next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ


ΒΙΒΛΙΟΝ Α.


Κεφ. ε. περὶ Παροξυσμοῦ Ἐπιληπτικῶν.

ἀμβλύτητες , ἴλιγγοι, τενόντων βάρεα, φλεβῶν ἐν τῷ τραχήλῳ πληρώσιες καὶ διατάσιες, ναυτία τε πολλὴ μὲν ἐπὶ σιτίοις, οὐχ ἥκιστα δὲ καὶ ἐπ᾽ ἀσιτίῃσι καὶ βληχρή: 1 καὶ φλέγμα ἐμεῖται συχνόν: ἀποσιτίη καὶ ἀπεψίη ἐπὶ σμικροῖσι ἐδέσμασι: φυσώδεες, ἐπηρμένοι ὑποχόνδρια. τάδε μὲν οὖν διηνεκέα.

[p. 4] Ἢν δὲ πλησίον ἤδη2 τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆς ὄψιος πορφυρέων μελάνων, πάντων ὁμοῦ συμμεμιγμένων, ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν. ἦχοι ὤτων, βαρυοδμίη : ὀργίλοι, πικρόχολοι παραλόγως: κατέπεσον γοῦν τινες ὑπὸ προφάσιος, ἐξ ἀθυμίης : μετεξέτεροι δὲ Ρ῾εύματι ποταμοῦ ἀτενὲς ἐνιδόντες, τροχῷ δινευμένῳ, βέμβικι ἑλισσομένῃ : ἄλλοτε δὲ ὄσφρησις βαρεῶν ὀσμῶν κατέβαλε, ὥσπερ γαγάτου λίθου. τοῖσδε μὲν οὖν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθητε, καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται : μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν πορρωτέρῳ τῆς κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρκη καὶ τρόμος ἕπεται, καὶ ἐς κεφαλὴν τουτέων ὁρμὴ ἧκεν. ἢν ἕρπον τὸ κακὸν εἰς τὴν κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ξύλου, λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς παταχθέντες. ἥδε μέντοι ἀπάτη γίγνεται ὁκόσοισι τόδε πρῶτον τὸ κακὸν ξυνέπεσε : οἷς δὲ ξύνηθες τὸ πάθος, ἢν ἐπίῃ μὲν νοῦσος, ἐς δάκτυλον δὲ ἤδη ἀφίκηται, ἀπό τευ ἄρξηται, ξυνήθεας [p. 5] ἀρωγοὺς καλέουσι τοὺς παρεόντας, προγνώσι τοῦ μέλλοντο ὑπ᾽ ἐμπειρίης: διασφίγγειν τε καὶ ἀνακλάειν καὶ συντείνειν δέονται τὰ κατάρχοντα μέρεα: καὶ αὐτοὶ δὲ ἑωυτέοισιν ἕλκουσι τὰ μέρεα, ὅκωσπερ τὴν νοῦσον ἐξαιρούμενοι: καὶ σφέων τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐς ἡμέρην τῆν σημασίην διώσατο.3 πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, σκιῆς φαντασίη, καὶ οὕτω κατέπεσον.

ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ξυμφορή : αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος : ἄλλοτε μὲν γὰρ ἐς τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον γένυς ἐρείδει, ἄλλοτε δὲ ἐς τὸ μετάφρενον ἀνακλᾶται, ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ, εὖτε ἔνθα ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνει. χάσκουσι μέγα, στόμα ξηρὸν, γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον τρώματος μεγάλου γίγνεσθαι, ἀποτομῆς, εἴ κοτε σπασμῷ ξυνερείσουσιν οἱ ὀδόντες. ὀφθαλμοὶ ἐνδεδινημένοι, βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ: ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ ὑποφάσιος. ὀφρύες ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέν αι,4 ὅκως τοῖς χαλεπαίνουσι, ἄλλοτε δὲ ἐς τοὺς κροτάφους ἀπηγμέναι, πολλόν τι μᾶλλον, ὡς τὸ δέρμα περὶ τὸ μέτωπον σφόδρα περιτετάσθαι καὶ τὰς τοῦ μεσοφρύου Ρ῾υτίδας ἐξαληλίφθαι: μῆλα ἐρυθρὰ, παλλόμενα:

[p. 6] χείλεα, κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότ α, ἄλλοτε δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται, τοῖσι μειδιῶσι ὁμοίως.

ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης τοῦ προσώπου προσγίγνεται, ἀγγείων τῶν ἐν τῷ αὐχένι διάτασις, ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη , καὶ εἰ μέγα ἐμβοῇς: μυγμὸς δὲ καὶ στεναγμὸς φωνὴ, καὶ ἀναπνοὴ πνὶξ, ὡς ἀπαγχομένῳ:5 σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν τῇσι ἀρχῇσι: μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλει, ἄτακτοι δὲ ἐς τὸ ξύνολον : αἰδοίων ξύντασι ς. τάδε μὲν οὖν ἐς τέλος τῆς σημασίης πάσχουσι.

ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίης περίπλυσι ς: μετεξετ έροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψι καὶ πιέσι τῶν ἀγγείων, γαργαλισμῷ τοῦ πόνου, καὶ ὑγρασίης προκλήσι. γίγνονται γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίυγρον, φλέγμα πολλὸν, παχὺ καὶ ψυχρὸν, καὶ εἰ ἕλκοις αὐτὸ, ἐπὶ μᾶλλον ἂν πλῆθος αὐτέου μηρύσαιο. ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος, πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπλἔῃ ἐς τὰς διαπνοὰς, στόμα καὶ Ρ῾ῖνα, σὺν ὑγρῷ δὲ τὸ πνεῦμα, ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε. ἀφρὸν δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι θάλασσα τὴν ἄχνην:6 εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαν τος τοῦ κακοῦ: ἐπὶ δὲ τῇ ἀποπαύσι νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοὶ, διαλελυμένοι, πάρετοι , ὠχροὶ, δύσθυμοι, κατηφέες, καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ.

[p. 7]


Κεφ. ς. περὶ Τετάνου.

σπασμοὶ οἱ τέτανοι, κάρτα μὲν ἐπίπονοι, ὀξύτατοι δὲ κτεῖναι, ἀτὰρ οὐδὲ Ρ῾ηΐδιοι λυθῆναι. μυῶν τῶν ἐν γνάθοισι καὶ τενόντων τάδε πάθεα: ξυνδιδοῖ δὲ τὸ κακὸν εἰς τὸ πᾶν: ἅπαντα γὰρ ξυμπαθέα τῇσι ἀρχῇσι γίγνεται: ἰδέαι δὲ τῆς ξυνολκῆς ἔασι τρεῖς: ἐς εὐθὺ, ἐς τὸ κατόπιν, ἐς τοὔμπροσθεν. ἐς εὐθὺ μὲν τέτανος, εὖτε ἀστραβὴς ὥνθρωπος καὶ ἀκαμπὴς ἐντεταται: αἱ δὲ ἐς τοὐπίσω, ἐς τοὔμπρος θεν ξυνολκαὶ ξὺν τῇ τάσι καὶ τῷ χωρίῳ ἴσχουσι τὴν ἐπίκλησιν. τὴν μὲν γὰρ κατόπιν τοῦ νοσέοντος ἀνάκλισιν ὀπισθότονον καλέομεν, τῶν τῇδε πεπονθότων νεύρων. ἐμπροσθότονον δὲ, ἢν ἐς τοὔμπροσθεν καμπύλληται ὥνθρωπος ἐπὶ τοῖσι πρόσθεν νεύροισι: τόνος γὰρ νεύρων καὶ ἐντάσιος οὔνομα.

προφάσιες δὲ τῶνδε μυρίαι. καὶ γὰρ ἐπὶ τρώματι φιλέουσι γίγνεσθαι ὑμένος, μυῶν, νεύρων νυγέντων, εὖτε τὰ πολλὰ θνήσκουσι, ἐπὶ τρώματι γὰρ σπασμὸς θανάσιμον: 7 σπᾶται δὲ καὶ ἐπὶ ἀμβλώμα τι γυνὴ, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνεται. καί τευ πατάξαντος μεγάλως τὸν αὐχένα μετεξέτεροι σπῶνται. καὶ ψύξις δὲ κάρτα ἰσχυρὴ γίγνεται αἰτίη. διὰ τόδε χεῖμα μὲν μάλιστα πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ σὺν τῷ μετοπώρῳ, θέρος δὲ ἥκιστα, εἰ μὴ κατάρξῃ τρῶμα νούσων ἀλλοδαπῶν ἐπιδημίη : γυναῖκες δὲ ἀνδρῶν σπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί: ἀτὰρ αἵδε περιγίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δὲ, παῖδες μὲν συνεχὲς, ἀλλ᾽ οὐ μᾶλλον θνήσκου σι, ὅτι ξύνηθες καὶ οἰκεῖον πάθος: νέοι δὲ τουτέων ἧσσον πάσχουσι, μᾶλλον δὲ θνήσκουσι, ἀκμάζοντες ἥκιστα: γέροντες δὲ πάντων μᾶλλον καὶ πάσχουσι καὶ θνήσκου σι. αἰτίη γὰρ ψύξις καὶ ξηρότης [p. 8] γήραος, καὶ θανάτου ἥδε φύσις.8 ἢν δὲ ψύξις ἔῃ σὺν ὑγρῷ, ἀσινέστεροί τε καὶ ἀσφαλέστεροι εἰς κίνδυνον οἱ σπασμοί.

ξύνεστι μὲν αὐτέοισι, ἀθρόον μὲν εἰρῆσθαι, ἅπασι πόνος καὶ ἔντασις τενόντων καὶ Ρ῾άχεος, καὶ μυῶν τῶν ἐν γνάθοισι καὶ θώρηκι, ἐρείδουσι γὰρ τὴν κάτω γένυν πρὸς τὴν ἄνω, ὡς μηδὲ μοχλοῖσιν σφηνὶ διὰ Ρ῾ηϊδίως στῆσαι δύνασθα ι. ἢν δὲ καὶ βίῃ διαγαγὼν τοὺς ὀδόντας ἐνστάξῃ τις ὑγρὸν, οὐ καταπίνουσι, ἀλλ᾽ ἐκχέουσι, ἐν τῷ στόματι ἴσχουσι, ἐς τὰς Ρ῾ῖνας ἀνακόπτεται. τε γὰρ ἰσθμὸς συνερείδεται καὶ τὰ παρίσθμια σκληρὰ καὶ ἐντεταμένα ἐόντα οὐ ξυμπίπτει εἰς τὴν ἔνθλιψιν τοῦ καταπινομένου. πρόσωπα ἐρυθρὰ, πεποικιλμένα, ὀφθαλμοὶ μικροῦ δεῖν ἀτενέες, μόλις περιδινούμενοι, πνὶξ ἰσχυρὴ, ἀναπνοὴ κακὴ, χειρῶν καὶ σκελέων τάσις, μύες παλλόμενοι, πρόσωπα ποικίλως διάστροφα, μῆλα καὶ χείλεα τρομώδεα, γένυς παλλομένη, ὀδόντων ἄραβος: ἐπ᾽ ἄλλῳ δ᾽ ἄν τινι καὶ τὰ ὦτα, ἐγὼ δὲ ἐθηεύμην καὶ ἐθωύμαζον. οὖρα ἐπισχόμε να μέχρι δυσουρίης καρτερῆς, αὐτομάτως ἐκχεόμενα θλιβομένης τῆς κύστεος. τάδε μὲν οὖν ξὺν πάσῃ ἰδέῃ σπασμῶν.

ἴδια δὲ ἑκάστης, τετάνου μὲν ἐς εὐθὺ ἀπότασις ὅλου ἀστραβὴς πάντη καὶ ἀκλινὴς, εὐθέα δὲ καὶ σκέλεα καὶ χεῖρες.

Ὀπισθότονος δὲ κατόπιν ἀγκύλλει τὸν ἄνθρωπον, ὡς τὴν κεφαλὴν ἀνακεκλασμένην μεσσηγὺ τῶν ὠμοπλατέων κέεσθαι, βρόγχος ἐξέχει, γένυς τὰ πολλὰ διΐσταται, σπάνιον δὲ εὖτε ξυνερεί δει τῇ ἄνω, Ρ῾ωχμὸς ἀναπνοὴ, προπετέες κοιλίην καὶ θώρηκα. οὖρον τουτέοισι μᾶλλον ἀκρατές. ἐπιγάστριον ἐπιτεταμένον καὶ, εἰ ἐπικρούοις, ἐνηχοῦν : χεῖρες ἐν ἐκτάσι [p. 9] κατόπιν κεκλασμέναι, σκέλεα ξυγκεκαμμένα: ἐναντίως γὰρ ἰγνύῃ κατόπιν9 κάμπτεται.

ἢν δὲ ἐς τὸ ἔμπροσθεν ἕλκωνται, κυρτοὶ μὲν τὰ νῶτα, ἐπ᾽ ἶσον τοῖσι μεταφρένοισι τῶν ἰσχίων ἐξωθευμένων: ῥάχις ὅλη ἐς εὐθύ:10 κορυφὴ πρηνὴς, κεφαλὴ ἐς θώρηκα συννενευκυῖα, γένυς ἐπὶ τοῖσι στέρνοισι πεπηγυῖα, χεῖρες συνηρεισμέναι, σκέλεα ἐκτεταμένα . πόνοι καρτεροὶ, φωνὴ ἁπάντων κλαυθμώδης : στενάζουσι δὲ μύζοντες βύθιον. ἢν μὲν οὖν τοῦ θώρηκος καὶ τῆς ἀναπνοῆς λάβηται τὸ κακὸν, Ρ῾ηϊδίως τοῦ ζῆν ἀπήγαγε: ἀγαθὸν μὲν τῷ νοσέοντι ἐς πόνων καὶ διαστροφῆς καὶ αἰσχύνης ἀπαλλαγὴ ν, ἀλυπότερον δὲ καὶ τοῖσι παρεοῦσι, κἢν υἱὸς, πατὴρ ἔῃ. ἢν δὲ ἐς τὸ ζῆν ἔτι διαρκέῃ, τῆς ἀναπνοῆς, εἰ καὶ κακῆς, συντελουμένης δ᾽ οὖν, ἐς τὸ πρόσθεν οὐ τοξοῦνται μόνον, ἀλλὰ καὶ σφαιροῦνται, ὡς τὴν κεφαλὴν ἐπὶ τοῖσι γούνασι ἔχειν, καὶ τὰ σκέλεα καὶ τὰ νῶτα ἐς τὸ πρόσθεν κεκλάσθαι, ὡς δοκέειν ἐς ἰγνύην κατὰ γόνυ τὸ ἄρθρον ἐξῶσθαι.

Ἐξάνθρωπος συμφορὴ, καὶ ἀτερπὴς μὲν ὄψις, ὀδυνηρὴ δὲ καὶ τῷ ὀρέοντι θέη: ἀνήκεστον δὲ τὸ δεινόν: ἀγνωσία δὲ ὑπὸ διαστροφῆς καὶ τοῖς φιλτάτοις ἀνθρώποις: εὐχὴ δὲ τοῖσι παρεοῦσι πρόσθεν οὐχ ὁσίη, νῦν ἀγαθὴ γίγνετα ι, ἀπελθέμεναι τοῦ βίου τὸν κάμνοντα, ἐς ἀπαλλαγὴν ξὺν τῷ ζῆν καὶ τῶν πόνων καὶ τῶν ἀτερπέων κακῶν. ἀτὰρ οὐδὲ ἰητρὸς παρεὼν καὶ ὁρέων, οὔτε ἐς ζωὴν, οὔτε ἐς ἀπονίην, ἀτὰρ οὔτε ἐς μορφὴν ἔτι ἐπαρκέει. εἰ γὰρ καὶ ἐπευθῦναι ἐθέλοι τὰ μέλη, ζῶντα ἄν διατμήξαι καὶ κατάξαι τὸν ἄνθρωπον. τοῖσι [p. 10] οὖν κεκρατη μέν οισι οὐκέτι ἐγχειρέ ων ξυνάχθε ται μοῦνον. ἥδε ἐστὶ τοῦ ἰητροῦ μεγάλη ξυμφορή.


Κεφ. ζ. περὶ Συνάγχη ς.

συνάγχη κάτοξυ μέντοι πάθος: ἀναπνοῆς γὰρ πίεσις. δύο δὲ τὰ εἴδεα: γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστι φλεγμον , μούνου τοῦ πνεύματος πάθος, ἐφ᾽ ὡυτέου την αἰτίην ἴσχοντος.

ὀργάνων δὲ, παρισθμίων , ἐπιγλωσσίδος, φαρυγγέθρου, κίονος, ἄκρης ἀρτηρίης: ἢν δὲ ἐπινέμηται φλεγμονὴ, καὶ γλώττης καὶ γνάθων τῶν εἴσω: εὖτε προβάλλουσι τῶν ὀδόντων τὴν γλῶτταν ὑπερβολῇ μεγέθεος. πίμπλησι γὰρ τὴν χώρην τοῦ στόματος, καὶ τὸ περιττὸν αὐτέης ὑπὲρ τοὺς ὀδόντας ἐκχεῖται. κυνάγχη τόδε καλέεται, ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, τῷ ξυνήθεϊ τῆς προβολῆς τῆς γλώσσης, καὶ ἐν ὑγείῃ.

τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεστι : ξύμπτωσις τῶν ὀργάνων, καὶ ἰσχνότης ἐπὶ μᾶλλον τῆς ἑκάστου φύσιος: καὶ πνὶξ καρτερὴ, ὡς δοκέειν σφίσι αὐτέοισι ἐς θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμον ὴν ἀμφὶ καρδίην καὶ πνεύμονα : συνάγχην τήνδε καλέομεν, οἷον συνεύουσαν ἔνδον καὶ ἄγχουσαν. ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματος μούνου τὸ κακὸν ἔμμεναι, τροπὴν πονηρὴν ἐς τὸ θερμότα τον καὶ ξηρότατον τρεπομένου, ἄνευθεν τοῦ σώματός τινος φλεγμον ῆς. ἔστι δὲ οὐ μέγα τὸ θωῦμα. καὶ γὰρ ἐν Χαρωνίοισιν αἱ πνίξιες οὐ σωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται, ἀλλὰ καὶ μιᾷ εἰσπνοῇ θνήσκουσι ὥνθρωποι, πρὶν τὸ σῶμα κακόν τι παθέειν. ἀτὰρ καὶ ἀπὸ γλώσσης κυνὸς εἰσπνεύσαντος μοῦνον ἐς τὴν ἀναπνοὴν, οὔτι μὴν ἐνδακόντος , λυσσᾷ ἄνθρωπος. τοιήνδε οὖν τῆς ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν : ἐπεὶ καὶ ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ

[p. 11] τὴν αὐτὴν ἰδέην τοῖς ἔξωθεν αἰτίοις ἴσχει. χυλοὶ φθείροντες ἔσωθεν καὶ ἔξωθεν: ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλητηρίοισι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουσι ὁκοῖα πυρετῶν εἵνεκα. ὅθεν οὐδ᾽ ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν εἰς τὰ φρέατα ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι φάρμακα. οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος πρὸς τὰ δηλητήρ ια.

ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ παρισθμίων, φαρυγγέθρου, παντὸς τοῦ στόματος. γλῶσσα προπετὴς ὑπὲρ τοὺς ὀδόντας καὶ τὰ χείλεα: σιελοχόοι, φλέγμα παχύτατον, ἀπορρέον καὶ ψυχρόν: ἐρυθροὶ τὰ πρόσωπα, καὶ ἐπηρμένοι, ὀφθαλμοὶ ἐξίσχοντες , ἀναπετέες, ἐξέρυθροι : τὸ ποτὸν ἐς τὰς Ρ῾ῖνας ἀνακόπτεται: πόνοι καρτεροὶ, ἀλλὰ καὶ ὑπὸ τῆς πνιγὸς συνδιωκόμενοι ἀμαυροῦνται. θώρηξ καὶ καρδίη φλέγεται: ποθὴ ψυχροῦ ἠέρος: εἰσπνέουσι δὲ μικρὸν πάνυ, ἔς τε καὶ ἀπεπνίχθησαν, ἐμφραγείσης τῆς ἐς τὸν θώρηκα διόδου. ἐνίοισι δὲ ἐς πνεύμονα ξύνδοσις Ρ῾ηϊδίως : οἱ δὲ μεταστάσι θνήσκουσι: πυρετοὶ νωθροὶ, μαλακοὶ, οὐδὲν ὠφελέοντες . εἰ δέ τῳ ἐς ἀγαθὸν τρέποιτο, ἀποστάσιες γίγνονται ἔνθα καὶ ἔνθα παρ᾽ οὖς ἔξω, ἔνδον ἐς τὰ παρίσθμια: κἢν μὲν ξὺν νάρκῃ, μὴ κάρτα βραδέως, περιγίγνονται μὲν, ξὺν πόνῳ δὲ καὶ κινδύνῳ : ἢν δὲ τρεπομένων ἐς ἀπόστασιν ὄγκος μέζων ὑπογίγνηται, ἐς κορυφὴν τῆς ἀποστάσιος ἀνισταμένης, ἀθρόον πνίγονται. τάδε μὲν τὰ κυνάγχης εἴδεα.

Ξυνάγχης δὲ, σύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι : ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες: φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι, παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη : πνὶξ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἀρχὴ τῆς ἀναπνοῆς : οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθ᾽ ὅπη καὶ πρὶν καλέσασθαι [p. 12] τὸν ἰητρὸν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο. ἀπέθανον γὰρ πρὶν τὸν ἰητρὸν ἐπὶ τέχνῃ χρήσασθαι. ὁκόσος δὲ ἐς ἀγαθὸν τρέπεται, ἐπιφλεγμαίνει πάντα, ἐς ἅπερ ἐς τὸ ἔξω φλεγμον ἐξωκείλει, ὡς κυνάγχην ἀπὸ συνάγχης γίγνεσθαι 11 ἀγαθὸν δὲ καὶ ἐν θώρηκι οἴδημα καρτερὸν, ἐρυσίπελας ἐμφανέως. καὶ ἰητρὸς δὲ ἀγαθὸς σικύῃ εἰς τὸν θώρηκα τὸ κακὸν ἀνήγαγε, σίνηπι ἐς τὰ στέρνα καὶ ἐς τὰ παρὰ γνάθους μέρεα ἐπιθεὶς, εἵλκυσε ἔξω καὶ διέπνευσε: μετεξετέροισι δὲ ἐς μὲν βραχὺ τὸ κακὸν ὑπὸ τουτέων ἀπελάθη ἔξω, ἀπεταθὲν12 δὲ ἀθρόως ἐπαλινδρόμησε καὶ ἔπνιξε.13

προφάσιες δὲ μυρίαι, ψύξιες μᾶλλον, ἧσσον ἐκκαύσιες, πληγαὶ, ὀστέων ἰχθύων διαπάρσιες ἐς τὰ παρίσθμια, ψυχροποσίαι, μέθαι, πλησμοναὶ, καὶ τὰ ἀπὸ τῆς ἀναπνοῆς κακά.


Κεφ. η. περὶ τῶν κατὰ τὴν Κιονίδα παθῶν.

τὸ ἀπὸ τῆς ὑπερώης ἐκκρεμὲν σῶμα στερρὸν, μεσηγὺτῶν παρισθμίων, κίων καὶ γαργαρεὼν καλέεται. σταφυλὴ γὰρ πάθεός ἐστιν οὔνομα. νεῦρον δέ ἐστι κιονὶς τὴν φύσιν, ἀλλ᾽ ὑγρόν: ἐν γὰρ ὑγρῷ κέεται χωρίῳ. ὅδε οὖν γαργαρε ὼν πλεῦνα πάσχει πάθεα. καὶ γὰρ ἐπὶ φλεγμον παχύνεται, ἶσος ἀπὸ τῆς βάσιος ἄχρι τοῦ πέρατος ἄκρου, ἐπιμήκης γιγνόμενος, καὶ ἐρύθημα ἴσχει. κίων δὲ τοῦδε τοῦ πάθεος [p. 13] ἐπίκλησις. εἰ κατὰ πέρας μοῦνον στρογγύ λλεται, καὶ μεγέθεϊ πελιδνὸς γίγνεται, καὶ ὑπομελαν ίζει, σταφυλὴ ἐπώνυμον τόδε τὸ πάθος. πάντα γὰρ ἴκελα αὐτέῃ, καὶ σχῆμα, καὶ χροιὴ, καὶ μέγεθος. τρίτον πάθος ἐστὶ ὑμένων, ἔνθα καὶ ἔνθα, οἷόν τι λέπεα πλατέα, νυκτερίδων πτέρυγες ἐκφαίνονται: ἱμάντιον τόδε καλέεται. ἱμᾶσι γὰρ ἴκελαι αἱ τῶν ὑμένων εἰς πλάτος ἑξαπλώσιες. ἐι δὲ ἐς λεπτὸν καὶ εὐμήκη ὑμένα τελευτᾷ κιονὶς, οἷόν τι οὐρίαχον κατὰ πέρας ἴσχουσα, κράσπεδον τὴν ἐπωνυμίην ἴσχει. γίγνεται δὲ τόδε καὶ αὐτομάτως μὲν ἐκ Ρ῾εύματος, ὅκωσπερ καὶ ἕτερα: ἀτὰρ καὶ ἀπὸ τομῆς ἐπικαρσίης, ἐγκαταλιπόντος τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν. ἢν δὲ δικρόα ὑμέσι δισσοῖσι ἐκκρεμέσι ἔνθα καὶ ἔνθα γίγνηται, οὔνομα μὲν οὐκ ἴσχει τόδε πάθος ἔκδηλον, ἅπαντι δὲ Ρ῾ηΐδιον θεησαμένῳ γιγνώσκειν .

πνὶξ δὲ ἐπ᾽ αὐτέοισι πᾶσι, καὶ ἥκιστα Ρ῾ηϊδίως καταπίνους ι. βὴξ ἐπὶ πᾶσι μὲν, μάλιστα δὲ ἐπὶ τοῖσι ἱμαντίοισι , καὶ ἐπὶ τοῖς κρασπέδοισι. γαργαλισμὸς γὰρ τῆς ἀρτηρίης ἀπὸ τῶν ὑμένων γίγνεται: ἔσθ᾽ ὅπη δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρη ἐς τὴν ἀρτηρίην ὅθεν ἀναβήσσουσι: ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι δύσπνοια ἐπὶ μᾶλλον, καὶ κάρτα πονηρὴ κατάποσις. καὶ γὰρ ἐς τὰς Ρ῾ῖνας ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται, συμπαθίῃ τῶν παρισθμίων. γηραιοῖσι κίων συνήθης, σταφυλὴ δὲ νέοισι καὶ ἀκμάζουσι: πολύαιμοι γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάσκουσι δὲ καὶ παισὶ τὰ ὑμενώδεα. τάμνειν δὲ πάντα ἀσινέα: ἐπὶ δὲ τῇ σταφυλῇ ἔτι ἐρυθριώσῃ, αἱμορραγίη καὶ πόνοι καὶ φλεγμον ῆς ἐπίδοσις.14

[p. 14]


Κεφ. θ᾽. περὶ τῶν κατὰ τὰ παρίσθμια ἑλκῶν.

ἕλκεα ἐν τοῖσι παρισθμίοισι γίγνεται, τὰ μὲν ξυνήθεα, εὐήθεα καὶ ἀσινέα, τὰ δὲ ξενὰ, λοιμώδεα καὶ κτείνοντα. εὐήθεα μὲν ὁκοῖα καθαρά ἐστι καὶ σμικρὰ καὶ ἀβαθῆ, οὐδὲ ἐπιφλεγμαίνει, καὶ ἀνώδυνα : λοιμώδεα δὲ ὁκόσα πλατέα, κοῖλα, Ρ῾υπαρὰ, ἐπιπάγῳ λευκῷ, πελιδνῷ, μέλανι συνεχόμενα : ἄφθαι τοὔνομα τοῖσι ἕλκεσι. ἢν δὲ καὶ ἐπίπαγος ἴσχῃ βάθος, ἐσχάρη τὸ πάθος καὶ ἔστι καὶ καλέεται: ἐν κύκλῳ δὲ τῆς ἐσχάρης ἐρύθημα γίγνεται καρτερὸν καὶ φλεγμονὴ καὶ πόνος φλεβῶν, ὡς ἐπ᾽ ἄνθρακος, καὶ μικρὰ δὲ ἐξανθήματα ἀραιὰ γιγνόμενα, ἔπειτα προσεπιγιγνόμενα συνήφθη τε ἂν καὶ πλατὺ ἕλκος ἐγένετο. κἢν μὲν ἔξω ἐς τὸ στόμα νέμηται, ἐπὶ τὴν κιονίδα ἧκέ τε μὴν, καὶ τὴν ἀπέταμεν, καὶ ἐς τὴν γλῶσσαν ἐσκεδάσθη, καὶ ἐς οὖλα, καὶ ἐς χαλινούς: καὶ ὀδόντες ἐκινήθησαν καὶ ἐμελάνθησαν: καὶ ἐς τὸν τράχηλον φλεγμονὴ ἐξώκειλε. καὶ οἵδε μὲν οὐ πολυήμεροι θνήσκουσι φλεγμονῇ καὶ πυρετοῖσι, κακωδίῃ καὶ ἀποσιτίῃ. ἢν δὲ ἐς τὸν θώρηκα νέμηται διὰ τῆς ἀρτηρίης, καὶ αὐτῆμαρ ἀπέπνιξε. πνεύμων γὰρ καὶ καρδίη, οὔτε ὀδμῆς τοιῆσδε, οὔτε ἑλκέων, οὔτε ἰχώρων ἀνέχονται, ἀλλὰ βῆχες καὶ δύσπνοιαι γίγνονται.

αἰτίη μὲν οὖν τοῦ ἔργου τῶν παρισθμίων, κατάποσις ψυχρῶν, τρηχέων, θερμῶν, ὀξέων, στυφόντων : τάδε γὰρ τὰ μέρεα καὶ θώρηκι εἰς φωνὴν καὶ ἀναπνοὴν, καὶ κοιλίῃ ἐς τροφῆς διαπομπὴν, καὶ στομάχῳ ἐς κατάποσιν διακονέεται. εἰ δὲ καὶ τοῖσι ἔνδον τι συμβαίη πάθος, κοιλίῃ, καὶ στομάχῳ, καὶ θώρηκι, ἐς τὸν ἰσθμὸν καὶ τὰ παρίσθμια καὶ τὰ τῇδε χωρία τοῦ κακοῦ ἀναφορὴ καὶ ἀπερεύξιες. διὰ τόδε παιδία μάλιστα πάσχει ἄχρις ἥβης: μάλιστα γὰρ παιδία καὶ μέγα καὶ ψυχρὸν ἀναπνέει : πλεῖστον γὰρ τὸ θερμὸν ἐν τουτέοισι:

[p. 15] ἀκρατέα δὲ καὶ ἐδωδῆς, καὶ ποικίλων ἐπιθυμία, καὶ ψυχροποσίη : καὶ βοῆσαι μέγα καὶ ἐν ὀργῇ καὶ ἐν παιδιῇ. καὶ κούρῃσι δὲ μέχρι καθάρσιος ἐπιμηνίων τάδε ξυνήθεα. χώρη δὲ τίκτει Αἴγυπτος μάλιστα, καὶ γὰρ ἐς ἀναπνοὴν ἀὴρ ξηρὴ καὶ ἐδωδὴ ποικίλη.15 ῥίζαι γὰρ καὶ βοτάναι καὶ λάχανα πολλὰ καὶ σπέρματα δριμέα, καὶ ποτὸν παχὺ, ὕδωρ μὲν Νεῖλος, δριμὺ δὲ τὸ ἀπὸ τῶν κριθέων τὸ τῶν βρυτέων πόμα.16 τίκτει δὲ καὶ Συρίη, μάλιστα κοίλη: ὅθεν Αἰγύπτια καὶ Συριακὰ ἕλκεα τάδε κικλήσκουσι.

τρόπος δὲ θανάτου οἴκτιστος: πόνος μὲν δριμὺς καὶ θερμὸς, ὡς ἐπ᾽ ἄνθρακος, ἀναπνοὴ κακή. ἀναπνέουσι γὰρ ὀδωδὸς σηπεδόνα καρτερήν: τὸ αὐτὸ δὲ πάλιν συντόνως ἐς τὸν θώρηκα ἐμπνέουσι: ἀσηροὶ, ὡς μηδὲ ἑωυτέων τὴν ὀδμὴν ἀνέχεσθαι: ὠχροὶ πελιδνοὶ τὰ πρόσωπα, πυρετοὶ ὀξέες, δίψος, ὡς ἐκ πυρός, τὸ δὲ ποτὸν οὐ προσίενται, δέεϊ τῶν ἔνθεν πόνων.17 ἄσσονται γὰρ, ἢν τοῖσι παρισθμίοισι ἐνθλίβωσι, ἐς τὰς Ρ῾ῖνας ἀνατρέχῃ. καὶ ἢν μὲν κατακέωνται, ἀνακαθίζουσι, ἀνακεκλίσθαι οὐκ ἀνεχόμενοι : ἢν δὲ ἀνακαθίσωσι, ὑπὸ ἀπορίης αὖθις ἀνακλίνονται . τά πολλὰ δὲ ὀρθοστάδην περιΐασι : ἀκρασίῃ γὰρ ἡσυχίης τὴν ἠρεμίην φεύγουσι, πόνῳ πόνον λῦσαι θέλοντες. ἀναπνοὴ εἴσω μεγάλη: ψυχρὸν γὰρ ἠέρα ποθέουσι ἐς ἔμψυξιν : ἔξω δὲ σμικρή.

[p. 16] πυρίκαυτα γὰρ ἐόντα τὰ ἕλκεα προσεμπίπραται ὑπὸ θέρμης τῆς ἀναπνοῆς.18 βράγχος, ἀφωνίη, καὶ τάδε ἐπὶ τὸ κάκιον ἐπείγει, εὖτε ἀθρόον καταπεσόντες εἰς τὴν γῆν ἐξέλιπον.


Κεφ. ι. περὶ Πλευρίτιδος.

ὑπὸ τῇσι πλευρῇσι καὶ τῇ Ρ῾άχει καὶ τῷ ἔνδον θώρηκι ἄχρι κλειδῶν ὑμὴν λεπτὸς κραταιὸς ὑπέστρωται, τοῖσι ὀστέοισι προσπεφυκὼς, ὑπεζωκὼς τοὔνομα. ὧδε ἐπὴν φλεγμονὴ γένηται, πῦρ ξὺν βηχὶ καὶ πτυάλοισι ποικίλοισι, πλευρῖτις τὸ πάθος καλέεται. χρὴ δὲ ταῦτα ἀλλήλοισι ξυνωδὰ καὶ ξύμπνοα ἔμμεναι, ἀπὸ μιῆς αἰτίης ξύμπαντα : ὁκόσα γὰρ τουτέων σποράδην ἄλλο ὑπ᾽ ἄλλης αἰτίης γίγνεται, κἢν τὰ πάντα ἅμα ἐπιφοιτήσῃ, οὐ καλέεται πλευρῖτις: ξύνεστι δὲ πόνος ὀξὺς κληϊδέων, πῦρ δριμὺ, κατάκλισις ἐπὶ μὲν τὴν φλεγμαίνουσαν πλευρὴν εὔφορος : ἐν ἕδρῃ γὰρ ἵζει τῇ ἑωυτέου ὑμήν: εἰς τὸ ἐπέκεινα δὲ ἐπώδυνος : ὑπὸ γὰρ τοῦ ἄχθεος καὶ τῆς φλεγμον ῆς καὶ τῆς ἐξαρτήσιος ἀποτέταται ὀδύνη ἄχρι τῆς ἁπάσης ξυναφίης τοῦ ὑμένος ἐς ὤμους καὶ κληΐδας, μετεξετέροισι δὲ καὶ ἐς νῶτα καὶ ἐς ὠμοπλάτην. νωτιαίην τὴν δὲ πλευρῖτιν ἐκάλεον οἱ πρόσθεν.19 παρέπεται δὲ δύσπνοια, ἀγρυπνίη, ἀποσιτίη, μήλων ἐρύθημα φαιδρὸν, βὴξ ξηρὴ, πτύελα μόλις ἀναγόμενα, φλέγμα χολῶδες, δίαιμον κατακορέως , ὑπόξανθον: καὶ τάδε τάξιν οὐκ ἴσχοντα, ἄλλοτε δὲ ἄλλα ἐπιφοιτέοντα καὶ ἀπογιγνόμενα: κάκιον δὲ ἁπάντων, ἢν τὸ δίαιμον ἐκλείπῃ, γίγνονται δὲ παράληροι: ἔστι δ᾽ ὅτε καὶ κωματώδεες , καὶ ἐν τῇ καταφορῇ παράφοροι.

ἢν μὲν οὖν ἐς κακὸν τρέπηται νοῦσος, πάντων ἐπὶ τὸ κάκιον ἐπιδιδόντων, ἐντὸς ἑβδόμης οἵδε θνήσκουσι ἐς συγκοπὴν [p. 17] ἐμπεσόντες. ἢν δὲ ἀπὸ τῆς δευτέρας ἑβδομάδος ἀρχὴ τῆς ἀναγωγῆς τῶν πτυέλων γίγνηται καὶ τῶν ξυντεινόντων κακῶν, ἐς τὴν τεσσαρεσκαιδεκάτην θνήσκουσι. ἔσθ᾽ ὅπη δὲ μεσηγὺ τουτέου τοῦ χρόνου ἐς πνεύμονα πάντων ξύνδοσις γίγνεται. ἕλκει γὰρ πνεύμων ἐς ἑωυτὸν, καὶ μανὸς καὶ θερμὸς ἐὼν, καὶ ἐς ὁλκὴν τῶν πέλας κινεύμενος , εὖτε ἀθρόον ἀπεπνίγη ὥνθρωπος, μεταστάσι τοῦ πάθεος. ἢν δὲ ταύτην ὑπερέλθῃ νοσέων, καὶ ἐντὸς εἰκοστῆς μὴ ἀποθνήσκῃ, ἔμπυος γίγνεται. τάδε μὲν οὖν, ἢν ἐς κακὸν ἐπιδιδῷ.

ἢν δὲ ἐπὶ τὸ ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ Ρ῾ινῶν λάβρως, εὖτε ἀθρόον λύεται νοῦσος: ἕπεται καὶ ὕπνος καὶ ἀναγωγὴ φλεγμάτων, ἔπειτα δὲ χολωδέων λεπτῶν, ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθις δὲ διαίμων, παχέων, σαρκοειδέων. κἢν ἐπὶ τῶν διαίμων παλινδρομέῃ μὲν χολὴ, ἐπ᾽ αὐτῇ δὲ φλέγμα, ἀσφαλὴς ἀποκατάστασις: καὶ τάδε, ἢν ἀπὸ τρίτης ἡμέρης ἄρχηται, καὶ Ρ῾ηϊδίως ἀναβήσσουσι, λεῖα, ὁμαλὰ, ὑγρὰ, ῾οὐ στρογγύλα. 20 ἐς ἑβδόμην γὰρ καθίστανται, εὖτε καὶ κοιλίης ἐκταραχθείσης χολωδέων, ἀναπνοῆς κατάστασις , γνώμη εὐσταθὴς, πυρετοὶ ἐνδιδόντες , εὔσιτοι : ἢν δὲ ἀπὸ τῆς δευτέρης ἑβδομάδος τάδε ἄρξηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην καθίστανται.

ἢν δὲ μὴ, εἰς ἐμπύημα τρέπεται, εὖτε Ρ῾ίγεα ἐνδείκνυται, πόνοι νυγματώδεες, ἀνακαθίγνυσθαι θέλουσι, ἀναπνοὴ κακίων: δέος τότε μᾶλλον μὴ πνεύμων ἀθρόον τὸ πῦον ἑλκύσας ἀποπνίξῃ τὸν ἄνθρωπον, τὰ πρῶτα καὶ τὰ μείζω διαφυγόντα κακά. ἢν δὲ ἐς τὸ μεσηγὺ τῶν πλευρέων Ρ῾έψῃ, καὶ διαστήσῃ τάσδε, καὶ κορυφὴν ἐς τὸ ἔξω προβάληται, ἐς ἔντερον ἐνραγῇ, τὰ πολλὰ περιγίγνεται ἄνθρωπος.

φέρει δὲ τὴν νοῦσον, ὥρη μὲν, χειμὼν μάλιστα πάντων, δεύτερον φθινόπωρον, ἦρ δὲ ἧσσον, ἢν μή κοτε ψυχρὸν γίγνοιτο:

[p. 18] θέρος δὲ ἥκιστα. ἡλικίη, πρῶτον τῶν ἄλλων πάσχουσι γέροντες, οἳ καὶ μᾶλλον ἑτέρων τὸ πάθος διαδιδράσκουσι. οὔτε γὰρ μεγάλη ἂν γίγνοιτο φλεγμονὴ ἐν ξηρῷ τῷ σκήνεϊ, οὔτε ἐς πνεύμονα μετάστασις . ψυχρότερος γὰρ ἐπὶ ἄλλης ἡλικίης, καὶ ἀναπνοὴ σμικρὴ, καὶ ὁλκὴ ἁπάντων ὀλίγη. νέοι δὲ καὶ οἱ ἐπὶ ἀκμῆς, οὐ μάλα μὲν πάσχουσι, ἀτὰρ οὐδὲ μάλα περιγίγνονται: οὐ γὰρ ἂν πάθοιεν ἐπὶ σμικρῇ αἰτίῃ οὐδὲ σμικρὴν φλεγμονήν: 21 ἐπὶ δὲ τοῖσι μεγάλοισι μείζων κίνδυνος. παῖδες ἥκιστα νοσέουσι πλευρῖτιν: ἀτὰρ καὶ ἧσσον θνήσκουσι. τά τε γὰρ σώματα μανὰ, καὶ τὰ ὑγρὰ εὔροα, καὶ πολλὴ διαπνοὴ καὶ ἀποφορή. ὅθεν οὐδὲ μεγάλη ξυνίσταται φλεγμονή: ἥδε τῆς ἡλικίης εὐτυχίη ἐν τῷδε τῷ πάθεϊ.

[p. 19]


ΒΙΒΛΙΟΝ Β.


Κεφ. α. περὶ Πνευμονίης.

δυοῖσι τοῖσι πρώτοισι, τροφῇ καὶ πνεύματι, τὰ ζῷα ζῆ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἀναπνοή. ἢν γὰρ ἐπίσχῃ τις ὠυτὴν, οὐκ εἰς μακρὰν διαρκέσει, ἀλλ᾽ αὐτίκα θνήσκει ὥνθρωπος. ὄργανα δὲ μυρία, ἀρχὴ μὲν Ρ῾ῖνες, ὁδὸς ἀρτηριη, χώρη δὲ πνεύμων, θώρηξ δὲ πνεύμονος ἔρυμα καὶ δοχή: ἀλλὰ τἄλλα μὲν ὅκως ὄργανα μοῦνον διακονέεται τῷ ζῴῳ: πνεύμων δὲ καὶ τὴν αἰτίην ἴσχει τῆς ὁλκῆς. ἐνίζει γὰρ αὐτέου μέσον σπλάγχον θερμὸν καρδία, ζωῆς καὶ ἀναπνοῆς ἀρχή. ἥδε καὶ τῷ πνεύμονι τῆς ὁλκῆς τοῦ ψυχροῦ ἠέρος τὴν ποθὴν ἐνδιδοῖ : ἐκφλέγει γὰρ αὐτὸν, ἕλκει δὲ καρδίη. πρῶτον τοιγαροῦν ἢν μὲν καρδίη πάθῃ, οὐκ εἰς μακρὸν τοῦ θανάτου ἐμβολή.

ἢν δὲ πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ, δύσπνοια : ζώει κακῶς, θάνατος μήκιστος, ἢν μή τις ἀκέηται : ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον φλεγμον , πνιγμὸς, ἀφωνίη, ἄπνοια, ὄλεθρος αὐτίκα: ἥδε ἐστὶν ἥν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος, ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστιν αὐτέοισι βάρος τοῦ θώρηκος, ἀπονίη, ἢν μοῦνος φλεγμήνῃ πνεύμων,

[p. 22] ἄπονος γὰρ φύσις αὐτέου: μανὸς μὲν γὰρ τὴν οὐσίην, εἰρίοισιν ἴκελος. ἀρτηρίαι δὲ διελήλανται τρηχεῖαι, χονδρώδεες , καὶ αἵδε ἄπονοι: μύες δὲ οὐδαμῆ, σμικρὰ δὲ νεῦρα, λεπτὰ, ἐς κίνησιν ἐπίκαιρα. ἥδε τῆς ἀπονίης αὐτὴ αἰτίη. ἢν δὲ καί τις τῶν ἀμφ᾽ αὐτὸν ὑμένων ἐπιφλεγμήνῃ, οἷσι πρὸς τὸν θώρηκα προσέρχεται, ξύνεστι καὶ πόνος, ἀναπνοὴ κακὴ, θερμὴ, ἀνακαθίγνυσθαι ἐθέλουσι σχῆμα ὄρθιον ἐς ἀναπνοήν. τόδε γὰρ Ρ῾ήϊστον τῶν σχημάτων. ἐρυθροὶ τὰ πρόσωπα: ἐπὶ δὲ μᾶλλον τὰ μῆλα: τὰ λευκὰ τῶν ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα. Ρ῾ὶς ἄκρη σιμὴ, φλέβες ἐν κροτάφοισιν καὶ τραχήλῳ διηρμέναι, ἀποσιτίη, σφυγμοὶ τὰ πρῶτα μεγάλοι, κενοὶ, πυκνότατοι , ὁκοῖόν τι συνεληλαμένοι: θερμασίη μὲν ἐς τὸ ἔξω ἀμυδρὴ, ὑγροτέρη: δὲ ἐς τὸ ἔνδον ξηρὴ, θερμοτάτη : ἐφ᾽ ἀναπνοὴ θερμὴ, δίψος, γλώσσης ξηρότης, ἐπιθυμίη ψυχροῦ ἠέρος, γνώμης ἀπορίη, βὴξ ξηρὰ τὰ πολλά. ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδες, ὑπόχολον κατακορὲς, δίαιμον ἀνθηρὸν σφόδρα: τόδε ἔστι τὸ δίαιμον τῶν ἄλλων κάκιον.

Ἠν δὲ ἐπὶ τὸ θανατῶδες ἐπιδιδοῖ, ἀγρυπνίη, ὕπνοι σμικροὶ, νωθροὶ, κωματώδεες , φαντασίαι ἀξύνετοι: παράληροι τὴν γνώμην, ἐκστατικοὶ οὐ μάλα. ἀγνωσίη τῶν παρεόντων κακῶν. ἢν γοῦν ἐπανείρῃ περὶ τῆς νούσου, οὐδὲν ὁμολογέουσι δεινόν: ἄκρεα ψυχρὰ, ὄνυχες πελιδνοὶ, γρυποί: σφυγμοὶ μικροὶ, πυκνότατοι , ἐκλείποντες, εὖτε ἀγχοῦ τουτέου ὄλεθρος. ἑβδομαῖοι γὰρ τὸ πλέον θνήσκουσιν .

ἢν δέ κοτε ἐπαναφέρῃ νοῦσος, καί τι ἐς ἀγαθὸν τρέπηται, αἱμορραγίη λάβρως ἐκ Ρ῾ινῶν, κοιλίης ἐκτάραξις πολλῶν χολωδέων, ἐπάφρων , οἷα δοκέειν ἀπὸ πνεύμονος εἰς τὴν νειαιρὴν γαστέρα ἐξεῶσθαι, ἢν ἀγάγῃ πολλὸν ὑγρότερον Ρ῾ηϊδίως. ἔστι δὲ ὅτε καὶ ἐς οὖρα ἐτράπετο. ὁκόσοισι δὲ πάντα ὁμοῦ ξυμπίπτει, οἵδε ὀξύτατοι Ρ῾ηΐζουσι.

μετεξετέροισι δὲ πῦον πολλὸν γίγνεται ἐν πνεύμονι, [p. 23] μετάστασις ἀπὸ τοῦ πλευρέου, ἢν μέζον τὸ ἀγαθὸν ὑπογίγνηται. κἢν μὲν ἐς ἔντερον κύστιν τὸ ἀπὸ τῆς πλευρῆς παρωχετεύθῃ πῦον, ἐς μὲν τὸ παραυτίκα ἐρήϊσαν ἀπὸ τῆς περιπνευμονίης: ἕλκος δὲ μακροχρόνιον ἴσχουσιν ἐν πλευρῇ, ἀλλὰ περιγίγνονται. ἢν δὲ ἐς τὸν πνεύμονα ὁρμήσῃ τὸ πῦον, εἰσὶν οἳ ἀπεπνίγησαν καὶ ἀθρόῃ ἐκχύσι, καὶ ἀναγωγῆς ἀπορίῃ. ὁκόσοι δὲ διαδιδράσκουσι τὴν ἐκ τῆς ἀπορρήξεως πνίγα, ἕλκος οἵδε πολλὸν ἴσχουσι ἐν πνεύμονι, καὶ ἐς φθόην μεθίστανται: καὶ ἀπὸ μὲν τῆς ἀποστάσιος καὶ τῆς φθόης γέροντες οὐ πάνυ τοι περιγίγνον ται: ἀπὸ δὲ τῆς περιπνευμονίης νέοι καὶ ἀκμάζοντες.


Κεφ. β. περὶ Αἵματος Ἀναγωγῆς.

αἵματος φορῆς τῆς διὰ στόματος ἰδέαι δύο: μὲν διὰ στόματος ἀπὸ κεφαλῆς καὶ τῶν τῇδε ἀγγείων : ὁδὸς δὲ ὑπερώη, φαρύγγεθρον, ἔνθα καὶ ἀρχαὶ στομάχου καὶ ἀρτηρίης. ἀναχρέμψισι δὲ καὶ βηχὶ σμικρῇ καὶ προχειροτέρῃ ἐς τὸ στόμα ἀπερεύγονται τὸ αἷμα: ὡς τῇ γε ἀπὸ στόματος, οὐδὲ ἀνάχρεμψις παρομαρτεῖ : ἔμπτυσις ἥδε καλέεται: ἐπὶ δὲ μᾶλλον, ἢν βραχέη φορὴ τοῦ αἵματος, καὶ στάγδην καὶ ἀθρόον ἀπὸ τῆς κεφαλῆς, ἀπὸ τοῦ στόματος ἔῃ, οὔ κοτε ἀναγωγὴ καλέεται, ἀλλ᾽ τὸ αὐτὸ, πτύσις,22 αἱμορραγίη.

ἢν δὲ νέρθεν ἀνίῃ ἀπὸ θώρηκος καὶ τῶν τῇδε σπλάγχνων, πνεύμονος, τρηχείη ς ἀρτηρίης, τῶν παρὰ τὴν Ρ῾άχιν, ἀπὸ τουτέων φορὴ οὐ πτύσις, ἀλλ᾽ ἀναγωγὴ καλέεται, τῆς ἄνω ἴξιος τῆς ὁδοῦ τοὔνομα ἔχουσα.23

σημεῖα δ᾽ ἀμφοῖν τὰ μὲν ξυνὰ σμικρὰ καὶ παῦρα, ὁκόσον καὶ τὸ χωρίον, ἔνθα καὶ ἀναγωγῆς καὶ πτύσιος ξυναγωγή: [p. 24] τὰ δὲ ἑκάστης ἴδια μεγάλα καὶ πολλὰ καὶ ἐπίκαιρα, οἷσιν ἑκατέρην Ρ῾ηΐδιον διαγνῶναι. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ, ἐπὶ μὲν πολλῷ τῷ αἵματι μέζω καὶ πλέω τὰ παρεόντα, σμικρὰ δὲ ἐν ὀλίγῃ καὶ σμικρῇ τῇ πτύσι: βάρος αὐτέοισι, πόνος, ὤτων ἦχοι, ἐρύθημα προσώπου, φλεβῶν διαστάσιες, σκοτόδινος : καὶ πρὸ τούτων δὲ αἰτίη εὔσημος, πληγὴ, ψύξιες, ἐγκαύσιες, οἰνοφλυγίη : ἥδε γὰρ ἀθρόον πίμπλησι τὴν κεφαλὴν, ἀθρόον καὶ ἐκχέει ἐκραγέντος ἀγγείου : ἐπὶ δὲ σμικρῇ μέθῃ πτύσιες ἐξ ἀραιώσι ος. ἴσχεταί ποτε διὰ Ρ῾ινῶν αἱμορραγίη ξυνήθης : εἰς ὑπερώην δὲ τρεπομένη ἀναγωγῆς φαντασίην παρέχει. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ, γαργαλισμὸς ὑπερώης, ἀνάχρεμψις πυκνὴ, καὶ ἐπὶ τῇδε πτύσις βύζεται : θυμὸς ἐγγίγνεται, καὶ εὖ μάλα βήσσουσι. ἢν δὲ ἐς τὴν ἀρτηρίην ἀπὸ τῆς ὑπερώης ἐσρυῇ, τότε βήσσοντες ἀνάγουσι: καὶ ἥδε ἐστὶ ἀπάτη τοῖσι ἡγευμένοισι ἀπὸ σπλάγχνων τῶν κάτωθεν ἀνάγεσθαι. ἐσρέει δὲ καὶ ἐς τὸν στόμαχον ἀπὸ τῆς κεφαλῆς, εὖτε ξὺν ναυτίῃ ἐμέουσι : ἔστι δὲ καὶ ἥδε ἀπάτη, ὡς ἀπὸ στομάχου φέρεσθαι δοκέειν. ἢν δὲ τὸ ἀπὸ τῆς πτύσιος αἷμα, παχὺ μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν, λεῖον, ὁμαλὸν, ἀμιγὲς ἑτέρης οὐσίης. χρεμπτομένοισι γὰρ εὐθὺς ἐπὶ τὴν γλῶσσαν ἔρχεται στρογγύλον , Ρ῾ηϊδίως ἀπολυόμενον: ἢν δὲ καὶ τὴν ὑπερώην καθορέῃς, δασυτέρην καὶ ἑλκώδεα ὄψεαι, καὶ τὰ πολλὰ ὕφαιμον : ἰητρίη δὲ ἀρκέσει ἁπλῆ, σμικρὴ, στύμματα μὲν ἐς τὴν ὑπερώην, καὶ τάδε ψυχρά. ἐπὶ γὰρ τοῖσι θερμαίνουσι καὶ τοῖσι ἀραιοῦσι καὶ εὐρύνουσι φορὴ μέζων: καὶ τόδε τὸ τέκμαρτῆς ἀπὸ τῆς κεφαλῆς πτύσιος: ἐς δὲ τὴν κεφαλὴν κενώσιες διὰ φλεβῶν, διὰ Ρ῾ινέων, δι᾽ ἑτέρης διαπνοῆς. καὶ τάδε χρὴ ταχέως δρῆν, ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἴῃ, μελέτη μὲν ἐγγίνεται τῇ φορῇ: ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος : ἑλκοῦται δὲ καὶ ἀρτηρία, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος. τοὐντεῦθεν δὲ φθορῆς γίγνεται ἀρχή.

[p. 25] δὲ ἀπὸ θώρηκος καὶ τῶν νέρθεν σπλάγχνων αἵματος φορὴ ἀναγωγὴ καλέεται: ἔστι δὲ κάρτα μὲν ὀλεθρίη, ἢν ἀπό του τῶν ἐπικαίρων ἐκραγέν των ἔῃ, κοίλης φλεβὸς τῆς ἐν καρδίῃ ἀπὸ τοῦ ἥπατος διακονευμένης τὸ αἷμα, τῆς τῇ Ρ῾άχι παρατετα μένης παχείης ἀρτηρίης. αἱμορραγίῃ γὰρ ὅκωσπερ ἐν σφαγῇ καὶ δυσπνοῇ ὤκιστος ὄλεθρος : οἷσι δὲ ἀπὸ πνεύμονος, πλευρῆς, ἀρτηρίης τῆς τρηχείης, ἧσσον μὲν ὀξέως θνήσκουσι, οὐχ ἥκιστα δὲ ἔμπυαι καὶ φθίσιες γίγνονται. τουτέων δὲ ἀσθενεστέρη ἀπὸ τῆς τρηχείης ἀρτηρίης: ἢν δὲ ἀπὸ στομάχου κοιλίης ἐμέηται, οὔτε κάρτα ὀλεθρίως ἴσχουσι, κἢν πάνυ πολλὴ αἱμορραγίη ἔῃ, οὔτε ἄλθεξις μακρὴ καὶ ποικίλη: ἢν δὲ ἀπὸ ἥπατος καὶ σπληνὸς, οὐ Ρ῾ηϊδίη μὲν, οὐδὲ ξυνεχής : ἐς γὰρ τὴν κοιλίην καὶ ἔντερα τουτέων ἀπόκρισις ἑτοιμοτέρη . οὐ μὴν οὐδὲ ἄνωθεν διὰ πνεύμονος καὶ ἀρτηρίης, ἀδύνατος, ἄπιστος. καὶ γὰρ ἐν πυρετοῖς ἀπὸ σπληνὸς καὶ ἥπατος διὰ Ρ῾ινῶν αἱμορρα γέουσι, κατ᾽ ἴξιν τοῦ σπλάγχνου τοῦ μυκτῆρος Ρ῾έοντος. τόποι μὲν οὖν ἀφ᾽ ὧνπερ ἀγωγὴ οἵδε: καὶ ἐς κίνδυνον ὄλεθρον διαφορή.

οἱ δὲ τρόποι τρεῖς ἔασι: γὰρ ἀπὸ Ρ῾ήξιος ἀγγείου, διαβρώσιος , ἀραιώσιος ἀνάγεται. ῥήγνυται μὲν οὖν ἐξαπιναίως, πληγῇ, ἐντάσι ἄχθεος, ἀνωθήσει, 24 ἀπὸ ὕψους ἅλματι, καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίᾳ λάβρως τὸ αἷμα ἐκχέεται: ἢν δὲ ἀπὸ βρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, δύσπνους γέγονε, ναυτίη, ἔμετος ἦγχε πάρος. ἐκ γὰρ τοιῶνδε πολυχρονίων διεσθίεται τὰ ἀγγεῖα Ρ῾εύματι ξυνεχέϊ καὶ πολλῷ καὶ δριμέϊ. ἐπὴν οὖν [p. 26] πολλὸν ξυντακέντα καὶ λεπτυνθέντα ἐς τέλος ἀπαναλωθῇ τὰ ἀμπέχοντα ὑμένια, τὸ αἷμα ἐκχέει: δὲ ἐξ ἀραιώσι ος ἀρραγὴς μὲν, διὰ τόδε οὔτε πολλὴ, οὔτε ἀθρόη, οὔτε παχέος αἵματος : ἀραιώσι δὲ τῶν ἀγγείων τὸ λεπτὸν ἀποτιθέεται: ἢν δὲ πολλὸν αὐλισθὲν ἐν κοίλῃ χώρῃ αὖθις ἀνάγηται, παχύτερον μὲν ἑωυτοῦ γίγνεται, οὐ μὴν παχὺ κάρτα, οὐδὲ μέλαν, ὁκοῖον αἱμάλωψ : πλεῖον δὲ τῷ πλήθεϊ, ὡς ἀπὸ ἀθροίσιος, εὐθὺς ἀναφέροιτο . τόδε τὸ εἶδος τῆς ἀγωγῆς, γυναιξὶ ὡς ἐπίπαν οὐ καθαιρομένῃσι τάδε ἐπιμήνια γίγνεται, καὶ ἐν τῇσι αὐτῇσι περιόδοισι τῆς καθάρσιος ἐπιφαίνεται, καὶ ἐπὶ τῇσι προθεσμίῃσι τῆς ἀποπαύσιος ἴσχεται : κἢν μὴ ἰηθῇ γυνὴ, ἐς πολλὰς περιόδους ἀντιπεριεῖσι ἀναγωγή : μετεξετέρῃσι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ.

διαφορὴ τῆς ἀναγωγῆς, καὶ εἰ ἐξ ἀρτηρίης, φλεβὸς ἀνάγοιτο. μέλαν μὲν γὰρ καὶ παχὺ καὶ Ρ῾ηϊδίως πηγνύμενον, ἢν ἀπὸ φλεβὸς, καὶ ἧσσον ἐς κίνδυνον Ρ῾έπει, καὶ ἐπίσχεται θᾶσσον. ἢν δὲ ἀπ᾽ ἀρτηρίης, ξανθὸν καὶ λεπτὸν, καὶ οὐ μάλα πήγνυται, καὶ κίνδυνος ὠκύτερος, καὶ ἐπίσχεσις οὐ μάλα Ρ῾ηϊδίη. αἱ γὰρ διασφύξιες τῆς ἀρτηρίης αἱμορραγίης πρόκλησιν ποιέονται, καὶ τὸ τρῶμα οὐ συμφύει τῇ πολυκινησίῃ .

ἄλθεξις δὲ, ἢν μὲν ἀπὸ διαβρώσιος μακρὴ, καὶ οὐ Ρ῾ηϊδίη, καὶ σφαλερή : ὑπὸ γὰρ ἐλλείψεως ἐς σύμφυσιν τὸ ἕλκος οὐκ ἀφικνέεται : ἕλκος γὰρ, οὐ τρῶμα γίγνεται: ἐπὶ δὲ τῇσι Ρ῾ήξισι σύμφυσις ἑτοιμοτέρη . ψαύει γὰρ ἀλλήλων τοῦ τρώματος τὰ χείλεα: ἔστι ἥδε ὦν διαφορὴ δευτέρη ἐς κίνδυνον. ἀσινεστάτη δὲ ἐπὶ τῇσι ἀραιώσισι: ἴσχεται γὰρ αὐτομάτως, καὶ ἰητρίη στύψις καὶ ἔκψυξις ἱκανή.

Σημαντέ οι δὲ καὶ οἱ τόποι, ἀφ᾽ ὧνπερ ἀνάγεται . ξυνὰ γὰρ πολλὰ σημεῖα, καὶ ἀπάτη Ρ῾ηϊδίη, καὶ ἰητρίη ἑτέρη. ἀπὸ στομάχου μὲν οὖν οὔτε λίην ἐξ ἀραιώσιος ἀνάγεται: γὰρ τῶν βρωμάτων τε καὶ τῶν πομάτων ψύξις τε καὶ στύψις [p. 27] ἐς πύκνωσιν ἄγει τὰ μέρεα: ἀτὰρ οὐδὲ διαβρώσιες ξυνεχέες εἰσὶ, καί τοι μᾶλλον τῆς προτέρης : τὰ γὰρ ἀναδάκνοντα τῶν Ρ῾ευμάτων οὐ προσίσχεται πολλὸν χρόνον, ἀλλ᾽ ἀπεπτύσθη, διηλάθη κάτω. συνηθεστέρη δὲ στομάχῳ ἐστὶν Ρ῾ῆξις. εἰ οὖν ἀπορραγῇ κοτε, αἱμορραγίαι οὐ κάρτα μεγάλαι, ὁκοῖαι ἀπὸ θώρηκος. ἰσχνὰ γὰρ τῇδε τὰ φλεβία, σμικραὶ δὲ καὶ ἀρτηρίαι: ἰδέῃ δὲ τὸ αἷμα οὐ κάρτα μέλαν, ὑπόξανθον οὐ κατακορέως , λεῖον, σιάλοισι μεμιγμένον , ξὺν ναυτίῃ καὶ ἐμέτῳ ἀναφερόμενον. βὴξ μικρὴ, ἄλλοτε μὲν ξύν τῳ, ἄλλοτε δὲ μούνη ἄνευθεν ἀναγωγῆς: ξυνταλαιπωρέει γὰρ ἀρτηρίη τῷ στομάχῳ, παρατεταμένη καὶ ξυνημμένη: δῆξις, στύψις τοῦ ἕλκεος ἐπὶ τοῖσι καταπινομένοισι: πολλὸν δὲ μᾶλλον, ἢν ψυχρὰ κάρτα θερμὰ στρυφνὰ ἔῃ: ἐγγίγνεται δὲ καὶ πόνος τοῦ στομάχου, μετεξετέροισι δὲ μέσφι μεταφρένου : ἔμετοι φλεγματώδεες: ἐπαναφέρουσι δέ κοτε, ἐπὴν ἐς μῆκος νοῦσος ἐπιταθῇ, καὶ μέζων ἔῃ ἀποσιτίη, τουτέων πλῆθος πολύ: πυρετοὶ οὐ μάλα ξυνεχέες, ἀλλὰ Ρ῾εμβώδεες.

ἀπὸ δὲ κοιλίης ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίης : ἢν δὲ ἀπὸφλεβὸς, πολλόν τι μελάντερον , πολλὸν δὲ καὶ παγετώτερον: ναυτίη πολλὴ καὶ ἔμετος φλεγμάτων καὶ χολωδέων, τοῖσι σιτίοισι συμμιγνύμενον τὸ αἷμα, ἢν προβεβρώκῃ ὥνθρωπος : ἐν γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω ἅμα ἀλίζεται καὶ τροφὴ καὶ τὸ αἷμα. ἐξερεύξιες πολλαὶ, βρωμώδεες : κἢν μὲν πολλὴ ξυλλεγῇ, ἀπορίη, σκοτόδινος : ἢν δὲ ἐμεθῇ τάδε, Ρ῾ηΐζουσι. ἔκλυτοι, καυσώδεες τὸ σύμπαν, πόνος ξυνεχὴς τῆς κοιλίης.

ἀπὸ δὲ τῆς τρηχείης ἀρτηρίης μικρὸν καὶ σφόδρα ξανθὸν τὸ αἷμα καὶ ξὺν βηχὶ ἀνάγουσι: κἢν μὴ ἀνάγωσι δὲ, διηνεκέως βήσσους ι: αἴσθησις δὲ καὶ πόνου, ἔνθα βρόγχος, μικρόν τι νέρθεν ὕπερθεν: φωνὴν βραγχώδεες , ἀσαφέες:

ἢν δὲ ἀπὸ πνεύμονος , ἀθρόως ἀναγωγὴ, ἐπὶ δὲ μᾶλλον,

[p. 28] εἰ ἐκ διαβρώσιος , ξὺν βηχὶ πολλῇ ξανθὸν κατακορέως , ἀφρῶδες, στρογγύλον , ὡς ἄλλην ἀπ᾽ ἄλλης ἀναγωγὴν διακεκρίσθαι: ἀλλὰ καὶ ἐν ξυνῷ ἀγγείῳ φορὴτῶν τοῦ θώρηκος ἀναγομένων ἄλλη: καὶ διαστήσαις ἂν τὰ ξυμμεμιγμένα ἐκ παραθέσιος, ὡς ὄντα μέρεα θώρηκος : τὴς τὰ δὲ ἰδέην σαρκοει δέα δοκοίης ἂν πλεύμονος ἔμμεναι μέρεα. θώρηκος βάρος, ἀπονίη, ἐρύθημα προσώπου πολλόν τι μᾶλλον τουτέοισι.

ἢν δὲ ἀπὸ θώρηκος ἐπανίῃ, ἐς τὸ πρόσθεν κατὰ τὸ στέρνον πόνος διασημαίνει τοῦ ἐρρωγότος μέρεος. βὴξ σύντονος καὶ μόλις ἀνάγουσα. τὸ δὲ αἷμα ξανθὸν οὐ κάρτα, μέσως παχὺ, ἄναφρον. ἢν δὲ καὶ πνεύμων ἐκ τῆς παρόδου ξυμπαθήσῃ, προσδιδοῖ τοῦ ἀφρώδεος: ὁδὸς γὰρ θώρηκος ἐς ἀρτηρίην πνεύμων.

ἢν δὲ ἀπὸ πλευρῆς, ξὺν βηχὶ μὲν, μέλαν δὲ καὶ λεῖον, κάκοδμον, βρωμῶδες, ὁκοῖον τῆς σηπεδόνος, πόνος τῆς πλευρῆς ὀξύς. πολλοὶ γοῦν θνήσκουσι πλευριτικὸν τρόπον ξὺν πυρετῷ.

ὥρη δὲ φέρει ὑγρὴ καὶ θερμή. τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἔαρ. δεύτερον τὸ θέρος: μετόπωρον ἧσσον, χειμὼν δὲ ἥκιστα: θνήσκουσι δὲ θέρους μὲν μάλιστα αἱμορραγίῃ : φλεγμοναὶ γὰρ οὐ κάρτα μεγάλαι γίγνονται τότε: ἔαρος δεύτερον, φλεγμον καὶ πυρετοῖσι καυσώδεσι. φθινοπώρῳ δὲ ὡς ἐπίπαν Ρ῾ηϊδίως φθόαι γίγνονται .

ἀθρόον δὲ εἰρῆσθαι, ἐπὶ πάσῃ αἵματος ἀναγωγῇ, κἢν μικρὴ ἔῃ, κἢν ἤδη μεμύκῃ τὰ Ρ῾αγέντα, ἕπεται δυσθυμίη, δυσελπιστίη, ἀπόγνωσις τοῦ βίου. τίς γὰρ οὕτως εὐσταθὴς ὡς ὁρῆν μὲν ἑωυτὸν σφαγῇ ἴκελον πεπονθότα, μὴ ὀρρωδέῃ δὲ ἀμφὶ θανάτου; καὶ γὰρ καὶ τὰ μέζω τῶν ζῴων καὶ τὰ ἀλκιμώτ ερα , ὁκοῖον οἱ ταῦροι, αἱμορραγίῃ θνήσκουσι ὤκιστα. ἀλλὰ τόδε μὲν οὐ μέγα τὸ θώϋμα. θώϋμα δὲ μέγα τόδε. ἐπὶ γὰρ τῇ ἀπὸ πνεύμονος φορῇ μούνῃ χαλεπωτά τῃ ἐούσῃ

[p. 29] οὐκ ἀπογιγνώσκουσι ἑωυτῶν οἱ ἄνθρωποι, κἢν ἐν τῷ ἐσχάτῳ ἔωσι. δοκέω δὲ ἔγωγε τὴν τοῦ πνεύμονος ἀπονίην αἰτίην ἔμμεναι : πόνος γὰρ κἢν σμικρὸς ἔῃ, θάνατον ὀρρωδέει: καὶ ἔστι ἐν τοῖσι πλείστοισι φοβερώτερος κακίων: ἀπονίη δὲ καὶ ἐν τοῖσι μεγάλοισι κακοῖσι, ἀφοβίη θανάτου, καὶ ἔστι κακίων φοβερωτέρη.


Κεφ. γ. περὶ Συγκοπῆς.

εὖ γε ὅλως ἰητρὸς, ἠδὲ δημότης, εὖ γε ἐπικλήσιος τοῦδε τοῦ πάθεος. ὠκυτάτου κακοῦ ἐστι οὔνομα:25 τί μὲν γὰρ μέζον ὠκύτερο ν συγκοπῆς δυνάμιος; τί δὲ οὔνομα ἕτερον εἰς ἐπίκλησιν τοῦδε τοῦ πράγματος μᾶλλον εὔσημον; τί δὲ καρδίης ἄλλο καιριώτερον ἐς ζωὴν ἐς θάνατον; οὐδὲ τὴν συγκοπὴν ἄπιστον τῆς καρδίης νοῦσον ἔμμεναι, αὐτὴν σίνος τῆς ἐν αὐτέῃ τοῦ ζῆν δυνάμιος: τόσον τε τάχος τοῦ ὀλέθρου, τοιήδε καὶ ἰδέη. ἔστι γὰρ τὸ πάθος λύσις τῶν δεσμῶν τῆς εἰς ζωὴν δυνάμιος, ἀντίξουν τῇ συστάσει τοῦ ἀνθρώπου ἐόν. τῆσδε γὰρ ἀπρὶξ λαβόμεν ον οὐ μεθίησι, ἀλλ᾽ ἐς διάλυσιν τρέπει. καὶ οὐ μέγα τὸ θώϋμα. καὶ γὰρ καὶ ἕτερα πάθεα ἴδια καὶ ἐπίκαιράτινων μερέων ἐστὶ, οἷσίπερ ἐμφύνει, καὶ τουτέων ἐξάπτεται: βουβῶνες μὲν οἱ

[p. 30] λοιμώδεες καὶ σφόδρα κακοήθεες ἐξ ἥπατος26 ἐξ ἄλλου δὲ γίγνονται οὐδενός. νεύρων δὲ τέτανος, ἐπιληψίη δὲ κεφαλῆς. ὧδε οὖν καὶ συγκοπὴ καρδίης ἐστὶ καὶ ζωῆς νοῦσος. ὁκόσοι δὲ στομάχου ἡγέονται τὸ πάθος ἔμμεναι, οὕνεκα σιτίοισί τε καὶ οἴνῳ, μετεξετέροισι δὲ καὶ ψυχρῷ, δύναμις ἐστάθη, καὶ τὸ κακὸν ἐξηλάθη, οἱ δέ μοι δοκέουσι καὶ τὴν φρενῖτιν τριχῶν τῆς κεφαλῆς, καὶ τοῦ δέρματος νοῦσον ἡγέεσθαι, οὕνεκεν κουρῇ καὶ τέγξι αὐτέων Ρ῾ηίζουσι οἱ φρενιτι κοί . ἀλλὰ γὰρ τῆς καρδίης γειτόνη μα καίριόν ἐστι στόμαχος, ἐξ οὗπερ ἕλκει καρδίη οἰκεῖον ἀξύμφορον. καὶ γὰρ καὶ διὰ πνεύμονος ἕλκει πνεῦμα εἰς ἀναπνοὴν καρδίη, ἀλλ᾽ οὐχὶ πνεύμων ἐξ ἴσης ἀρχῆς ἀναπνέει.27 οὐ γὰρ ἐν τοῖσι ὀργάνοισι αἱ δυνάμιες, ἀλλ᾽ ἔνθα ἀρχὴ ζωῆς ἦν καὶ ἰσχύος. στόμαχος δὲ οὔτε ἀρχὴ οὔτε χωρίον ζωῆς: βλαβήσεται δέ τις διὰ ἀτονίην. καὶ γὰρ καὶ τὰ καρδιοβόλα βρώματα οὐ τὸν στόμαχον σίνεται, ἀλλὰ δι᾽ αὐτέου τὴν καρδίην : ἐπεὶ καὶ οἱ ἐπὶ τοῖσδε θνήσκοντες σημεῖα ἴσχουσι καρδίης πάθεος, σφυγμοὺς μικροὺς, ἀδρανέας, πάταγον τῆς καρδίης, ἐπὶ πηδήσι καρτερῇ, σκοτόδινος, λειποθυμίη, νάρκη, καὶ παρέσιες μελέων, ἱδρὼς ἄσχετος, πουλὺς, ψύξις ὅλου, ἀναισθησίη , ἀφωνίη. ποῦ δὴ τὸν στόμαχον πάσχειν τάδε; ἅττα δὲ αὐτέου ἴδια, ναυτίη, ἔμετος, ἀποσιτίη, λὺγξ, ἐρεύξιες, ὀξυρεγμίη : ἐπὶ δὲ τοῖσι καρδιώσσουσι καὶ αἰσθήσι ὀξύτεροι, ὡς ἰδεῖν καὶ ἀκοῦσαι μᾶλλον πρόσθεν, καὶ γνώμῃ εὐσταθέστεροι,

[p. 31] καὶ ψυχῇ καθαρώτεροι, καὶ τάδε οὐκ εἰς τὰ παρεόντα μοῦνον, καὶ ἐς τὰ μέλλοντα μάντιες ἀτρεκέες. μὴ οὖν καὶ αἵδε στομάχου αἱ δυνάμιες, ἀλλὰ καρδίης, ἔνθα καὶ ψυχὴ καὶ φύσις αὐτέης, εἰς ἣν καὶ τὸ πάθος τῶν τῇδε δυνάμεων.

ἔστι δὲ τῆς νούσου ἰδέη ἔκλυσις τοῦ τόνου τῆς φύσιος ἐπ᾽ αἰτίῃ ψύξι καὶ ὑγρότητι. καὶ γὰρ ἄθερμοι, καὶ τὰ εἴσω καὶ τὰ ἔξω, καὶ ἄδιψοι: καὶ ψυχρὸν ἀναπνέουσι, κἢν ἐκ μεγάλων καὶ καυσωδέων ἐστὶ πυρετῶν, ἐξ ὧνπερ ἐξάπτεται ξυγκοπή. εὖτε μὲν γὰρ ἔρρωται φύσις, καί ἐστιν εὔκρατος, πάντων μὲν κρατέει, πᾶσι δὲ σημαίνει, καὶ ὑγρῷ, καὶ πνεύματι, καὶ στερεοῖσι, καὶ τῇ τούτων εὐταξίῃ καὶ ξυμμετρίῃ ἐς ζωὴν διέπει τὸν ἄνθρωπον : ἢν δὲ τῆς φύσιος δεσμὸς, τουτέστι τόνος, λυθῇ, τότε γίγνεται τὸ πάθος . κατάρχει δὲ αὐτέου καῦσος, ὅς ἐστι τοιόσδε.


Κεφ. δ᾽. περὶ Καύσων.

πῦρ μὲν πάντη καὶ δριμὺ καὶ λεπτὸν, μάλιστα δὲ τὰ εἴσω: ἀναπνοὴ θερμὴ, ὡς ἐκ πυρὸς, ἠέρος ὁλκὴ μεγάλη, ψυχροῦ ἐπιθυμίη, γλώσσης ξηρότης, αὐασμὸς χειλέων καὶ δέρματος, ἄκρεα ψυχρὰ, οὖρα χολόβαφα κατακορέως , ἀγρυπνίη, σφυγμοὶ πυκνοὶ, σμικροὶ, ἔκλυτοι : ὀφθαλμοὶ εὐαγέες, λαμπροὶ , ὑπέρυθροι: προσώπου εὐχροίη.

ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθος, μέζω τὰ πάντα καὶ κακίω: σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, πῦρ ξηρότατον καὶ δριμύτατον , γνώμη παράφορος, πάντων ἀγνωσίη, διψώδεες, ψαῦσαι ψυχροῦ ἐπιθυμίη, τοίχου, ἐσθῆτος, ἐδάφεος, ὑγροῦ: χεῖρες ψυχραὶ, θέναρα θερμότατα, ὄνυχες πελιδνοὶ, ἀναπνοὴ πυκινὴ, νοτὶς περὶ μέτωπα καὶ κληΐδας.

ἢν δὲ ἐς ἄκρον ξηρότητος καὶ θερμασίης ἥκῃ φύσις, τὸ μὲν θερμὸν ἐς ψυχρὸν, δὲ αὐχμὸς ἐς ἐπομβρίην τρέπεται.

[p. 32] αἱ γὰρ τῶν πρηγμάτων ἐς τὸ ἔσχατον ἐπιτάσιες εἰς τὴν ἐναντίην μεταβάλλουσι ἰδέην. ἐπὴν οὖν λυθῇ τῆς φύσιος τὰ δεσμὰ, τόδε ἐστὶ συγκοπὴ, τότε ἱδρὼς ἄσχετος πάντη τοῦ σώματος, ἀναπνοὴ ψυχρὴ, ἀτμὸς ἀνὰ Ρ῾ῖνας πουλὺς, ἄδιψοι, ἐξήρανται γὰρ τά τ᾽ ἄλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, στόμα, στόμαχος:28 οὖρα λεπτὰ, ὑδατώδεα: κοιλίη τὰ πολλὰ μὲν ξηρὴ, ἔστι δὲ καὶ οἷσι ὑποφέρει βραχέα χολώδεα, πουλὺς πλάδος, διαρρέει δὲ καὶ τὰ ὀστέα λυόμενα : καὶ ἀπὸ πάντων ὡς ἐν ποταμῷ ἐς τὰ ἔξω φορή.

ψυχῆς κατάστασις ,29 αἴσθησις σύμπασα καθαρὴ, διάνοια λεπτὴ, γνώμη μαντική. προγιγνώσκουσι μὲν οὖν πρώτιστα μὲν ὡυτέοισι τοῦ βίου τὴν μεταλλαγήν : ἔπειτα τοῖσι παρεοῦσι προλέγουσι τὰ αὖθις ἐσόμενα : οἱ δὲ αὐτέους μὲν ἔσθ᾽ ὅτε καὶ ἀλλοφάσσειν 30 δοκέουσι: τῇ ἀποβάσι δὲ τῶν εἰρημένων θωϋμάζουσι ὥνθρωποι. μετεξέτεροι δὲ καὶ προσλαλέουσι τῶν κατοιχομένων τισὶ, τάχα μὲν παρεόντας ὁρεῦντες αὐτοὶ μοῦνοι, ὑπὸ λεπτῆς καὶ καθαρῆς αἰσθήσιος, τάχα δ᾽ αὐτῶν τῆς ψυχῆς προγγινωσκούσης, καὶ διηγευμένης τοὺς ἄνδρας οἷσι ξυνέσονται . πρόσθεν μὲν γὰρ ἐν τοῖσι ὑγροῖσι [p. 33] ὡς ἐν ἰλύϊ ἔνην καὶ ζόφῳ.31 ἐπεὶ δὲ τάδε ἐξήντλησε νοῦσος, καὶ ἀπὸ τῶν ὀφθαλμῶν τὴν ἀχλὺνἕλε, ὁρέουσι τά τε ἐν τῷ ἠέρι, καὶ γυμνῇ τῇ ψυχῇ γίγνονται μάντιες ἀτρεκέες: οἱ δὲ ἐς τοσόνδε λεπτότητος ὑγρῶν καὶ τῆς γνώμης ἀφιγμένοι οὐ μάλα τοι περιγίγνονται, ἐξηερωμ ένης ἤδη τῆς ζωτικῆς δυνάμιος.


Κεφ. ε. περὶ Χολέρης.

χολέρη παλίνορσός ἐστι φορὴ τῆς ὕλης τῆς ἐν τῳ παντὶ ἐς τὸν στόμαχον καὶ τὴν κοιλίην καὶ τὰ ἔντερα, ὀξύτατον κακόν: διεκθέει δὲ ὕπερθεν μὲν ἐς ἔμετον τὰ ἐν τῷ στομάχῳ ἁλιζόμενα: διὰ δὲ τῆς κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖς ἐντέροις ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα τὰ δι᾽ ἐμέτου, τὰ δὲ δι᾽ ἕδρης κόπρανα ὑγρὰ, δυσώδεα : ἀπέψιες γὰρ ξυνεχέες αἱ τῆσδε προφάσιες: ἢν δὲ τάδε ἀποκλυσθῇ, φλεγματώδεα, ἔπειτα χολώδεα : τὰ πρῶτα μὲν Ρ῾ηϊδίως, ἀπόνως: ἔπειτα δὲ ξὺν ἐντάσεσι μὲν στόμαχος, γαστὴρ δὲ μετὰ στρόφων.

ἢν δὲ ἐς τὸ κάκιον ἐπιδιδῷ, καὶ στρόφοι μείζονες, λειποθυμίη , ἔκλυσις μελέων, ἀπορίη, ἀποσιτίη : ἢν δὲ καί τι προσενέγ κωνται, πολλῷ Ρ῾οίζῳ ξὺν ναυτίῃ ἐς ἔμετον διεκθέει ξανθὴ χολὴ κατακορέως καὶ τὰ διαχωρήματα ὅμοια: σπασμοὶ, ξυνολκαὶ μυῶν τῶν ἐν τῇ κνήμῃ καὶ βραχιόνων: δάκτυλοι καμπύλοι, σκοτόδινος , λὺγξ, ὄνυχες πελιδνοὶ, κατάψυξις, ἄκρεα ψυχρὰ, καὶ τὸ ὅλον Ρ῾ιγώδεες.

[p. 34] ἢν δὲ ἐς τελευτὴν ἥκῃ τὸ κακὸν, ἀτὰρ ἱδροῖ ὥνθρωπος,32 χολὴ μέλαινα ἄνω καὶ κάτω. οὖρα σχεθεῖσα κύστις ὑπὸ σπασμοῦ: ἀλλ᾽ οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆς ἐς τὸ ἔντερον τῶν ὑγρῶν μετοχετεύσεως: ἀφωνίη, σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, ὁκόσοι ἐπὶ ξυγκοπῇ: ἐντάσιες ἐμέτου ξυνεχέες κενεαὶ, προθυμίαι τεινεσμώδεες, ξηραὶ, ἄχυλοι : θάνατος ἐπώδυνος καὶ οἴκτιστος, σπασμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ.

φέρει μὲν τὸ πάθος ὥρη μὲν θέρεος, δεύτερον δὲ φθινόπωρον, ἦρἧσσον, χειμὼν ἥκιστα: ἡλικίαι δὲ, αἱ τῶν νέων καὶ ἀκμαζόντων : γῆρας ἥκιστα, παιδία δὲ τουτέων μᾶλλον, ἀλλ᾽ οὐ θανατώδεα.


Κεφ. ς. περὶ Εἱλεοῦ.

ἐντέροισι γίγνεται μὲν φλεγμονὴ, ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνήσκουσι γὰρ μυρίοι στρόφοισι καρτεροῖσι : ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρὸν, ἀργὸν, οὔτε κάτω περῆσαι Ρ῾ηΐδιον οὔτε ἄνω ἀνελθέμεναι: μίμνει δὲ ἐπιπολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι : τοὔνεκεν καὶ τὸ πάθος ἐπίκλησιν ἔσχεν εἵλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἔῃ, καὶ πουλὺ τὸ ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι οὔνομα: ἕψησις μὲν γὰρ μάλθαξις: χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ καὶ ἐπιχορδί δα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν, τά τε μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων.

αἰτίη τοῦ εἱλεοῦ συνεχὴς μὲν διαφθορὴ σιτίων πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπ᾽ ἄλλῃ ἀπεψίη, μάλιστα δ᾽ ἐπὶ τοῖσι εἱλεώδεσι, ὁκοῖόν τι μελὰν σηπίης. οὐκ ἀδόκητος δὲ πληγὴ, ψύξις, ψυχροποσίη ἐφ᾽ ἱδρῶτι,

[p. 35] ἄδην χανδόν: καὶ οἷσι δὲ ἔντερον ἐς τὸν ὄσχεον ξὺν κόπρῳ κατέβη, καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλ᾽ ἀνελήφθηβίῃ,33 τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα. ξύνηθες δὲ τὸ πάθος παιδίοισι, οἷσίπερ ἂν καὶ ἀπεψίη , καὶ τὸ βλάβος διαδιδράσκουσι μᾶλλον διά τε τὸ ἔθος καὶ τὴν ὑγρότητα τῶν ἐντέρων : ὀλισθηρὰ γάρ: γέροντες δὲ οὐ μάλα μὲν πάσχουσι, περιγίγνονται δὲ ἥκιστα. ὥρη θέρεος τίκτει μᾶλλον ἦρος, φθινόπωρον δὲ χειμῶνος, ἀμφοῖν δὲ ἐπὶ μᾶλλον θέρος.

πολλοὶ μὲν οὖν ἐπὶ τούτοισι στρόφοισι θνήσκουσι αὐτίκα: μετεξετέροισι δὲ καὶ πῦον ἐγγίγνεται , καὶ αὖθις μελανθὲν τότε τὸ ἔντερον καὶ διασαπὲν ἐξέπεσε, καὶ οὕτως ἐξέλιπον. ξύνεστι δὲ αὐτέοισι, εἰ μὲν ἐπιεικὴς εἱλεὸς εἴη, πόνος ἑλισσόμενος, στομάχου πλάδος, ἔκλυσις, μαλακίη, ἐρεύξιες κεναὶ καὶ οὐδὲν ὠφελοῦσαι, κοιλίη ὑποβορβορίζουσα φύσῃσι, ὁδοιπορίη μεσφὶ ἕδρης, διέξοδοι δὲ ἀτελέες.

ἢν δὲ ἐπίτασιν ἴσχῃ εἱλεὸς, πάντων ἄνω φορὴ, πνευμάτων, φλέγματος, χολῆς. ἐμοῦσι γοῦν τάδε: ἔξωχροι, ψυχροὶτὸ πᾶν σκῆνος: πόνος πουλὺς, ἀναπνοὴ κακὴ, διψαλέοι:

ἢν δὲ καὶ θνήσκειν μέλλωσι, ἱδρὼς ψυχρὸς, δυσουρίη, ἕδρη ἀπολελημμένη, ὡς μηδὲ ἰσχνὸν ἔλασμα διελάσαι: κόπρων ἔμετοι, ὥνθρωποι ἄφωνοι, σφυγμοὶ πρόσθεν μὲν ἀραιοὶ, σμικροί : πρὸ θανάτου δὲ σμικρότατοι, καὶ πυκνότατοι καὶ ἐκλείποντες. τάδε μὲν οὖν τοῖσι λεπτοῖσι ἐντέροισι ξυμπίπτει.

ἀτὰρ καὶ κώλῳ τὰ αὐτὰ πάθεα γίγνεται, καὶ τὰ ξυνόντα ὅμοια, καὶ αὐτὴ συμφορή. τουτέων δὲ μετεξέτεροι διαδιδράσκ ουσί κοτε, ἢν πῦον ἐγγένηται τῷ κώλῳ. αἰτίη δὲ τὸ βάθος τὸ σαρκοειδὲς τοῦ ἐντέρου. πόνος δὲ ἰσχνὸς μὲν, ἠδὲ ὀξὺς ἐπὶ τοῖσι λεπτοῖσι ἐντέροισι, πλάτος δὲ καὶ βάρος [p. 36] ἴσχων ἐπὶ τῷ κώλῳ.34 διαΐσσει δὲ πόνος, ἄλλοτε μὲν ἐπὶ τῇσι πλευρῇσι, εὖτε φαντασί η ἐγγίγνεται πλευρίτιδος: καὶ γὰρ καὶ πυρεταίνουσι οἵδε: ἄλλοτε δὲ ὑπὸ τῇσι νοθῇσι ἐνθάδε καὶ ἔνθα, ὡς δοκέειν τὴν ὀδύνην ἥπατος σπληνὸς ἔμμεναι : αὖθίς κοτε ἐν τοῖσι κενεῶσι, πολλὸν γὰρ τὸ κῶλον καὶ πάντη ἕλικας ποιεύμενον : μετεξετέροισι δὲ καὶ ἐς τὸ ἱερὸν ὀστέον ἐρείδει, καὶ ἐς μηροὺς, καὶ διδύμων κρεμαστῆρας. ἐπὶ δὲ τοῖσι κωλικοῖσι ἔμετοι πλεῦνες κενοὶ, τὰ δὲ ἐμεύμενα λεπτὰ, χολώδεα, ἐλαιοει δέα . ἔστι δὲ ἐντεῦθεν κίνδυνος τοσόνδε ἀσινέστερος, ὁκόσον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων σαρκοει δέστερον καὶ παχύτερον καὶ ἀνεξικα κώτερον.


Κεφ. ζ. περὶ τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν.

τῶν ἀπὸ καρδίης οἱ ἀπὸ ἥπατος οὐκ ὠκύτερον μὲν, ἐπιπονώτερον δὲ θνήσκουσι. ἔστι γὰρ αἵματος πάγος τὸ πλεῖστον ἧπαρ: ἢν δὲ ἐν τῇσι πύλῃσι αὐτέου ξυμπέσῃ τις θανάτου αἰτίη, οὐ μεῖον ὀξέως οἱ ἀπὸ καρδίης θνήσκουσι. ὑμέσι γὰρ, καὶ τόνοισι ἐπικαίροισι καὶ λεπτοῖσι, καὶ φλεψὶ μεγάλῃσι ἐξύφανται τάδε τὰ μέρεα. ὡς δὲ καὶ τῶν σοφῶν ἀφηγέον ταί τινες, καὶ ψυχῆς ἐπιθυμίη τῇδε ἐγκάθηται. αἱμορραγίῃ μὲν γὰρ ὑπερίσχει πάντα πολλόν: Ρ῾ίζωσις γὰρ φλεβῶν ἧπαρ.35 γίγνεται ὦν ἐν αὐτέῳ μεγάλη μὲν φλεγμονὴ, οὐ κάρτα ξυνεχέως, οὐδὲ ἐν τοῖσιν ἐς τὰ ἐπίκαιρα χωρία.36 φθάνει γὰρ ἐξελθὼν τοῦ ζῆν ὥνθρωπος. σμικροτέρη δὲ θαμινά: τοὔνεκεν διαδιδράσκουσι μὲν τὸν ὄλεθρον,

[p. 37] μακρότερα δὲ νοσέουσι. ἔργου γὰρ αὐτέου τοῦ κατὰ τὴν ἐξαιμάτωσιν οὐκ ἔστιν ἀνάπαυλα, οὐδὲ ἀμβολή: ἐπὶ δὲ τὴν καρδίην καὶ τὰ νέρθεν τοῦ διαφράγματος ἐντεῦθεν γὰρ τοῦ αἵματος ἀφέσιες.

ἢν ἐπὶ μέζονι αἰτίῃ, πληγῇ, διαφθορῇσι ξυνεχέσι πολλῶν καὶ κακῶν σιτίων, καὶ οἰνοφλυγίῃ , ψύξι καρτερῇ, καὶ ἐν τῇσι πύλῃσι γίγνεται φλεγμονὴ, ὤκιστος ὄλεθρος. πῦρ μὲν γὰρ ὑποβρύχιον, ἀλαμπὲς , δριμὺ, σφυγμοὶνωθροὶ, πόνου ἰδέη ποικίλη καὶ παντοίη, ἄλλοτε μὲν ὀδύνη ἐπὶ τὰ δεξιὰ διεληλαμένη, ὡς δοκέειν ὀξὺ βέλος ἐγκέεσθαι, ἄλλοτε δὲ στρόφῳ ἰκέλη: αὖθις δέ κοτε πόνος βαρὺς, βαρύτατος : μεσηγὺ δὲ τῆς ὀδύνης ἀτονίη καὶ ἀφωνίη: διάφραγμα καὶ ὑπεζωκὼς ἕλκονται: ἀπὸ τῶνδε γὰρ ἄχθος τὸ ἧπαρ ἤρτητο: διὰ τόδε ἐς τὴν κατ᾽ ἴξιν κληΐδα ὀδύνη καρτερή : βὴξ δὲ ἀτελής: προθυμίη δὲ μοῦνον: κἢν ἐς τέλος κοτὲ ἀφίκηται, ξηρή. ἀναπνοὴ κακή: οὐ γὰρ ξυντιμωρέει τῷ πνεύμονι τὸ διάφραγμα, ξυνομαρτέον ἐς ξυναγωγὴν καὶ διάστασιν. πνεῦμα σμικρὸν ἕλκουσι, ἐκπνέουσι μέζον: χροιὴν μελάγχλωροι, μολιβδοειδέες: ἀπόσιτοι : ἢν δέ τι προσενέγκωνται φυσώδεες τῷ ὑποχονδρίῳ, ἐρεύξιες χολώδεες, ὀξίζουσαι, βρωμώδεες : ναυτίη, διάστασις κενεὴ, γαστὴρ ἀπολελυμένη τὰ πολλὰ, χολώδεα, γλίσχρα, βραχέα :37 ἀεὶ δὲ ἐπαυξέα γίγνεται τὰ πάθεα: γνώμη οὐ κάρτα παράφορος, νωθρὴ, μετέωρος, τετυφωμένη , ὄκνος πουλὺς, ψύξις ἀκρέων, τρόμοι, Ρ῾ίγεα, λὺγξ κενὴ, σπασμώδης, ἴκτερος, χολὴ ἄκρητος, χολόβαφοι τὸ πᾶν. ἢν δὲ καὶ πρὸ ἑβδόμης φανῇ, καὶ ἄλλους ἔκτεινε συχνούς.38

ὁκόσοι δὲ αἱμορραγίῃ, κοιλίης ταράχῳ πολλοῖσι χολώδεσι, οὔροισι ἀκρήτοισι συχνοῖσι τὸν ὄλεθρον διηλλάξαντο,

[p. 38] τουτέοισι δὲ μετὰ τρεῖς ἑβδομάδας ἐς ἀπόστασιν πύου τὸ ἧπαρ τρέπεται : ἢν δὲ ἔτι πολλὸν ὑπερβάλλῃ χρόνον ἄνευ ἀποστάσιος, ἐς ὕδρωπα ἄφυκτον τελευτᾷ : διψαλέοι, βραχυπόται , ξηροὶ τὸ σκῆνος, ἀλιπέες . ὀξέων ἐπιθυμίη, ἄποιος γεῦσις.

τίκτει δὲ τόδε τὸ πάθος φθινόπωρον σὺν πλήθους ὡραίων, καὶ ποικίλων ἀπεψίη: ἡλικίη δὲ, πασέων μᾶλλον ἀκμή.39


Κεφ. η. περὶ τῆς κατὰ τὴν κοίλην φλέβα ὀξείης νούσου.

ἀπὸ τῶν πυλέων τοῦ ἥπατος εὐρεῖα φλὲψ διαΐσσειμέση τῶν τοῦδε περάτων. ἀεὶ γὰρ ἐς λεπτὰ καὶ πλεῦνα σχιζομένη ἐπὶ τέλος ἐς ἀφανέα τῇσι ὄψισι πάντη τοῦ ἥπατος σκίδνατ αι: τοῖσι δὲ τουτέων πέρασι ἄλλων φλεβῶν περατώσιες κατὰ τὸ στόμα ξυγκέονται , αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων μέζονες καὶ ἐλάσσονες γίγνονται: ἐπὶ τέλεος ἐν μέσῳ τῷ ἥπατι ἐς μίαν φλέβα μεγάλην συναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ ἀποσχίσιος γιγνόμεναι πέρην τοῦ ἥπατος ἀφικνέονται. μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν διαπερήσασα ἐς τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη: ἔπειτα περήνασα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ: κοίλη φλὲψ ἥδε καλέεται. δὲ ἑτέρη, τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήνασα μέχρι τῶν κυρτῶν, ἐπὶ τὴν Ρ῾άχιν ἔξεισι, καὶ τῇδε παρατέταται μέχρι τῶν ἰσχίων. ἀτὰρ καὶ ἥδε κοίλη. οὔνομα τὸ αὐτὸ, οὕνεκεν μία καὶ ὡυτή ἐστιν φλὲψ τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατος ἴσχουσα. εἰ γάρ τις ἐθέλοι, διελάσαι ἂν ἔλασμα καὶ ἀπὸ τῆς ἄνωθεν τῆς ἐπὶ τὴν καρδίην κοίλης φλεβὸς ἐς τὴν [p. 39] παρὰ τὴν Ρ῾άχιν, καὶ ἀπὸ τῆς Ρ῾άχεος διὰ τοῦ ἥπατος ἐπὶ τὴν καρδίην. ἄνοδος γὰρ αὐτή.

ἥδε οὖν φλὲψ, ὡς ἐγὼ δοκέω, ξύμπασα νοσέει ὀξέσι πάθεσι, καρτεροῖσι : μία γάρ ἐστι πᾶσα: μετεξετέροισι δὲ ἰητροῖσι μούνη δοκέει παρὰ τὴν Ρ῾άχιν νοσέειν, οὕνεκα τῆς ἐς τὴν καρδίην τὰ σημεῖα οὐ προφανέα. ἐντὸς γὰρ τοῦ θώρηκος διατέτα ται πρὸς οὐδὲν προσισχο μένη, ἀλλ᾽ ἐναιωρευμένη τῷ θώρηκι, ἔς τ᾽ ἂν ἀπὸ τοῦ διαφράγματος ἐμφύῃ τῇ καρδίῃ. ἢν οὖν τι μεγάλων κακῶν ἴσχῃ τήνδε τὴν φλέβα, ξυνέκρυψε ἀμπέχων θώρηξ.

γίγνεται δ᾽ οὖν ἀμφὶ τήνδε τὴν φλέβα καὶ κέδματα : εὖτε Ρ῾ηγνυμένη αἱμορραγίῃ ὤκιστα κτείνει : ὕπερθεν μὲν διὰ πλεύμονος καὶ ἀρτηρίης ἐκχεομένου , ἢν ἐν τῷ θώρηκι Ρ῾αγῇ: ἢν δὲ παρὰ τὴν ἀρχὴν, ἐς τὴν κάτω κοιλίην τοῖσι ἐντέροισι περιχέεται, ὡς ἐμπλείειν τὰ ἔντερα, εὖτε πρὶν καθὲν40 ἐκφανῆναι τὸ αἷμα, θνήσκουσι οἵδε: ἦν δὲ κοιλίη πληρευμένη αἵματος.

γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα, ἀτὰρ καὶ ἥδε ὀξέως κτείνει, ἢν μεγάλη ἔῃ: πῦρ μὲν γὰρ δριμὺ, δακνῶδες, ἐν τῇσι κοιλίῃσι ἀμφοῖν ἐγκαθειργμένον, βραχὺ δὲ μοῦνον ὑπερίσχον, ὡς δοκέειν ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην: δὲ ἄνθρωπος καίεσθαι δοκέει: σφυγμοὶ σμικροὶ, πυκνότατοι , ὁκοῖόν τι πεπιεσμένοι καὶ δεδιωγμένοι. ψύξις ἀκρέων, δίψος καρτερὸν, στόματος ξηρότης, προσώπου ἐρύθημα ξὺν ἀχροίῃ: ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα: ὑποχόνδρια σκληρὰ, ἀνεσπασμένα, ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον, καὶ παλμὸς τῇδε παραμήκης, μέχρι τῆς λαγόνος : μετεξετέροισι δὲ καὶ τῆς ἀρτηρίης τῆς παρὰ τὴν Ρ῾άχιν, ἢν σφυγμὸς ἐς τὸ ἕτερον ὑποχόνδριον διασημαίνῃ . ξυμπαθὴς γὰρ καὶ ἥδε γίγνεται παρ᾽ αὐτέην ἐπ᾽ ἀριστερὰ κειμένη, ὡς τῆς ἐπὶ τῷ παντὶ [p. 40] διαπνοῆς 41 οὐδὲν ἐπικουφιζούσης, ἀλλ᾽ οὐδὲ τὸ δέρμα μαλθα: ζούσης: ξηρὸν δὲ τόδε καὶ Ρ῾υσὸν καὶ τρηχύ: καὶ ἐπὶ δὲ μᾶλλον ἐν τοῖσι ἐξίσχουσι ὀστώδεσι: οἷον ὀλεκράνῳ, γούνασι, κονδύλοισι : ὕπνοι ταραχώδεες , κοιλίη τοῖς μὲν οὐδὲν ἐκδιδοῖ, τοῖς δὲ σμικρὸν, δριμὺ, χολῶδες : οὖρα ξανθὰ, δακνώδεα: τὴν γνώμην οὐ παράφοροιμὲν, νωθροὶ δὲ καὶ μαρασμώδεες. εὖτε ὁκόσοι τήνδε τὴν κατάστασιν εἶδον, καῦσον ἐκάλεον.42 καὶ γὰρ καὶ τοῦ γένους τοῦ καύσου τὰ παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδες καὶ ἀκμάζουσι καὶ νέοισι, οἷσι ἰσχνὴ ὑπὸ διαίτης πονηρῆς καὶ ταλαιπωρίης ἕξις. τεσσαρεσκαιδεκαταῖοι οἵδε τὰ πολλὰ θνήσκουσι: οἷσι δ᾽ ἂν ἐς μῆκος νοῦσος ἀφίκηται, ἐν διπλασίοισι ὄλλυνται. ὁκόσοι δὲ σμικρὴν ἀρχῆθεν ἴσχουσι τὴν φλεγμονὴν, τῆς μεγάλης κατὰ βραχὺ διαλυομένης, διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ. οἱ δὲ μακρὸν μὲν τὸν χρόνον τὸν καῦσον νοσέουσι: ἀποπαύεται δὲ τὰ κινδυνώ δεα , αἱ ὀδύναι καὶ ξυντάσιες τῶν ὑποχονδρίων, καὶ κακοσφυξίη , καὶ τῆς γνώμης τὸ νωθές: ἔτι δὲ ἔμπης ἔασιν ἀσώδεες, ἀλύοντες ξὺν ἀπορίῃ: ξύνεστι δὲ τε καῦσος καὶ τὸ δίψος καὶ τῆς γλώσσης καὶ τοῦ στόματος ξηρότης : ἀναπνέουσι πολλὸν, μακρὸν ἕλκοντες καὶ ἀθρόον, ὅλον τὸν ἠέρα ἐς ἔμψυξιν ἐπισπώμενοι : ἀτὰρ εἴτε πίνουσι ψυχρὸν χανδὸν πολὺ πλεῖστον, καὶ ἐς μὲν βραχὺ ἀνεκουφίσθησαν, εἶτ᾽ αὐτοῖς ἐξάπτεται τὸ δίψος, αὖθις ἄδην πίνουσι: καὶ ἥδε διαδοχὴ τοῦ κακοῦ: καὶ ἰητρὸς δὲ ἀγαθὸς ψυχρὸν ἂν δῴη πολλὸν ἀσινέως, ὅκως ἐν τοῖσι ἄλλοισι καύσοισι: ἀσφαλέστερον δὲ τοῖσι ἀπὸ τῆς κοίλης φλεβὸς νοσέουσι τὸν καῦσον.

[p. 41] κἢν μὲν γαστὴρ κύστις τὸ ποτὸν ὑποφέρῃ, οὐδὲ ἐμέτου δεῖ: εἰ δὲ μὴ, ἐπὶ πολλῷ τῷ ψυχρῷ τὸ πολλὸν ἐμέσαι χρή. ἐκραγείη γὰρ ἂν ὥνθρωπος, εἰ τοσόνδε πίνων μηδὲν διαχωροίη, ἱδρῶσι, οὔροισι, κοιλίῃ.


Κεφ. θ᾽. περὶ τῶν κατὰ τοὺς Νεφροὺς ὀξέων παθῶν.

νεφροὶ, τὴν μὲν τοῦ σώματος ἰδέην, οὐ κάρτα ἐπίκαιροι ἐς κίνδυνον, ἢν καί τι πάθωσι ὀξέως. ἀδενώδεες γὰρ τὴν φύσιν, ἐς δὲ ὄλεθρον εὐήθεες:43 ἐπίκαιρον δὲ αὐτέων τὸ ἔργον, τε διάκρισις τῶν οὔρων ἀπὸ τοῦ αἵματος καὶ ἀπόκρισις.

ἐπέχει δὲ τήνδε λίθος, ἐγγιγνομένη φλεγμονὴ, αἱμάλωψ, τι τοιόνδε : εὖτε ἐκ ξυμπαθίης μὲν τῆς διὰ τὴν ἰδέην τοῦ σώματος κακὸν γίγνεται οὐδὲν, δὲ ἐπίσχεσις τῶν οὔρων πάντα τὰ δεινὰ πρήσσει.44 πῦρ μὲν γὰρ δριμὺ, ἀσῶδες,

[p. 42] ὀδύνη κατ᾽ ὀσφὺν ἐπὶ Ρ῾άχι βαρεῖα, διάτασις τῶν μερῶν, μᾶλλον δὲ τῶν ἀμφὶ τὸ ὑποχόνδριον: οὔρου ἐπίσχεσις, οὐκ ἐς τὸ πάμπαν, ἀλλὰ στάγδην μὲν οὐρέουσι, ἐπιθυμίη δὲ πολλὸν ἐκχέαι: πλημμύρης γὰρ αἴσθησις. ἢν δὲ καὶ τὸ οὖρον δριμὺ καὶ δακνῶδες ἐγγένηται, ψύξιες, τρόμοι, σπασμοὶ , διατάσιες καὶ πληρώσιες τῶν ὑποχονδρίων: ἰκέλη ξυμφορὴ ἥδε καὶ ξυναίσθησις γίγνεται τοῖσι ἀπὸ πλήθεος σιτίων καὶ διαφθορῆς ἐμφυσηθεῖσι τὴν κοιλίην : σφυγμοὶ τὰ πρῶτα μὲν ἀραιοὶ, νωθροί : ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, σμικροὶ, πυκνοὶ, ταραχώδεες , ἄτακτοι, ὕπνοι λεπτοὶ, ὀδυνώδεες, οὐ διηνεκέες, καὶ ἐξαπίνης ἐκθορνύμενοι ὡς ὑπὸ νύξιος, εἶτα ὑποφέρονται ἐς κῶμα, ὡς ὑπὸ καμάτου : τὴν γνώμην οὐ κάρτα παράφοροι, ληρώδεες, πελιδνοὶ τὰ πρόσωπα: ἢν δὲ ἥκῃ αὖθίς κοτε τῆς οὐρήσιος προθυμίη, ἐπὶ σπασμοῖσι καὶ μεγάλῃσι ὀδύνῃσι βραχὺ ἂν καὶ στάγδην ἐξέκρινε, εὖτε σμικρὸν ἐπανῆκε τῶν πόνων: εἶτα ἐς τὰ αὐτὰ παλινδρομέες: ὀξύτατα δὲ θνήσκουσι τῶνδε οἷσιν οὐδὲν ἐκκρίνει, ὁκόσοι δὴ θνήσκουσι: οἱ πλεῦνες γὰρ περιγίγνονται, τοῦ λίθου ἐς τὴν κύστιν διὰ τῶν οὔρων ἐκπεσόντος, τῆς φλεγμονῆς ἐς πῦον τρεπομένης, κατὰ βραχὺ διαπνεομένης. ἢν γὰρ καὶ ἐπὶ σμικρὸν ἐνδεῶς διεξίῃ τὸ οὖρον Ρ῾ηϊδίως διαδιδρήσκουσι τὸν ὄλεθρον:45 χρόνῳ δὲ μακρῷ φθίνουσι τὴν ἕξιν. ὀρθῶς τάδε οἱ νοσέοντες πάσχουσι, καὶ καταγίγνονται ἐς σύντηξιν ὑποφερόμενοι.

[p. 43] ὧραι δὲ καὶ χῶραι καὶ ἡλικίαι φέρουσι, αἵπερ καὶ τὰ κατὰ τὰς κοίλας φλέβας.

ἐξερράγη κοτὲ αἷμα ἀπὸ τῶν νεφρῶν πολλὸν ἀθρόον, καὶ πολλῇσι ἡμέρῃσι ξυνεχὲς ἔρρεε: ἀλλ᾽ οὔ τινες αἱμορραγίῃ θνήσκου σι, ἀλλὰ τῇ φλεγμονῇ τῇ ξὺν αἱμορραγίῃ γιγνομένῃ, ἢν ἐπισχεθῇ τὸ αἷμα: τὰ πολλὰ δὲ ἐξ ἐπισχέσιος ἐπὶ μεγάλῃ φλεγμονῇ θνήσκουσι.


Κεφ. ι. περὶ τῶν κατὰ τὴν Κύστιν ὀξέων παθῶν.

κύστις χαλεπὴ μὲν ἐν νούσοισι ὀξέῃσι πονῆσαι: κἢν ἄλλοισι ξυμπεπόνθῃ: χαλεπωτέρη δὲ καὶ θανατωδεστέρη, ἢν ἀφ᾽ ἑωυτῆς ἄρξηται. καὶ γὰρ καὶ δυνατωτάτη πάντα ξυμπαθέα ποιῆσαι, καὶ νεῦρα, καὶ γνώμην. νεῦρον γὰρ κύστις ψυχρὸν καὶ λευκὸν, ἀτὰρ καὶ πορρωτάτω τοῦ οἰκείου θάλπεος: ἐγγυτάτω δὲ τῆς ἔξω ψύξιος. ἐν γὰρ τῇ νειαιρῇ γαστρὶ κατωτάτω ἵζει προσωτάτω τοῦ θώρηκος : ἀλλὰ καὶ ἔργον αὐτέης ἐπίκαιρον τῶν οὔρων ἔξοδος.

κἢν οὖν μοῦνον ἥδε ἐπισχεθῇ λίθοισι, θρόμβοισι, τεῳ ἄλλῃ ἰδίῃ, ἀλλοτρίῃ ξυμφορῇ, θανατῶδες. ἐπὶ γυναικῶν μὲν γὰρ αὐτέων καὶ ὑστέρων φλεγμονὴ ἀναπιέζει, 46 ἐπ᾽ ἀνδρῶν δὲ, τὸ ἔσχατον, τὸ εὐθὺ, τὸ παράμηκε ς ἔντερον. ἐν πολλοῖσι δὲ ἐκ καρτερίης ἀεκουσίου ὑπ᾽ αἰδοῦς ἐν ξυλλόγοισι ξυνδείπνοισι πληρουμένη διατέταται , ἀδρανίῃ τε περιστολῆς οὐκέτι μεθίησι. ἐπὴν οὖν ἐπίσχῃ τὰ οὖρα, πληρώσιες καὶ τῶν ὕπερθεν μερέων: νεφρῶν, οὐρητήρων διατάσιες: [p. 44] λαγόνων ὀδύνη βαρείη, σπασμὸς , τρόμος, Ρ῾ίγεα, γνώμην παράφοροι. ἢν δὲ πρὸς τοῖσι καὶ ἕλκος πεπόνθῃ φλεγμονὴν, πολλὰ μὲν τὰ κακὰ, ὄλεθρος δὲ πολλόντι ἑλκέων ὤκιστος. ἀλλ᾽ ἀμφὶ μὲν ἕλκεος καὶ ἀποστάσιος πυώδεος, καὶ τῶν ὁκόσα μὴ ὀξύταταᾖ, ἐν τοῖσι χρονίοισι λελέξεται: ὁκόσα δὲ κατόξεα, καὶ ἐν ιδ᾽ ἡμέρῃσιν, ὀλίγῳ θᾶσσον, βράδιον κτείνει, ὁκοῖον φλεγμονὴ, θρόμβοι, λίθος ἐς τὸν τράχηλον ἐμπεσὼν, περὶ τῶνδε νῦν ἐρέω. ἢν οὖν τι τουτέων ξυμβῇ, οὔρων ἐπισχέσιες, ὄγκος ἐν τῷ ὑπογαστρίῳ, ὀδύνη ὀξείη, πάντη τῆς κοιλίης : περίτασις τῆς κύστιος, ὠχρὸς ἱδρὼς τῇ δεκάτῃ, ἔμετοι φλεγματώδεες, ἔπειτα χολώδεες, ψύξις ὅλου, ποδῶν δὲ μᾶλλον: ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, πυρετοὶ λυγγώδεες, σφυγμοὶ, ἀταξίῃ πυκνοὶ, καὶ μικροὶ, ἐρύθημα τοῦ προσώπου, διψώδεες, ἀπορίη, γνώμην παράφοροι, σπασμοί . ἐπὶ δὲ φαρμάκοισι δηλητηρίοισι, κανθαρίσι, βουπρήστι, καὶ πνεύμασι ἐμπίπραται κύστις, καὶ ξύμπασα κοιλίη βιαιοτέρη, καὶ πάντα κακίω, καὶ οὐκ εἰς μακρὸν τοῦ θανάτου ἀμβολή.

Αἱμορραγέει κοτὲ κύστις: ξανθόντε καὶ λεπτὸν τῇδε τὸ αἷμα: ἀλλ᾽ οὐδέν τι διὰ τήνδε θνήσκουσι, κἂν μὴ Ρ῾ηϊδίη ἐπίσχεσις: ἀλλ᾽ ἐπὶ τοῖσι θρόμβοισι καὶ τῇ φλεγμονῇ κίνδυνος. ψύξις γὰρ καὶ νέκρωσις, καὶ γαγγραινώσιες, καὶ τὰ ἐπὶ τῇδε κακὰ Ρ῾ηϊδίως κτείνει.

φέρει δὲ τὰς νόσους, χεῖμα, καὶ μετόπωρον . ἡλικίη δὲ ἀκμὴ, ἔτι δὲ μᾶλλον γῆρας: αἱ δὲ ἄλλαι ὧραι καὶ αἱ ἡλικίαι οὔτε ξυνεχέως καὶ ἥκιστα κτείνουσι. ἀσινέστατα δὲ πάντων τὰ παιδία.


Κεφ. ια᾽. περὶ Ὑστερικῆς Πνιγός.

ἐν τῇσι λαγόσι τῶν γυναικῶν μέσῃσι ἐγκέεται μήτρη, σπλάγχνον γυναικήϊον ἄγχιστα ζωῶδες. κινέεται γὰρ ἐξ [p. 45] ἑωυτέης ἔνθα καὶ ἔνθα ἐπὶ τὰς λαγόνας : ἀτὰρ καὶ ἐς τὰ ἄνω, κατ᾽ ἴξιν μὲν ὑπὸ τὸν χόνδρον τοῦ θώρηκος, ἐς τὰ πλάγια δὲ ἐπὶ δεξιὰ, ἐς ἀριστερ , ἐς ἧπαρ, σπλῆνα,47 γίγνεται δὲ καὶ προπετεστέρη ἐς τὰ κάτω, καὶ ξυλλήβδην εἴπωμεν, πάντη ἐστὶ πλανώδης : καὶ εὐώδεσι ὀσμήσεσι τέρπεται, καὶ ἐπ᾽ αὐτὰ ἵεται: ἄχθεται δὲ τοῖσι κακόδμοισι , καὶ αὐτὰ φεύγει: καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐστὶ ὑστέρη, ὁκοῖόντι ζῷον ἐν ζῴῳ.

ἥδε οὖν ἢν ἐξαπίνης ἀνώϊστος γένηται, καὶ ἐπιπολὺ ἄνω μείνῃ, καὶ ἐκβιάσηται τὰ σπλάγχνα, ἀπεπνίχθη κοτὲ ἄνθρωπος, τρόπον τὸν ἐπιληπτικὸν, ἄνευθεν σπασμῶν: ἐπιέζετο γὰρ ὠκέως στενοχωρίῃ ἧπαρ, διάφραγμα, πνεύμων , καρδίη. τοὔνεκεν ἀπνοίη ξυνεῖναι δοκέει καὶ ἀφωνίη. ἀτὰρ καὶ αἱ καρωτίδες ξυμπαθίῃ τῆς καρδίης πιέζονται. διὰ τόδε καρηβαρίαιτε, καὶ ἀναισθησία ξύνεστι καὶ κάρος.

γίγνεται δὲ καὶ ἄλλο πάθος αὐτέῃσι ἴκελον τῇδε ξυμμορφῇ, ξὺν πνιγὶ καὶ ἀφωνίῃ, ἀλλ᾽ οὐκ ἀπὸ ὑστέρης. καὶ γὰρ τόδε καὶ ἀνδράσι γίγνεται κατοχώδεα τρόπον. ἀλλὰ τῇσι μὲν ἀπὸ ὑστέρης κακώδεες ἐπαρήγουσι ὀδμαὶ, καὶ εὐωδέων πρὸς τὰ γυναικήϊα ὑποθέσιες: τῇσι δὲ ἑτέρῃσι τάδε οὐδὲν ἐπαρήγει : καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑστέρης, ἀπὸ δὲ τοῦ ἑτέρου πάθεος ἥκιστα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι,.. ... 48 ἀλλ᾽ ἐξ ὑποθέσιος ἀμβλωθριδίου. ψύξιες καρτεραὶ τῆς ὑστέρης, αἱμορραγίης ἀθρόης ἐπίσχεσις καὶ ὁκόσα τοιάδε.

ἢν οὖν ἄρξηται πάσχειν κινευμέ νης ἄνω τῆς ὑστέρης, ὄκνος ἔργων πρήξιος, ἔκλυσις, ἀτονίη, γουνάτων ἀκρασίη,

[p. 46] σκοτόδινος , καὶ τὰ γυῖα λύονται, κεφαλῆς πόνος, καρηβαρίη. τὰς φλέβας τὰς ἑκατέρωθεν τῆς Ρ῾ινὸς ἀλγέει γυνή.

ἢν δὲ καταπέσωσι, καρδιώσσουσι, ... ἐν τοῖσι ὑποχονδρίοισι, λαγόνες κεναὶ, ἔνθα ἕδρη τῆς ὑστέρης, σφυγμοὶ διαλείποντες, ἄτακτοι, ἐκλείποντες, πνὶξ καρτερὴ, ἀφωνίη, ἀναισθησίη , ἀναπνοὴ ἄσημος, ἀσαφὴς, ὤκιστος καὶ ἄπιστος θάνατος. οὐδὲν γὰρ ἴσχουσι νεκρῶδες: ἐς χροιὴν ζωώδεες. ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ θανάτου : ὀφθαλμοὶ μικρόντι ἐξίσχοντες, λαμπροὶ , οὐ κάρτα μὲν ἀτενέες, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι.

ἢν δὲ μετακινέηταί κοτε ἐς ἕδρην ὑστέρη, πρὶν ἐς τέλος ἰέναι τὸ πάθος, διαδιδράσκουσι τὴν πνίγα: εὖτε κοιλίη ὑποβορβορύζει, ὑγρότης τῶν γυναικηΐων τόπων, ἀναπνοὴ δασυτέρη καὶ σαφεστέρη: ὠκίστη ἐκ τοῦ πάθεος ἔγερσις, ὅκως καὶ θάνατος ὤκιστος. καὶ γὰρ Ρ῾ηϊδίως τοῖσι ἄνω προσχωρέει : ἀτὰρ ἠδὲ Ρ῾ηϊδίως ἀφίσταται: ἀκρόπλοός τε γὰρ ὑστέρη: ὑγροὶ δὲ καὶ οἱ ὑμένες οἱ ὀχῆες αὐτῆς: ὑγρὸν δὲ καὶ τὸ χωρίον, ἔνθα κέεται ὑστέρη: πρὸς δὲ φυγῇ τε καὶ ὁρμῇ χρέεται ἡδέων τε καὶ ἀηδέων. Ρ῾ηϊδίως οὖν νεύει ὅκως πρέμνον ἔνθα καὶ ἔνθα, ἄνω τε καὶ κάτω πλώει. διὰ τόδε νεήνισι τὸ πάθος γίγνεται, γεραιτέρῃσι δὲ ἥκιστα. ᾗσι γὰρ ἡλικίητε καὶ βιοτὴ καὶ γνώμη πλανωδεστέρη, τῇσι καὶ ὑστέρη ἐστὶ Ρ῾εμβώδης: ἀπηλικεστέρῃσι 49 δὲ εὐσταθέα καὶ ἡλικίη καὶ βίος, καὶ γνώμη, καὶ ὑστέρη. ἥδε μὲν οὖν ἀπὸ ὑστέρης πνὶξ μούνῃσι γυναιξὶ παρομαρτέει.

γίγνεται δὲ καὶ ξυνὰ πρὸς ἄνδρας πάθεα τῇ ὑστέρῃ, φλεγμονὴ, αἱμορραγίη : ξυνὰ δὲ καὶ τὰ παρεόντα σημεῖα, πυρετοὶ, ἀσφυξίη, ψύξις, ἀφωνίη : ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζῴῳ σφαγή.

[p. 47]


Κεφ. ιβ᾽. περὶ Σατυριάσεως.

οἱ σάτυροι τοῦ Διονύσου ἱεροὶ ἐν τῇσι γραφῇσι καὶ τοῖσι ἀγάλμασι ὄρθια ἴσχουσι τὰ αἰδοῖα, ξύμβολον τοῦ θείου πρήγματος. ἔστι δὲ καὶ πάθεος ἰδέη, ἀνίσχοντος ὄρθια τοῦ πάσχοντος τὰ αἰδοῖα: ἐπίκλησις σατυρίησις ἐς ὁμοιότητα τοῦ θεοῦ σχήματος.

ὁρμὴ δέ ἐστι ἄσχετος ἐς ὁμιλίην : ἀτὰρ οὐδ᾽ ἐν τῇσι προσόδοισι οὐδὲν ὠφελέονται : οὐδὲ ἐπὶ πολλῇσι καὶ συνεχέεσι ὁμιλίῃσι πρηο̈́νονται τὸ ὄρθιον. σπασμοὶ δὲ ἁπάντων τῶν νεύρων, καὶ ἔντασις τενόντων, καὶ βουβώνων, καὶ πληχάδος, φλεγμονὴ τῶν αἰδοίων καὶ πόνος, ἐρύθημα προσώπου, καὶ ἰκμὰς νοτίδι ἰκέλη. περιστελλό μενοι, ἡσυχῇ ἐπίλυποι, κατηφέες, ὥσπερ ἀχθόμενοι τῇ ξυμφορῇ : ἢν δὲ ὑπερίσχῃ καὶ τὴν αἰδῶ τοῦ ἀνθρώπου τὸ πάθος, ἀκρατέες μὲν γλώσσης ἐς τὸ ἄκοσμον : ἀκρατέες δὲ ἐς τὸ ἄμφαδον καὶ τῆς τοῦ ἔργου πρήξιος, παράφοροι τὴν γνώμην ἐς τὸ ἄσχημον. κατέχειν γὰρ οὐ δύνανται: διψώδεες, φλέγμα πολλὸν ἐμέουσι : ἔπειτεν τοῖσι χείλεσι ἀφρὸς ἐφιζάνει, ὅκωσπερ τοῖσι ὀργῶσι τῶν τράγων: ἀτὰρ ἠδὲ ὀσμὴ ὁμοίη. οὖρον ἐξ ἐπισχέσιος πολλῆς, λευκὸν, παχὺ, γονοειδές. κοιλίη ἀπολελημμένη, γαργαλισμοὶ αὐτόματοι πλευρέων καὶ μασχαλῶν, σπασμώδεες , ἀπόσιτοι, εἰ δὲ προσφέροιν το, ἁρπάγδην, ταραχώδεες.

ἢν δὲ ἐς ὄλεθρον ἥκῃ τὸ κακὸν, φυσώδεες: κοιλίην ἐπηρμένοι, τενόντων καὶ μυῶν τῶν πάντων ξύντασις, δυσκινησίη, ξυνολκαὶ μελέων, σφυγμοὶ μικροὶ, ἀσθενέες, ἄτακτοι.

ἔλυσέ κοτε τάδε πάντα κοιλίη ἐκταραχθεῖσα πολλοῖσι φλεγματώδεσι, χολώδεσι, ἔμετος ὁμοίως. οὐκ ἄνευθεν κινδύνου ἴησις, ὕπνος βαθὺς καὶ μήκιστος: ψύξις γὰρ καὶ πάρεσις και νάρκη νεύρων, ὕπνος πουλύς. νάρκη δὲ καὶ ψύξις σατυρίησιν ἰῆται.

[p. 48] γίγνεται δὲ τὸ πάθος ἦρος μάλιστα καὶ θέρεος: ἡλικίῃσι δὲ, μειρακίοισι καὶ νέοισι. μάλιστα δὲ ὁκόσοισι φύσις ἐς ξυνουσίην ἐτοίμη: ὀξύτατον ἠδὲ ἀτερπὲς, ἠδὲ ἄκοσμον κακόν. τὰ πολλὰ γὰρ ἐν ἑβδόμῃ θνήσκουσι. λόγος δὲ ὅτι καὶ γυναῖκες πάσχουσι τοῦτο τὸ πάθος, καὶ τε ἐς τὰ ἀφροδίσια ὁρμὴ ὁμοίη καὶ τὰ λοιπὰ ξύμπαντα τὰ αὐτά: ἐγὼ δὲ μαχλοσύνην μὲν γυναιξὶ ὑγρῇσι πείθομαι γίγνεσθαι, ἐς ἔκχυσιν τοῦ πλήθεος τούτων: σατυρίησιν δὲ ἥκιστα. οὔτε γὰρ φύσις αὐτέων ἑτοίμη: ψυχρὴ γάρ: ἀλλ᾽ οὐδὲ μόρια ἐς ὀρθίησιν, ὅκωσπερ σάτυρος, ἴσχει γυνὴ, ὥσπερ τὸ πάθος ἐπώνυμον. οὐδὲ γὰρ οὐδὲ πνίγα τὴν ἀπὸ ὑστέρης νοσέουσι ἄνδρες, οὕνεκεν οὐκ ἴσχει ὑστέρην ἀνήρ.

1 In all the former editions, instead of τε πολλὴ, we read τὰ πολλὰ and, with the exception of that of Dr. Ermerins, all have καὶ before βληχρή. The Latin translation of this clause by Wigan, Kuhn, and Ermerins, is this: “Nausea præcipué quidem post cibum, sed quæ per abstinentiam quoque lenté continuat,” which is evidently very loose and vague. That of Crassus is far more strict and accurate: “Nausea frequentius quidem e cibis, non minimé tamen et ab inedia pusilla quædam nausea sequitur.” The English translation of the text as it formerly stood would run thus: “Nausea for the most part, indeed, after food; but also, not unfrequently, slight nausea after abstinence.” It appears to me, however, that the meaning is so much improved by the slight change I have ventured to make, that I flatter myself no argument is required to prove it to be the true reading. The contrast between πολλὴ in the one case, and βληχρὴ in the other, is most suitable to the sense. That the repetition of καὶ is legitimate in this clause of the sentence, will not be questioned by any one who is familiar with the style of Galen. See, for example, De Locis Affectis, v.i., prope initium; t.iii ... 296, ed. Basil.

2 The common reading in the mss. is εἴδεος, which is evidently inadmissible. Petit, in his Commentary, suggests that the true reading is δέος . Wigan also prefers πλησίον εἴη δέος. Ermerins accordingly reads πλησίον ἔῃ δέοσμ. None of these editors, however, refers to any authority for this expression, which appears to me quaint and unnatural — “but if the dread of a paroxysm be at hand.” I prefer ἤδη on the authority of many parallel passages, as for example — πλησίον δὲ ἤδη τοῦ φρενίζειν ὄντες, Galen, de loc. affect. iii.; ἐνστάντος δὲ ἤδη τοῦ συμπτώματος, P. ae. iii. 5, in the chapter on epilepsy. Ermerins very properly restores it, in another passage of our author, where ἥδε had been substituted for it (Sympt. diut. morb ... 9). Indeed ἤδη, in such cases, occurs frequently in the works of our author.

Moreover, in the margin of the celebrated Reiske's copy of Henisch's edition, there is found this emendation — ἤδη δέος. See G. Dindorf's Appendix to Kuhn's edition. The Latin translation of Crassus would agree very well with the reading I propose; while it is unsuitable to the text when δέος is admitted: “Quum vero accessio appropinquat.

3 The common reading in the mss. is καὶ ἐς τὴν ἡμετέρην σημασίην διώσατο. In the margin of the edition of Henisch we find ἡμέρην, which is adopted by Wigan. Ermerins transposes τὴν from before ἡμέρην, as above.

4 Dr. Ermerins, on pure conjecture, substitutes ξυνηγμέναι, as I think unnecessarily. Ἀνειμέναι may be interpreted literally, “inclining,” i ... “drawn upwards.” See Foes Oec. Hippocrat., under ἀνιοῦται. Would not ἀνιέμεναι be a suitable reading? I have translated the passage accordingly.

5 The common reading before Ermerins was καὶ πνίξ. I have cheerfully adopted, also, his emendation of νυγμὸς into μυγμὸς, as suggested by Petit; and only wonder that neither of them refers to the Eumenides of aeschylus (l. 116) as an authority for this meaning of the term.

6 homer, Iliad. iv. 421, et seq.

7 Hippocrat. Aph ... 2.

8 The common reading is θανάτου φύσις, to which Ermerins adds ἥδε, which I have substituted for , so as to produce a suitable reading with little violence to the text.

9 The common reading, κακόν τι, is obviously at fault. The present reading is adopted by Ermerins, only using ἰγνύῃ in place of ἰγνύη. Still there is something unsatisfactory in the text. Ἰγνὺς and ἰγνύη are applied, in strictness, to the back part of the thigh at its lower extremity.

10 Ermerins adopts this reading, partly on the suggestions of Petit, and partly from the margin of Henisch. It is also the reading of the Askew ms. The common reading is ἕλκει. Neither the one nor the other is quite satisfactory.

11 I have followed Wigan and Ermerins in interchanging the places of συνάγχη and κυνάγχη as they stood in all the mss. I have also, like them, substituted ὁκόσοις for ὁκόσον; and have added ἐς before ἅπερ, on the authority of Ermerins. But all this patchwork still leaves the sentence in a very unsatisfactory condition.

12 Ermerins has substituted the two words above for ἀπετάθη and ἀπολυθὲν, which have no proper signification in this place. It must be admitted, that although some improvement, the substituted terms are not quite suitable; as it can scarcely be said, that an internal disease is “driven outwards” by an external application.

13 The common reading is ἐπάνηξε. The other word occurs in the Codex Philipp., and is no doubt the true reading.

14 Hippocrates, Aphor. iii ... We are indebted to Ermerins for changing ἐρυθριῶσι into ἐρυθριώσῃ.

15 The common reading is ἔῃ instead of ἀὴρ; ἐς instead of ; and ἐδωδὴν instead of ἐδωδή. Ermerins merely changes the ἔῃ into ἥδε. I trust every candid and learned reader will admit, that I have greatly improved the meaning by the slight changes which I have ventured to make. From the translation of Crassus, it may be inferred that he had read ἀὴρ, or at least had seen the necessity of introducing it into the text: “Aer enim spirando siccus adducitur.” I need scarcely add, that in the old Ionic, which our author affects, ἀὴρ is often put in the feminine gender. This was also the case in old Latin. See A. Gellius, xiii. 19.

16 ermerins suppresses the words ἀπὸ τῶν κριθέων; but this seems an unwarrantable liberty. By a small alteration I have made, the text becomes sufficiently amended. On the ancient Zythi, see Appendix to the Edinburgh Greek Lexicon.

17 Ermerins has ingeniously substituted the last two words for ἐμπόνων, a vocable of doubtful meaning.

18 Wigan and Ermerins read θερμῆς τῆς ἀναπνοῆς; but the alteration seems to me uncalled for. I should prefer ὑπὸ τῆς θερμῆς ἀναπνοῆς to their reading.

19 Hippocrat. de Morbis, iii. 16, t. vii ... 144, ed. Littr.

20 The negative seems to be required here. See Petit and Ermerins.

21 This is the reading in the Askew ms., which is approved of by Ermerins. There are considerable variations in the other editions.

22 ermerins suppresses πτύσις, as I think, unnecessarily.

23 wigan is not satisfied with τῆς ὁδοῦ; and Ermerins does not hesitate to expunge these words, as being a gloss on the text. Instead of doing this, I should rather be disposed to read, τῆς ἐξόδου.

24 The common reading is ἀναθέσει. Ermerins reads ἐντάσι ἄχθεος ἀναθέσει, a very equivocal emendation. My conjectural reading, I feel confident, will be admitted to be the true one by any impartial critic.

25 The reading in all the mss. is, κύφων οὗ — words which evidently have no meaning. Ermerins accordingly erases them, with the three following — κακοῦ ἐστι οὔνομα — altogether. This, I think, will generally be admitted to be too bold a procedure. The emendation suggested by Fabricius and Mattaire, and adopted by Wigan (namely, ὠκυφόνοὐ, is so plausible, and requires so little change of the characters, that I should have had no hesitation in adopting it, provided there were any authority for it; but this, I fear, is not the case. I have therefore ventured to substitute ὠκυτάτου in place of it; and I am persuaded that, upon mature consideration, it will be approved of by every competent judge. I need scarcely remark, that it is of common occurrence in the works of the medical authorities, and that it is very applicable in this place.

26 i must own, that I feel somewhat disposed to follow the suggestion of Wigan, and read ἥβης: for it is well known that pestilential buboes occur principally in the groin (i ... near the pubes), as is first noticed by Procopius (de Bello Persico, 22, 23). I am not aware, moreover, that any of the ancient authorities refer the pestilential buboes to the liver, but to the glands of the groin. See Agathias, Hist ... and the other authorities quoted at P. aeginet ... i ... 232, Syd. Soc. Edit.

27 were I disposed to indulge in conjectural emendation, I should certainly not hesitate in this place to read, ἐξ ἴσης τῇ ἀρχῇ. I wonder the present unsatisfactory reading has escaped the animadversions of all the editors and commentators.

28 Ermerins transposes all this clause, ἐξήρανται. ... στόμαχος, to the beginning of the chapter, after δέρματος. I find difficulty in reconciling myself to this change; indeed, in either place, the meaning of these words is not clear.

29 There has been much difference of opinion respecting these two words. I regard the construction as an Attic anacoluthon, of which many examples occur in our author's works, and in those of aelian and Arrian, who were about his age. Ermerins mentions that Kün was disposed to regard them as belonging to the Glossema. This, I know, was suggested to him by the late Dr. Kerr, of Aberdeen, whose correspondence with Kün I saw at the time it took place, about thirty years ago.

30 This conjectural emendation of Petit, which is adopted by Ermerins and Wigan, is an ingenious substitute for the common reading, ἄλλο φασὶ, which evidently has no meaning. A still more simple emendation, however, would be, ἄλλο φάσθαι — that is to say, the spectators “fancy that they speak strange, I ... incoherent.” See Liddel and Scott's Lexicon under ἄλλος, for this meaning of the word.

31 ermerins does not hesitate to expunge the word ὑγροῖσιν altogether; but this seems to me an unwarrantable liberty. By the addition of one short word, ὡς, and a little transposition, I flatter myself that I have greatly improved the text. Petit proposes to read ἰλυώδεσι ὑγροῖσι, but without referring to any medical authority for such an expression. In illustration of the general meaning of this sentence, see an important passage on the Pneuma, below. Therap ... i.

32 Ermerins places the words ἀτὰρ ἱδροῖ ὥνθρωπος after Ρ῾ιγώδεες, but the necessity for this change is not very clear.

33 should we not read ? See the Notes of Wigan and Ermerins, which explain the difficulties about the text without removing them.

34 ermerins deserves great credit for his ingenious emendation of this passage. The common reading is πλάδος and ἴσχον, from which no suitable meaning can be drawn. In the Askew ms. we read ἰσχνὸν and κώλω. In it, by the way, the iota subscriptum is generally wanting.

35 hippocrat. de Aliment.

36 i have followed Ermerins in substituting ὦν for ὧν, and τοῖσιν for τισίν. Still neither the reading nor the punctuation is satisfactory.

37 Ermerins reads ἀπολελημμένη, introduces before χωλώδεα and διαδιδοῦσα after βραχέα. But, after comparing the chapter of Paulus aegineta on hepatic diseases (iii. 46), I resolved not to alter the text.

38 hippocrat. Aph. iv. 63; iv. 62; Epidem. iii. 1, 2.

39 Ermerins reads ἀκμαίη. But the common reading is quite in accordance with the usage of our author, and is retained by Ermerins himself in chap ... of this book, near the end. It is, in short, an Attic anacoluthon, very common in the works of that age, such as those of aelian and Arrian.

40 the common reading is πρώην καθ᾽ ἓν, which can scarcely admit of any interpretation. See Petit, Wigan and Ermerins.

41 This word is supplied by Ermerins on his own conjecture. Certainly some such term seems to be wanting in this place.

42 Ermerins reads καύσου ἰδέην, which, no doubt, makes very good sense; but the common reading appears quite satisfactory. It is but justice to Ermerins to add, that he improves the next clause of the sentence very much by a change in the punctuation.

43 it appears to me that all the translators have misunderstood the meaning of these words, ἐς δὲ ὄλεθρον εὐήθεες, which Henisch and Boerhaave translate, “ad mortem vero inferendam ben.habiles sunt:” Wigan and Ermerins, — “ægrum tamen facile interimunt.” Moffat rather oddly, — “well calculated for bearing an attack.” Now the literal meaning of the words obviously is, “they are innocent as regards death;” which surely can imply nothing but that the affections of the kidneys are not naturally deadly. (See Liddel and Scott's Lexicon under the word.) In fact, whoever will read the context carefully must see that this meaning is the only one in accordance with it, and with what is said below, namely, that the majority of cases are not fatal. Ermerins, in this instance, vitiates the text by meddling with it, and substituting γὰρ for δὲ after ἐπίκαιρον.

44 here, again, nearly all the translators and editors have misunderstood the meaning of the passage from not perceiving that σώματος is here applied not to the whole body, but to the organ or part of the body of which the author is treating, namely, the kidneys. It would be superfluous to multiply references to passages in which Aretæus applies σῶμα to a particular part of the body. See Morb. Diut ... 10; Curat. Morb. Diut ... 13; also Galen, De Locis Affectis, i.9. Indeed Aristotle applies it expressly to the kidneys, in the sense of the fleshy part of the organ, or viscus, H ... i. 17, 15. The meaning of the passage in question, therefore, evidently is, that “no mischief from sympathy arises in this case, owing to the peculiar nature of the affected viscus itself, but the retention of the urine produces most horrible mischief.” Wigan translates the passage thus, — “reliqui corporis species, nullo affectus ex consensu, perturbatur.” Boerhaave thus: — “quandoquidem ex consensu affectionis ob formam corporis provenientis nulla creatur offensio;” and Ermerins thus: “quo facto nullum quidem malum oritur propter cæterarum partium cum renis subitantia consensum.” Of these translations that of Ermerins approaches nearest to the true import of the passage. The other two have no distinct meaning.

45 the text in all the mss. is evidently vitiated. I have adopted the emendations partly of Wigan and partly of Ermerins. The reforms of the latter are sometimes too radical for my conservative judgment.

46 In all the mss. the common reading is φλεγμονὰς, from which no suitable meaning can be elicited. Ermerins introduces many changes; thus he reads, — αὐτέην καὶ ὑστέρη φλεγμήνασὰ ἂν πιέζει; and, in the next clause he erases τὸ εὐθὺ. By merely changing φλεγμονὰς into -, I am persuaded that a legitimate reading is obtained. Ἀναπιέζω is a Hippocratic term. Art. 807, ed. Föes. It is to be borne in mind that the φλεγμονὴ of the ancients was a Phlegmon rather than an inflammation; i.e. it was ὄγκος ὀδυνηρός. See Föes, Oec. Hipp.

47 Ermerins judiciously adopts the suggestion of Wigan, and substistutes σπλῆνα for σπλάγχνα, the common reading.

48 As suggested by Wigan and Ermerins, there appears evidently to be a lacuna in the text here. None, however, occurs in any of our British mss.

49 This is, undoubtedly, the true reading, and not πηλικωτέρησι, which has no suitable meaning. See Wigan and Ermerins.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: