previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΠΕΛΟΨ.

λ. στολὴ δὲ ἁπαλή, σχῆμα ἐκ Λυδίας, καὶ μειράκιον ἐν ὑπήνῃ πρώτῃ Ποσειδῶν τε μειδιῶν ἐς τὸ μειράκιον καὶ ἀγάλλων αὐτὸ ἵπποις δηλοῖ Πέλοπα τὸν Λυδὸν ἐπὶ θάλατταν ἥκοντα, ὡς εὔξαιτο τῷ Ποσειδῶνι κατὰ τοῦ Οἰνομάου, ὅτι μὴ χρῆται γαμβρῷ Οἰνόμαος, ἀλλὰ κτείνων τοὺς τῆς Ἱπποδαμείας μνηστῆρας φρονεῖ τοῖς τούτων ἀκροθινίοις ἀνάπτων τὰς αὐτῶν κεφαλὰς οἷον οἱ θήραν ᾑρηκότες. καὶ εὐχομένῳ τῷ Πέλοπι ἥκει χρυσοῦν ἅρμα ἐκ θαλάττης, ἠπειρῶται δὲ οἱ ἵπποι καὶ οἷοι διαδραμεῖν τὸν Αἰγαῖον αὐχμηρῷ τῷ ἄξονι καὶ ἐλαφρᾷ τῇ ὁπλῇ. μὲν οὖν ἆθλος εὐδρομήσει τῷ Πέλοπι, τὸν δὲ τοῦ ζωγράφου ἆθλον ἡμεῖς ἐξετάζωμεν. οὐ γὰρ σμικροῦ, οἶμαι, ἀγῶνος ἵππους μὲν ξυνθεῖναι τέτταρας [p. 338] καὶ μὴ ξυγχέαι τῶν σκελῶν τὸ κατὰ ἕνα αὐτῶν, ἐμβαλεῖν δὲ αὐτοῖς μετὰ τοῦ χαλινοῦ φρόνημα στῆσαί τε τὸν μὲν ἐν αὐτῷ τῷ μὴ θέλειν ἑστάναι, τὸν δὲ ἐν τῷ κροαίνειν βούλεσθαι, τὸν δ᾽ ἐν τῷ πείθεσθαι, δὲ γάνυται τοῦ Πέλοπος τῇ ὥρᾳ καὶ εὐρεῖαι αὐτῷ αἱ ῥῖνες, ὅσα χρεμετίζοντι. ἔτι κἀκεῖνο σοφίας: Ποσειδῶν τοῦ μειρακίου ἐρᾷ καὶ ἀναφέρει αὐτὸ ἐς τὸν λέβητα καὶ τὴν Κλωθώ, ὅτε Πέλοψ ἀστράψαι ἐδόκει τῷ ὤμῳ, καὶ τοῦ μὲν γαμεῖν οὐκ ἀπάγει αὐτόν, ἐπειδὴ ὥρμηκεν, ἀγαπῶν δὲ ἀλλ᾽ ἐφάψασθαι τῆς χειρὸς ἐμπέφυκε τῇ δεξιᾷ τοῦ Πέλοπος ὑποτιθέμενος αὐτῷ τὰ ἐς τὸν δρόμον, δὲ ὑπέρφρον ἤδη καὶ Ἀλφειὸν πνεῖ, καὶ ὀφρὺς μετὰ τῶν ἵππων. βλέπει δὲ ἡδὺ καὶ μετέωρον ὑπὸ τοῦ τιάρᾳ ἐπισοβεῖν, ἧς οἷα χρυσαῖ λιβάδες κόμη τοῦ μειρακίου ἀποστάζουσα μετώπῳ ὁμολογεῖ καὶ ἰούλῳ συνανθεῖ καὶ μεταπίπτουσα τῇδε κἀκεῖσε ἐν τῷ καιρίῳ μένει. γλουτὸν καὶ στέρνα καὶ ὅσα περὶ γυμνοῦ τοῦ Πέλοπος ἐλέχθη ἄν, καλύπτει ἐσθὴς αὐτῇ κνήμῃ. Λυδοὶ γὰρ καὶ οἱ ἄλλοι βάρβαροι καθείρξαντες ἐς τοιάσδε ἐσθῆτας τὸ κάλλος λαμπρύνονται τοῖς ὑφάσμασιν ἐνὸν λαμπρύνεσθαι τῇ φύσει, καὶ τὰ μὲν ἄλλα ἀφανῆ καὶ ἔσω, τὸ δὲ τῆς στολῆς, ἔνθα ὦμος ἀριστερός, τέχνῃ ἠμέληται, ὡς μὴ κρύπτοιτο αὐτοῦ αὐγή, νύξ τε γὰρ ἐπέχει καὶ λαμπρύνεται τῷ ὤμῳ τὸ μειράκιον, ὅσον νὺξ τῷ ἑσπέρῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: