previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ Καρχηδόνιοι τότε πρὸ ὀφθαλμῶν ἐλάμβανον τὴν αὑτῶν ἄγνοιαν, ὅτ᾽ ἦν οὐδὲν ὄφελος. [2] μεγάλα μὲν γὰρ ἥμαρτον, εἰς ἕνα τόπον ἁθροίσαντες τοσοῦτο πλῆθος μισθοφόρων, ἔχοντες οὐδεμίαν ἐλπίδα πολεμικῆς χρείας ἐν ταῖς πολιτικαῖς δυνάμεσι: [3] τούτου δὲ μεῖζον ἔτι, προέμενοι τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ σὺν τούτοις τὰς ἀποσκευάς: οἷς ἐξῆν ὁμήροις χρησαμένους ἀσφαλέστερον μὲν αὐτοὺς βουλεύσασθαι περὶ τῶν ὑποπιπτόντων, εὐπειθεστέροις δ᾽ ἐκείνοις χρῆσθαι πρὸς τὸ παρακαλούμενον, [4] οὐ μὴν ἀλλὰ καὶ καταπλαγέντες τὴν στρατοπεδείαν πᾶν ὑπέμενον, σπουδάζοντες ἐξιλάσασθαι τὴν ὀργὴν αὐτῶν, [5] καὶ τάς τε τῶν ἐπιτηδείων ἀγορὰς ἐκπέμποντες δαψιλεῖς ἐπώλουν, καθὼς ἐκεῖνοι βούλοιντο καὶ τάττοιεν τὰς τιμάς, τῶν τε τῆς γερουσίας ἀεί τινας ἐξαπέστελλον πρέσβεις, ὑπισχνούμενοι ποιήσειν πᾶν ,τι ποτ᾽ ἂν αὐτοὺς ἀξιώσαιεν εἰ κατὰ δύναμιν. [6] ἦν δὲ πολὺ τὸ καθ᾽ ἑκάστην ἡμέραν παρὰ τοῖς μισθοφόροις ἐπινοούμενον, ἅτε δὴ κατατεθαρρηκότων μὲν καὶ συντεθεωρηκότων τὴν κατάπληξιν καὶ πτοίαν τῶν Καρχηδονίων, [7] πεφρονηματισμένων δὲ καὶ πεπεισμένων διὰ τοὺς προγεγονότας αὐτοῖς ἐν Σικελίᾳ πρὸς τὰ Ῥωμαϊκὰ στρατόπεδα κινδύνους μὴ οἷον Καρχηδονίους ἀντοφθαλμῆσαί ποτ᾽ ἂν πρὸς αὐτοὺς ἐν τοῖς ὅπλοις, ἀλλὰ μηδὲ τῶν λοιπῶν ἀνθρώπων μηδένα ῥᾳδίως. [8] διόπερ ἅμα τῷ συγχωρῆσαι τὰ περὶ τῶν ὀψωνίων αὐτοῖς τοὺς Καρχηδονίους εὐθέως ἐπέβαινον καὶ τῶν τεθνεώτων ἵππων ἀπῄτουν τὰς ἀξίας. [9] προσδεξαμένων δὲ καὶ τοῦτο, πάλιν τῆς προσοφειλομένης σιτομετρίας ἐκ πλείονος χρόνου τὴν μεγίστην γεγονυῖαν ἐν τῷ πολέμῳ τιμὴν ἔφασκον αὑτοὺς δεῖν κομίζεσθαι. [10] καθόλου δ᾽ ἀεί τι νέον καὶ καινὸν προσεξεύρισκον, εἰς ἀδύνατον ἐκβάλλοντες τὴν διάλυσιν διὰ τὸ πολλοὺς καχέκτας καὶ στασιώδεις ἐν αὐτοῖς ὑπάρχειν. [11] οὐ μὴν ἀλλὰ πᾶν τὸ δυνατὸν ὑπισχνουμένων τῶν Καρχηδονίων, κατένευσαν ἐπιτρέψειν περὶ τῶν ἀμφισβητουμένων ἑνὶ τῶν ἐν Σικελίᾳ γεγονότων στρατηγῶν. [12] πρὸς μὲν οὖν Ἀμίλκαν τὸν Βάρκαν, μεθ᾽ οὗ συγκεκινδυνεύκεσαν ἐν τῇ Σικελίᾳ, δυσχερῶς εἶχον, δοκοῦντες οὐχ ἥκιστα δι᾽ ἐκεῖνον ὀλιγωρεῖσθαι τῷ μήτε πρεσβεύειν πρὸς αὐτοὺς τήν τε στρατηγίαν ἑκουσίως δοκεῖν ἀποτεθεῖσθαι: [13] πρὸς δὲ Γέσκωνα πάνυ διέκειντο φιλανθρώπως, ὃς ἐγεγόνει μὲν ἐν Σικελίᾳ στρατηγός, ἐπεποίητο δ᾽ αὐτῶν πρόνοιαν τὴν ἐνδεχομένην ἔν τε τοῖς ἄλλοις καὶ μάλιστα περὶ τὴν ἀνακομιδήν. διόπερ ἐπέτρεψαν τούτῳ περὶ τῶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: