blass: γινομένων Ν: γενομένων Α.

101 ἁμαρτημάτων Sauppe: ἡμαρτηκότων codd.

102 ὀφλεῖν Meier: ὀφείλειν codd

103 λυσιτελήσῃ Blass: λυσιτελὴς N A pr.: λυσιτελὲς A corr.

104 πρότερον Scaliger: προτέρων codd.

105 ζημίαν A pr.: ζήτησιν A corr. N.

106 τὰ] del. Dobree.

107 σ᾽ add. Blass.

108 πατρίοις Wolf: πατρώοις codd.

109 Χαρῖνον Rohdewald: Ἀρχίνον codd.

110 Πολιάδα Wolf: πολίτιδα codd.

111 τιμωρήσασθαι Α: Τιμωρής. τε N pr.: τιμωρήσατε N corr. (2): οὐκ ἐτιμωρήσασθε Ald.

112 Post τῶν nonnihil excidisse videtur: κομισθέντων χρημάτων supplendum ci. Blass (coll. 70).

113 προδεδωκότα Schmidt: παραδεδωκότα codd.

114 ὃν del. Thalheim.

115 τῇ πόλει Kleyn: τῆς πολέως codd.

116 τολμήσει Bekker: τολμήσειε Ν: τολμήσειεν Α.

117 μήτε Bekker: μηδὲ codd.

118 τί δ᾽ ἐάν, — τιθῶμεν Funkhaenel: τί δέ, ἀντιθῶμεν Α: τί δαὶ ἀντιθῶμεν Ν.

119 ἡμᾶς Baiter et Sauppe: ὑμᾶς codd.

120 γράψεις Stephanus: γράφεις codd.

121 γράψειν Stephanus: γράφειν codd.

122 κελεύσεις Stephanus: κελεύεις codd.

123 καὶ κλέπτειν add. N.

124 τῷ add. Reiske.

125 μὲν add. Blass.

126 πότε ante ἐγένετο add. Stephanus, ante καὶ τίνων Blass.

127 Verba πόλις, ἐγένετο del. Dobree.

128 οἱ add. Reiske.

129 λόχου A corr. (2): λόγου A pr. N.

130 ἐκ#1) τῶν Ἑλλήνων A pr.: μετὰ τῶν Ἑλλήνων ἁπάντων A corr.: μετὰ τῶν ἄλλων Ἑλλήνων Ν.

131 μόραν Scaliger: μοῖραν codd.

132 ἡμῖν Sauppe: ὑμῖν codd.

133 Post ἀποκτείναντας add. δεῖ N A pr., del. A corr. ras.

134 μεταβαλέσθαι A corr. (2): μεταβάλλεσθαι A pr. N.

135 A corr. ras.: ὅτ. N pr.: ὅτε A pr. N. corr.

136 οὗτος Ν: αὐτὸς Α.

137 τὸ ψήφισμα] del. Bekker.

138 ᾑρημένας Wolf: εἰρημένας codd.

139 γὰρ add. Reiske.

140 ᾤχετο hic add. Blass (iam infra post τάλαντα suppleverat Maetzner'.

141 ἐκ add. Wurm.

142 ἐν τῷ βίῳ] delendum ci. Maetzner, qui post μάχην interpunxit.

143 ἐπιτρέψαι Α: ἐπιτρέψειν Ν.

144 προβαλόμενος A corr. ras.: προβαλλόμενος A pr. N.

145 ἐπέδωκε Scaliger: ἀπέδωκε codd.

146 Post δὴ lacunam susp. Maetzner, infra post ὑμῶν Weil.

147 Maetzner: codd.

148 τῶν ... συνειλεγμένων ... τῶν ὀμωμοκότων Stephanusσυνειλεγμένων iam Ald.): τοὺς ... συνειλεγμένους ... τοὺς ὀμωμοκότας codd.

149 See the preceding note

150 πείσεσθαι Baiter: πείθεσθαι codd.

151 ταὐτὸ ταὐτὰ Dobree: τουτὶ τὸ ... ταὐτὰ τὰ codd.

152 See preceding note

153 del. Kleyn.

154 τὴν μητέρα] τῇ μητρὶ Reiske.

155 κρίσεως Blass: κρίσει codd.

156 τῆς ... γενομένης Ν Α pr.: τοῖς ... γενομένοις Α corr. (2): τῇ γενομένῃ Bekker.

157 See preceding note

158 ἐνέμειναν hic add. Sauppe, infra post γενομένῃ Reiske.

159 εὐσεβέστατοι Ν: εὐσεβέστεροι Α.

160 γνώμην Α: γνῶσιν Ν.

161 add. Reiske.

162 φυλάξομεν Α: φυλάξωμεν Ν.

163 ἰδίᾳ Wurm: ἴδια codd.

164 τέτταρα Α corr. (2): τετρακόσια Α pr. N: διακόσια Thalheim.

165 τούτοις δεῖνδεῖν post οἴεσθε iam Reiske) Blass: τουτοισὶν codd.

166 εἴρηκε Dobree: ἐρεῖ codd., ret. Wurm.

167 οὐδεπώποτε] οὐδέποτε Wurm.

168 μέχρι Blass: μέχρις codd.

169 πλείω Ν: πλέον Α.

170 οὐ Ν: οὐδὲ Α.

171 ἂν add. Bekker.

172 δέ τι Baiter: δ᾽ ἔτι codd.

173 προετέον Wolf: προσεκτέον codd.

174 τοὺς add. Baiter et Sauppe.

175 ὅστις Ald.: τίς codd.

176 τοῦτονῦν, Gebauer: τοῦτο νῦνcodd.

177 ἰδίᾳ Bekker: ἰδία A corr. (2): ἴδια A pr. N.

178 διατετέλεκε Ν: τετέλεκε Α.

179 τῷ add. N.

180 ἀνενήνεκται Bekker: ἀνήνεκται codd.

181 ἂν Stephanus: οὖν codd.

182 ἐν μὲν Blass: μὲν ἐν codd.

183 διαπεπραγμένους A corr. (2): δὲ πεπραγμένους A pr. N.

184 βουλήσεσθε Dobree: βούλεσθε codd.

185 βουλεύησθε A corr.: βουλεύεσθε A pr. N.

186 δέξεσθε Dobree: δέξασθε codd.

187 φυλάξεσθε Dobree: φυλάξασθε codd.

188 ὁμονοήσομεν Α: ὁμονοήσωμεν Ν.

189 ταὐτὰ Wolf: τὰ αὐτὰ Ν: ταῦτα Α.

190 ὑμῶν Reiske: ἡμῶν codd.

191 τὰ ... ψηφίσματα Reiske: τὸ ... ψήφισμα codd.

192 See preceding note

193 οὐδεπώποτε Α: οὐδέποτε Ν.

194 ἐν πρυτανείῳ Α (cf. 43): ἐν τῷ πρυτανείῳ Ν.

195 παρακρούεσθε Blass: παρακρούσησθε Ν: παρακρούσετε Α: παρακρούετε Dobree.

196 ἐναντίον τῶν Ἑλλήνων Maetzner: ἐναντίων τῶν Ἑλλήνων Ν: τῶν Ἑλλήνων ἐναντίον Α.

197 ἐν Ὀλυμπία del. Kleyn.

198 ἐπιλησομένους Stephanus: ἐπιμελησομένους codd.

199 τετόλμηκε τούτοις Ν: τετόλμηκεν αὐτοῖς Α.

200 δεῖξαι Α: ἐνδεῖξαι Ν.

201 εἰδότος Emperius: εἶδος codd.: ἤδη Ald.

202 Post ἀποφάσεσι punctum habet Blass.

203 οὐδὲν add. Reiske.

204 τὰ del. Sauppe.

205 τῇ Α: ἐν τῇ Ν.

206 λαμβάνειν Wolf: λαμβάνοντα codd.: λαυβάνειν τὰ Ald.

207 ἀπολογεῖσθαι A pr.: ἀπολεῖσθαι A corr. ras. N.

208 τέτροφε Blass: τέτραφε codd.

209 ἐλεήσαιτε Dobree: ἐλεήσετε codd.

210 καὶ καλοὺς] del. Baiter.

211 ὑμᾶς Α: ἡμᾶς Ν.

212 ὑπάρχουσαν αὐτῇ Ν: αὐτῇ ὑπάρχουσαν Α.

213 προσελήλυθε πρὸς Ν: προσελήλυθεν εἰς Α.

214 πλουσιώτατον Ν: πλουσιώτερον Α.

215 τὸ Α: τῷ Ν.

216 γεγένηται Maetzner: γίνεται codd.

217 φανερὸς Α: φανερῶς Ν.

218 ἀλλὰ add. Reiske.

219 κἂν N corr. A corr.: κα. N pr.: καὶ A pr.: κᾆθ᾽ Blass.

220 ἐγκαλῆτε N corr. A corr.: ἐγκαλ. τε N pr.: ἐγκαλεῖτε A pr. Blass.

221 κατὰ δημοσθένους subicit N.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1962)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: