Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ μὲν δημαγωγὸς ὑμῖν, ὦ Ἀθηναῖοι, καὶ θανάτου τετιμημένος ἑαυτῷ ἐὰν ἐξελεγχθῇ ὁτιοῦν εἰληφὼς παρ᾽ Ἁρπάλου, οὗτος φανερῶς ἐξελήλεγκται δῶρ᾽ εἰληφὼς παρὰ τούτων, οἷς ἐναντία πράττειν ἔφη τὸν ἄλλον χρόνον. πολλῶν δ᾽ ὑπὸ Στρατοκλέους εἰρημένων καὶ τῶν πλείστων προκατειλημμένων κατηγορημάτων, καὶ περὶ μὲν αὐτῆς τῆς ἀποφάσεως τῆς ἐξ Ἀρείου πάγου βουλῆς δικαίας καὶ ἀληθεῖς ἀποδείξεις εἰρηκυίας, περὶ δὲ τῶν ἀκολούθων τούτοις Στρατοκλέους εἰρηκότος καὶ τὰ ψηφίσματ᾽ ἀνεγνωκότος ἤδη τὰ περὶ τούτων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.