previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9% of the text is displayed below. If you wish to view the entire text, please click here

Γοργίας

Καλλίκλης
Σωκράτης
Χαιρεφῶν
Γοργίας
Πῶλος
[447α]

Καλλίκλης
πολέμου καὶ μάχης φασὶ χρῆναι, Σώκρατες, οὕτω μεταλαγχάνειν.

Σωκράτης
ἀλλ᾽ , τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν;

Καλλίκλης
καὶ μάλα γε ἀστείας ἑορτῆς: πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.

Σωκράτης
τούτων μέντοι, Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι. [447β]

Χαιρεφῶν
οὐδὲν πρᾶγμα, Σώκρατες: ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστ᾽ ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις.

Καλλίκλης
τί δέ, Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου;

Χαιρεφῶν
ἐπ᾽ αὐτό γέ τοι τοῦτο πάρεσμεν.

Καλλίκλης
οὐκοῦν ὅταν βούλησθε παρ᾽ ἐμὲ ἥκειν οἴκαδε: παρ᾽ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν.

Σωκράτης
εὖ λέγεις, Καλλίκλεις. ἀλλ᾽ ἆρα ἐθελήσειεν ἂν [447ξ] ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρ᾽ αὐτοῦ τίς δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ἐπαγγέλλεταί τε καὶ διδάσκει: τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω.

Καλλίκλης
οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτ᾽ ἦν τῆς ἐπιδείξεως: ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι.

Σωκράτης
καλῶς λέγεις. Χαιρεφῶν, ἐροῦ αὐτόν.

Χαιρεφῶν
τί ἔρωμαι; [447δ]

Σωκράτης
ὅστις ἐστίν.

Χαιρεφῶν
πῶς λέγεις;

Σωκράτης
ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος: οὐ μανθάνεις ὡς λέγω;

Χαιρεφῶν
μανθάνω καὶ ἐρήσομαι. εἰπέ μοι, Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ; [448α]

Γοργίας
ἀληθῆ, Χαιρεφῶν: καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν.

Χαιρεφῶν
που ἄρα ῥᾳδίως ἀποκρινῇ, Γοργία.

Γοργίας
πάρεστι τούτου πεῖραν, Χαιρεφῶν, λαμβάνειν.

Πῶλος
νὴ Δία: ἂν δέ γε βούλῃ, Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ: πολλὰ γὰρ ἄρτι διελήλυθεν.

Χαιρεφῶν
τί δέ, Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι; [448β]

Πῶλος
τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;

Χαιρεφῶν
οὐδέν: ἀλλ᾽ ἐπειδὴ σὺ βούλει, ἀποκρίνου.

Πῶλος
Ἐρώτα.

Χαιρεφῶν
ἐρωτῶ δή. εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως; οὐχ ὅπερ ἐκεῖνον;

Πῶλος
πάνυ γε.

Χαιρεφῶν
ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν.

Πῶλος
ναί.

Χαιρεφῶν
εἰ δέ γε ἧσπερ Ἀριστοφῶν Ἀγλαοφῶντος ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς ἐκαλοῦμεν; [448ξ]

Πῶλος
δῆλον ὅτι ζωγράφον.

Χαιρεφῶν
νῦν δ᾽ ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν;

Πῶλος
Χαιρεφῶν, πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως ηὑρημέναι: ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. ἑκάστων δὲ τούτων μεταλαμβάνουσιν ἄλλοι ἄλλων ἄλλως, τῶν δὲ ἀρίστων οἱ ἄριστοι: ὧν καὶ Γοργίας ἐστὶν ὅδε, καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν. [448δ]

Σωκράτης
καλῶς γε, Γοργία, φαίνεται πῶλος παρεσκευάσθαι εἰς λόγους: ἀλλὰ γὰρ ὑπέσχετο Χαιρεφῶντι οὐ ποιεῖ.

Γοργίας
τί μάλιστα, Σώκρατες;

Σωκράτης
τὸ ἐρωτώμενον οὐ πάνυ μοι φαίνεται ἀποκρίνεσθαι.

Γοργίας
ἀλλὰ σύ, εἰ βούλει, ἐροῦ αὐτόν.

Σωκράτης
οὔκ, εἰ αὐτῷ γε σοὶ βουλομένῳ ἐστὶν ἀποκρίνεσθαι, ἀλλὰ πολὺ ἂν ἥδιον σέ. δῆλος γάρ μοι πῶλος καὶ ἐξ ὧν εἴρηκεν ὅτι τὴν καλουμένην ῥητορικὴν μᾶλλον μεμελέτηκεν διαλέγεσθαι. [448ε]

Πῶλος
τί δή, Σώκρατες;

Σωκράτης
ὅτι, Πῶλε, ἐρομένου Χαιρεφῶντος τίνος Γοργίας ἐπιστήμων τέχνης, ἐγκωμιάζεις μὲν αὐτοῦ τὴν τέχνην ὥσπερ τινὸς ψέγοντος, ἥτις δέ ἐστιν οὐκ ἀπεκρίνω.

Πῶλος
οὐ γὰρ ἀπεκρινάμην ὅτι εἴη καλλίστη;

Σωκράτης
καὶ μάλα. ἀλλ᾽ οὐδεὶς ἐρωτᾷ ποία τις Γοργίου τέχνη, ἀλλὰ τίς, καὶ ὅντινα δέοι καλεῖν τὸν Γοργίαν: ὥσπερ τὰ ἔμπροσθέν σοι ὑπετείνατο Χαιρεφῶν καὶ αὐτῷ καλῶς [449α] καὶ διὰ βραχέων ἀπεκρίνω, καὶ νῦν οὕτως εἰπὲ τίς τέχνη καὶ τίνα Γοργίαν καλεῖν χρὴ ἡμᾶς. μᾶλλον δέ, Γοργία, αὐτὸς ἡμῖν εἰπὲ τίνα σε χρὴ καλεῖν ὡς τίνος ἐπιστήμονα τέχνης.

Γοργίας
τῆς ῥητορικῆς, Σώκρατες.

Σωκράτης
ῥήτορα ἄρα χρή σε καλεῖν;

Γοργίας
ἀγαθόν γε, Σώκρατες, εἰ δὴ γε εὔχομαι εἶναι, ὡς ἔφη Ὅμηρος, βούλει με καλεῖν.

Σωκράτης
ἀλλὰ βούλομαι.

Γοργίας
κάλει δή. [449β]

Σωκράτης
οὐκοῦν καὶ ἄλλους σε φῶμεν δυνατὸν εἶναι ποιεῖν;

Γοργίας
ἐπαγγέλλομαί γε δὴ ταῦτα οὐ μόνον ἐνθάδε ἀλλὰ καὶ ἄλλοθι.

Σωκράτης
ἆρ᾽ οὖν ἐθελήσαις ἄν, Γοργία, ὥσπερ νῦν διαλεγόμεθα, διατελέσαι τὸ μὲν ἐρωτῶν, τὸ δ᾽ ἀποκρινόμενος, τὸ δὲ μῆκος τῶν λόγων τοῦτο, οἷον καὶ πῶλος ἤρξατο, εἰς αὖθις ἀποθέσθαι; ἀλλ᾽ ὅπερ ὑπισχνῇ, μὴ ψεύσῃ, ἀλλὰ ἐθέλησον κατὰ βραχὺ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι.

Γοργίας
εἰσὶ μέν, Σώκρατες, ἔνιαι τῶν ἀποκρίσεων ἀναγκαῖαι διὰ μακρῶν τοὺς λόγους ποιεῖσθαι: οὐ μὴν ἀλλὰ [449ξ] πειράσομαί γε ὡς διὰ βραχυτάτων. καὶ γὰρ αὖ καὶ τοῦτο ἕν ἐστιν ὧν φημι, μηδένα ἂν ἐν βραχυτέροις ἐμοῦ τὰ αὐτὰ εἰπεῖν.

Σωκράτης
τούτου μὴν δεῖ, Γοργία: καί μοι ἐπίδειξιν αὐτοῦ τούτου ποίησαι, τῆς βραχυλογίας, μακρολογίας δὲ εἰς αὖθις.

Γοργίας
ἀλλὰ ποιήσω, καὶ οὐδενὸς φήσεις βραχυλογωτέρου ἀκοῦσαι.

Σωκράτης
φέρε δή: ῥητορικῆς γὰρ φῂς ἐπιστήμων τέχνης [449δ] εἶναι καὶ ποιῆσαι ἂν καὶ ἄλλον ῥήτορα: ῥητορικὴ περὶ τί τῶν ὄντων τυγχάνει οὖσα; ὥσπερ ὑφαντικὴ περὶ τὴν τῶν ἱματίων ἐργασίαν: γάρ;

Γοργίας
ναί.

Σωκράτης
οὐκοῦν καὶ μουσικὴ περὶ τὴν τῶν μελῶν ποίησιν;

Γοργίας
ναί.

Σωκράτης
νὴ τὴν Ἥραν, Γοργία, ἄγαμαί γε τὰς ἀποκρίσεις, ὅτι ἀποκρίνῃ ὡς οἷόν τε διὰ βραχυτάτων.

Γοργίας
πάνυ γὰρ οἶμαι, Σώκρατες, ἐπιεικῶς τοῦτο ποιεῖν.

Σωκράτης
εὖ λέγεις. ἴθι δή μοι ἀπόκριναι οὕτως καὶ περὶ τῆς ῥητορικῆς, περὶ τί τῶν ὄντων ἐστὶν ἐπιστήμη; [449ε]

Γοργίας
περὶ λόγους.

Σωκράτης
ποίους τούτους, Γοργία; ἆρα οἳ δηλοῦσι τοὺς κάμνοντας, ὡς ἂν διαιτώμενοι ὑγιαίνοιεν;

Γοργίας
οὔ.

Σωκράτης
οὐκ ἄρα περὶ πάντας γε τοὺς λόγους ῥητορική ἐστιν.

Γοργίας
οὐ δῆτα.

Σωκράτης
ἀλλὰ μὴν λέγειν γε ποιεῖ δυνατούς.

Γοργίας
ναί.

Σωκράτης
οὐκοῦν περὶ ὧνπερ λέγειν, καὶ φρονεῖν;

Γοργίας
πῶς γὰρ οὔ;

Σωκράτης
ἆρ᾽ οὖν, [450α] ἣν νυνδὴ ἐλέγομεν, ἰατρικὴ περὶ τῶν καμνόντων ποιεῖ δυνατοὺς εἶναι φρονεῖν καὶ λέγειν;

Γοργίας
ἀνάγκη.

Σωκράτης
καὶ ἰατρικὴ ἄρα, ὡς ἔοικεν, περὶ λόγους ἐστίν.

Γοργίας
ναί.

Σωκράτης
τούς γε περὶ τὰ νοσήματα;

Γοργίας
μάλιστα.

Σωκράτης
οὐκοῦν καὶ γυμναστικὴ περὶ λόγους ἐστὶν τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν;

Γοργίας
πάνυ γε.

Σωκράτης
καὶ μὴν καὶ αἱ ἄλλαι τέχναι, Γοργία, οὕτως [450β] ἔχουσιν: ἑκάστη αὐτῶν περὶ λόγους ἐστὶν τούτους, οἳ τυγχάνουσιν ὄντες περὶ τὸ πρᾶγμα οὗ ἑκάστη ἐστὶν τέχνη.

Γοργίας
φαίνεται.

Σωκράτης
τί οὖν δή ποτε τὰς ἄλλας τέχνας οὐ ῥητορικὰς καλεῖς, οὔσας περὶ λόγους, εἴπερ ταύτην ῥητορικὴν καλεῖς, ἂν περὶ λόγους;

Γοργίας
ὅτι, Σώκρατες, τῶν μὲν ἄλλων τεχνῶν περὶ χειρουργίας τε καὶ τοιαύτας πράξεις ὡς ἔπος εἰπεῖν πᾶσά ἐστιν ἐπιστήμη, τῆς δὲ ῥητορικῆς οὐδέν ἐστιν τοιοῦτον χειρούργημα, ἀλλὰ πᾶσα πρᾶξις καὶ κύρωσις διὰ λόγων [450ξ] ἐστίν. διὰ ταῦτ᾽ ἐγὼ τὴν ῥητορικὴν τέχνην ἀξιῶ εἶναι περὶ λόγους, ὀρθῶς λέγων, ὡς ἐγώ φημι.

Σωκράτης
ἆρ᾽ οὖν μανθάνω οἵαν αὐτὴν βούλει καλεῖν; τάχα δὲ εἴσομαι σαφέστερον. ἀλλ᾽ ἀπόκριναι: εἰσὶν ἡμῖν τέχναι. γάρ;

Γοργίας
ναί.

Σωκράτης
πασῶν δὴ οἶμαι τῶν τεχνῶν τῶν μὲν ἐργασία τὸ πολύ ἐστιν καὶ λόγου βραχέος δέονται, ἔνιαι δὲ οὐδενὸς ἀλλὰ τὸ τῆς τέχνης περαίνοιτο ἂν καὶ διὰ σιγῆς, οἷον γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ἄλλαι πολλαί. τὰς τοιαύτας [450δ] μοι δοκεῖς λέγειν, περὶ ἃς οὐ φῂς τὴν ῥητορικὴν εἶναι: οὔ;

Γοργίας
πάνυ μὲν οὖν καλῶς ὑπολαμβάνεις, Σώκρατες.

Σωκράτης
ἕτεραι δέ γέ εἰσι τῶν τεχνῶν αἳ διὰ λόγου πᾶν περαίνουσι, καὶ ἔργου ὡς ἔπος εἰπεῖν οὐδενὸς προσδέονται βραχέος πάνυ, οἷον ἀριθμητικὴ καὶ λογιστικὴ καὶ γεωμετρικὴ καὶ πεττευτική γε καὶ ἄλλαι πολλαὶ τέχναι, ὧν ἔνιαι σχεδόν τι ἴσους τοὺς λόγους ἔχουσι ταῖς πράξεσιν, αἱ δὲ πολλαὶ πλείους, καὶ τὸ παράπαν πᾶσα πρᾶξις καὶ τὸ [450ε] κῦρος αὐταῖς διὰ λόγων ἐστίν. τῶν τοιούτων τινά μοι δοκεῖς λέγειν τὴν ῥητορικήν.

Γοργίας
ἀληθῆ λέγεις.

Σωκράτης
ἀλλ᾽ οὔτοι τούτων γε οὐδεμίαν οἶμαί σε βούλεσθαι ῥητορικὴν καλεῖν, οὐχ ὅτι τῷ ῥήματι οὕτως εἶπες, ὅτι διὰ λόγου τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν, καὶ ὑπολάβοι ἄν τις, εἰ βούλοιτο δυσχεραίνειν ἐν τοῖς λόγοις, ‘τὴν ἀριθμητικὴν ἄρα ῥητορικήν, Γοργία, λέγεις;’ ἀλλ᾽ οὐκ οἶμαί σε οὔτε τὴν ἀριθμητικὴν οὔτε τὴν γεωμετρίαν ῥητορικὴν λέγειν. [451α]

Γοργίας
ὀρθῶς γὰρ οἴει, Σώκρατες, καὶ δικαίως ὑπολαμβάνεις.

Σωκράτης
ἴθι νυν καὶ σὺ τὴν ἀπόκρισιν ἣν ἠρόμην διαπέρανον. ἐπεὶ γὰρ ῥητορικὴ τυγχάνει μὲν οὖσα τούτων τις τῶν τεχνῶν τῶν τὸ πολὺ λόγῳ χρωμένων, τυγχάνουσιν δὲ καὶ ἄλλαι τοιαῦται οὖσαι, πειρῶ εἰπεῖν περὶ τί ἐν λόγοις τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν. ὥσπερ ἂν εἴ τίς με ἔροιτο ὧν νυνδὴ ἔλεγον περὶ ἡστινοσοῦν τῶν τεχνῶν: ‘ Σώκρατες, τίς [451β] ἐστιν ἀριθμητικὴ τέχνη;’ εἴποιμ᾽ ἂν αὐτῷ, ὥσπερ σὺ ἄρτι, ὅτι τῶν διὰ λόγου τις τὸ κῦρος ἐχουσῶν. καὶ εἴ με ἐπανέροιτο: ‘τῶν περὶ τί;’ εἴποιμ᾽ ἂν ὅτι τῶν περὶ τὸ ἄρτιόν τε καὶ περιττὸν γνῶσις, ὅσα ἂν ἑκάτερα τυγχάνῃ ὄντα. εἰ δ᾽ αὖ ἔροιτο: ‘τὴν δὲ λογιστικὴν τίνα καλεῖς τέχνην;’ εἴποιμ᾽ ἂν ὅτι καὶ αὕτη ἐστὶν τῶν λόγῳ τὸ πᾶν κυρουμένων: καὶ εἰ ἐπανέροιτο: ‘ περὶ τί;’ εἴποιμ᾽ ἂν ὥσπερ οἱ ἐν τῷ δήμῳ [451ξ] συγγραφόμενοι, ὅτι τὰ μὲν ἄλλα καθάπερ ἀριθμητικὴ λογιστικὴ ἔχειπερὶ τὸ αὐτὸ γάρ ἐστιν, τό τε ἄρτιον καὶ τὸ περιττόνδιαφέρει δὲ τοσοῦτον, ὅτι καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα πῶς ἔχει πλήθους ἐπισκοπεῖ τὸ περιττὸν καὶ τὸ ἄρτιον λογιστική. καὶ εἴ τις τὴν ἀστρονομίαν ἀνέροιτο, ἐμοῦ λέγοντος ὅτι καὶ αὕτη λόγῳ κυροῦται τὰ πάντα, ‘οἱ δὲ λόγοι οἱ τῆς ἀστρονομίας,’ εἰ φαίη, ‘περὶ τί εἰσιν, Σώκρατες;’ εἴποιμ᾽ ἂν ὅτι περὶ τὴν τῶν ἄστρων φορὰν καὶ ἡλίου καὶ σελήνης, πῶς πρὸς ἄλληλα τάχους ἔχει.

Γοργίας
ὀρθῶς γε λέγων σύ, Σώκρατες. [451δ]

Σωκράτης
ἴθι δὴ καὶ σύ, Γοργία. τυγχάνει μὲν γὰρ δὴ ῥητορικὴ οὖσα τῶν λόγῳ τὰ πάντα διαπραττομένων τε καὶ κυρουμένων: γάρ;

Γοργίας
ἔστι ταῦτα.

Σωκράτης
λέγε δὴ τῶν περὶ τί; τί ἐστι τοῦτο τῶν ὄντων, περὶ οὗ οὗτοι οἱ λόγοι εἰσὶν οἷς ῥητορικὴ χρῆται;

Γοργίας
τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων, Σώκρατες, καὶ ἄριστα.

Σωκράτης
ἀλλ᾽, Γοργία, ἀμφισβητήσιμον καὶ τοῦτο λέγεις [451ε] καὶ οὐδέν πω σαφές. οἴομαι γάρ σε ἀκηκοέναι ἐν τοῖς συμποσίοις ᾀδόντων ἀνθρώπων τοῦτο τὸ σκολιόν, ἐν καταριθμοῦνται ᾁδοντες ὅτιὑγιαίνειν μὲν ἄριστόνἐστιν, τὸ δὲδεύτερον καλὸν γενέσθαι, τρίτον δέ”, ὥς φησιν ποιητὴς τοῦ σκολιοῦ, “τὸ πλουτεῖν ἀδόλως”.

Γοργίας
ἀκήκοα γάρ: ἀλλὰ πρὸς τί τοῦτο λέγεις; [452α]

Σωκράτης
ὅτι εἴ σοι αὐτίκα παρασταῖεν οἱ δημιουργοὶ τούτων ὧν ἐπῄνεσεν τὸ σκολιὸν ποιήσας, ἰατρός τε καὶ παιδοτρίβης καὶ χρηματιστής, καὶ εἴποι πρῶτον μὲν ἰατρὸς ὅτι Σώκρατες, ἐξαπατᾷ σε Γοργίας: οὐ γάρ ἐστιν τούτου τέχνη περὶ τὸ μέγιστον ἀγαθὸν τοῖς ἀνθρώποις, ἀλλ᾽ ἐμή’ —εἰ οὖν αὐτὸν ἐγὼ ἐροίμην: σὺ δὲ τίς ὢν ταῦτα λέγεις; εἴποι ἂν ἴσως ὅτι ἰατρός. τί οὖν λέγεις; τὸ τῆς σῆς τέχνης ἔργον μέγιστόν ἐστιν ἀγαθόν; ‘πῶς γὰρ οὔ,’ φαίη ἂν ἴσως, ‘ Σώκρατες, ὑγίεια; τί δ᾽ ἐστὶν μεῖζον ἀγαθὸν [452β] ἀνθρώποις ὑγιείας;’ εἰ δ᾽ αὖ μετὰ τοῦτον παιδοτρίβης εἴποι ὅτιθαυμάζοιμί τἄν, Σώκρατες, καὶ αὐτὸς εἴ σοι ἔχοι Γοργίας μεῖζον ἀγαθὸν ἐπιδεῖξαι τῆς αὑτοῦ τέχνης ἐγὼ τῆς ἐμῆς:’ εἴποιμ᾽ ἂν αὖ καὶ πρὸς τοῦτον: σὺ δὲ δὴ τίς εἶ, ἄνθρωπε, καὶ τί τὸ σὸν ἔργον; ‘παιδοτρίβης,’ φαίη ἄν, ‘τὸ δὲ ἔργον μού ἐστιν καλούς τε καὶ ἰσχυροὺς ποιεῖν τοὺς ἀνθρώπους τὰ σώματα.’ μετὰ δὲ τὸν παιδοτρίβην εἴποι ἂν χρηματιστής, ὡς ἐγᾦμαι πάνυ καταφρονῶν ἁπάντων: [452ξ]σκόπει δῆτα, Σώκρατες, ἐάν σοι πλούτου φανῇ τι μεῖζον ἀγαθὸν ὂν παρὰ Γοργίᾳ παρ᾽ ἄλλῳ ὁτῳοῦν.’ φαῖμεν ἂν οὖν πρὸς αὐτόν: τί δὲ δή; σὺ τούτου δημιουργός; φαίη ἄν. τίς ὤν; ‘χρηματιστής.’ τί οὖν; κρίνεις σὺ μέγιστον ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον; φήσομεν. ‘πῶς γὰρ οὔκ;’ ἐρεῖ. καὶ μὴν ἀμφισβητεῖ γε Γοργίας ὅδε τὴν παρ᾽ αὑτῷ τέχνην μείζονος ἀγαθοῦ αἰτίαν εἶναι τὴν σήν, φαῖμεν ἂν ἡμεῖς. δῆλον οὖν ὅτι τὸ μετὰ τοῦτο ἔροιτ᾽ ἄν: ‘καὶ τί ἐστιν [452δ] τοῦτο τὸ ἀγαθόν; ἀποκρινάσθω Γοργίας.’ ἴθι οὖν νομίσας, Γοργία, ἐρωτᾶσθαι καὶ ὑπ᾽ ἐκείνων καὶ ὑπ᾽ ἐμοῦ, ἀπόκριναι τί ἐστιν τοῦτο φῂς σὺ μέγιστον ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις καὶ σὲ δημιουργὸν εἶναι αὐτοῦ.

Γοργίας
ὅπερ ἐστίν, Σώκρατες, τῇ ἀληθείᾳ μέγιστον ἀγαθὸν καὶ αἴτιον ἅμα μὲν ἐλευθερίας αὐτοῖς τοῖς ἀνθρώποις, ἅμα δὲ τοῦ ἄλλων ἄρχειν ἐν τῇ αὑτοῦ πόλει ἑκάστῳ.

Σωκράτης
τί οὖν δὴ τοῦτο λέγεις; [452ε]

Γοργίας
τὸ πείθειν ἔγωγ᾽ οἷόν τ᾽ εἶναι τοῖς λόγοις καὶ ἐν δικαστηρίῳ δικαστὰς καὶ ἐν βουλευτηρίῳ βουλευτὰς καὶ ἐν ἐκκλησίᾳ ἐκκλησιαστὰς καὶ ἐν ἄλλῳ συλλόγῳ παντί, ὅστις ἂν πολιτικὸς σύλλογος γίγνηται. καίτοι ἐν ταύτῃ τῇ δυνάμει δοῦλον μὲν ἕξεις τὸν ἰατρόν, δοῦλον δὲ τὸν παιδοτρίβην: δὲ χρηματιστὴς οὗτος ἄλλῳ ἀναφανήσεται χρηματιζόμενος καὶ οὐχ αὑτῷ, ἀλλὰ σοὶ τῷ δυναμένῳ λέγειν καὶ πείθειν τὰ πλήθη.

Σωκράτης
νῦν μοι δοκεῖς δηλῶσαι, Γοργία, ἐγγύτατα τὴν [453α] ῥητορικὴν ἥντινα τέχνην ἡγῇ εἶναι, καὶ εἴ τι ἐγὼ συνίημι, λέγεις ὅτι πειθοῦς δημιουργός ἐστιν ῥητορική, καὶ πραγματεία αὐτῆς ἅπασα καὶ τὸ κεφάλαιον εἰς τοῦτο τελευτᾷ: ἔχεις τι λέγειν ἐπὶ πλέον τὴν ῥητορικὴν δύνασθαι πειθὼ τοῖς ἀκούουσιν ἐν τῇ ψυχῇ ποιεῖν;

Γοργίας
οὐδαμῶς, Σώκρατες, ἀλλά μοι δοκεῖς ἱκανῶς ὁρίζεσθαι: ἔστιν γὰρ τοῦτο τὸ κεφάλαιον αὐτῆς.

Σωκράτης
ἄκουσον δή, Γοργία. ἐγὼ γὰρ εὖ ἴσθ᾽ ὅτι, ὡς [453β] ἐμαυτὸν πείθω, εἴπερ τις ἄλλος ἄλλῳ διαλέγεται βουλόμενος εἰδέναι αὐτὸ τοῦτο περὶ ὅτου λόγος ἐστίν, καὶ ἐμὲ εἶναι τούτων ἕνα: ἀξιῶ δὲ καὶ σέ.

Γοργίας
τί οὖν δή, Σώκρατες;

Σωκράτης
ἐγὼ ἐρῶ νῦν. ἐγὼ τὴν ἀπὸ τῆς ῥητορικῆς πειθώ, ἥτις ποτ᾽ ἐστὶν ἣν σὺ λέγεις καὶ περὶ ὧντινων πραγμάτων ἐστὶν πειθώ, σαφῶς μὲν εὖ ἴσθ᾽ ὅτι οὐκ οἶδα, οὐ μὴν ἀλλ᾽ ὑποπτεύω γε ἣν οἶμαί σε λέγειν καὶ περὶ ὧν: οὐδὲν μέντοι ἧττον ἐρήσομαί σε τίνα ποτὲ λέγεις τὴν πειθὼ τὴν ἀπὸ τῆς [453ξ] ῥητορικῆς καὶ περὶ τίνων αὐτὴν εἶναι. τοῦ ἕνεκα δὴ αὐτὸς ὑποπτεύων σὲ ἐρήσομαι, ἀλλ᾽ οὐκ αὐτὸς λέγω; οὐ σοῦ ἕνεκα ἀλλὰ τοῦ λόγου, ἵνα οὕτω προΐῃ ὡς μάλιστ᾽ ἂν ἡμῖν καταφανὲς ποιοῖ περὶ ὅτου λέγεται. σκόπει γὰρ εἴ σοι δοκῶ δικαίως ἀνερωτᾶν σε: ὥσπερ ἂν εἰ ἐτύγχανόν σε ἐρωτῶν τίς ἐστιν τῶν ζωγράφων Ζεῦξις, εἴ μοι εἶπες ὅτι τὰ ζῷα γράφων, ἆρ᾽ οὐκ ἂν δικαίως σε ἠρόμην τὰ ποῖα τῶν ζῴων γράφων καὶ ποῦ;

Γοργίας
πάνυ γε. [453δ]

Σωκράτης
ἆρα διὰ τοῦτο, ὅτι καὶ ἄλλοι εἰσὶ ζωγράφοι γράφοντες ἄλλα πολλὰ ζῷα;

Γοργίας
ναί.

Σωκράτης
εἰ δέ γε μηδεὶς ἄλλος Ζεῦξις ἔγραφε, καλῶς ἄν σοι ἀπεκέκριτο;

Γοργίας
πῶς γὰρ οὔ;

Σωκράτης
ἴθι δὴ καὶ περὶ τῆς ῥητορικῆς εἰπέ: πότερόν σοι δοκεῖ πειθὼ ποιεῖν ῥητορικὴ μόνη καὶ ἄλλαι τέχναι; λέγω δὲ τὸ τοιόνδε: ὅστις διδάσκει ὁτιοῦν πρᾶγμα, πότερον διδάσκει πείθει οὔ;

Γοργίας
οὐ δῆτα, Σώκρατες, ἀλλὰ πάντων μάλιστα πείθει. [453ε]

Σωκράτης
πάλιν δὴ ἐπὶ τῶν αὐτῶν τεχνῶν λέγωμεν ὧνπερ νυνδή: ἀριθμητικὴ οὐ διδάσκει ἡμᾶς ὅσα ἐστὶν τὰ τοῦ ἀριθμοῦ, καὶ ἀριθμητικὸς ἄνθρωπος;

Γοργίας
πάνυ γε.

Σωκράτης
οὐκοῦν καὶ πείθει;

Γοργίας
ναί.

Σωκράτης
πειθοῦς ἄρα δημιουργός ἐστιν καὶ ἀριθμητική;

Γοργίας
φαίνεται.

Σωκράτης
οὐκοῦν ἐάν τις ἐρωτᾷ ἡμᾶς ποίας πειθοῦς καὶ περὶ τί, ἀποκρινούμεθά που αὐτῷ ὅτι τῆς διδασκαλικῆς τῆς περὶ τὸ [454α] ἄρτιόν τε καὶ τὸ περιττὸν ὅσον ἐστίν: καὶ τὰς ἄλλας ἃς νυνδὴ ἐλέγομεν τέχνας ἁπάσας ἕξομεν ἀποδεῖξαι πειθοῦς δημιουργοὺς οὔσας καὶ ἧστινος καὶ περὶ ὅτι: οὔ;

Γοργίας
ναί.

Σωκράτης
οὐκ ἄρα ῥητορικὴ μόνη πειθοῦς ἐστιν δημιουργός.

Γοργίας
ἀληθῆ λέγεις.

Σωκράτης
ἐπειδὴ τοίνυν οὐ μόνη ἀπεργάζεται τοῦτο τὸ ἔργον, ἀλλὰ καὶ ἄλλαι, δικαίως ὥσπερ περὶ τοῦ ζωγράφου μετὰ τοῦτο ἐπανεροίμεθ᾽ ἂν τὸν λέγοντα: ποίας δὴ πειθοῦς καὶ τῆς περὶ τί πειθοῦς ῥητορική ἐστιν τέχνη; οὐ δοκεῖ σοι [454β] δίκαιον εἶναι ἐπανερέσθαι;

Γοργίας
ἔμοιγε.

Σωκράτης
ἀπόκριναι δή, Γοργία, ἐπειδή γε καὶ σοὶ δοκεῖ οὕτως.

Γοργίας
ταύτης τοίνυν τῆς πειθοῦς λέγω, Σώκρατες, τῆς ἐν τοῖς δικαστηρίοις καὶ ἐν τοῖς ἄλλοις ὄχλοις, ὥσπερ καὶ ἄρτι ἔλεγον, καὶ περὶ τούτων ἐστι δίκαιά τε καὶ ἄδικα.

Σωκράτης
καὶ ἐγώ τοι ὑπώπτευον ταύτην σε λέγειν τὴν πειθὼ καὶ περὶ τούτων, Γοργία: ἀλλ᾽ ἵνα μὴ θαυμάζῃς ἐὰν καὶ ὀλίγον ὕστερον τοιοῦτόν τί σε ἀνέρωμαι, δοκεῖ μὲν δῆλον [454ξ] εἶναι, ἐγὼ δ᾽ ἐπανερωτῶὅπερ γὰρ λέγω, τοῦ ἑξῆς ἕνεκα περαίνεσθαι τὸν λόγον ἐρωτῶ, οὐ σοῦ ἕνεκα ἀλλ᾽ ἵνα μὴ ἐθιζώμεθα ὑπονοοῦντες προαρπάζειν ἀλλήλων τὰ λεγόμενα, ἀλλὰ σὺ τὰ σαυτοῦ κατὰ τὴν ὑπόθεσιν ὅπως ἂν βούλῃ περαίνῃς.

Γοργίας
καὶ ὀρθῶς γέ μοι δοκεῖς ποιεῖν, Σώκρατες.

Σωκράτης
ἴθι δὴ καὶ τόδε ἐπισκεψώμεθα. καλεῖς τι μεμαθηκέναι;

Γοργίας
καλῶ.

Σωκράτης
τί δέ; πεπιστευκέναι;

Γοργίας
[454δ] ἔγωγε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: