next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 257]πολλῶν μετ᾽ ἄλλων ξένων τε καὶ παραδόξων ἀκουσμάτων, ὦν ἐνήνοχεν καθ᾽ ἡμᾶς χρόνος, ἕν τι καὶ τοῦτο ἐφάνη μοι πρώτως ἀκούσαντι παρὰ σοῦ, ὅτι τῶν φιλοσόφων τις τῶν ἐκ τοῦ περιπάτου πάντα χαρίζεσθαι βουλόμενος Ἀριστοτέλει τῷ κτίσαντι ταύτην τὴν φιλοσοφίαν καὶ τοῦτο ὑπέσχετο ποιήσειν φανερόν, ὅτι Δημοσθένης τὰς ῥητορικὰς τέχνας παρ᾽ ἐκείνου μαθὼν εἰς τοὺς ἰδίους μετήνεγκε λόγους καὶ κατ᾽ ἐκεῖνα κοσμούμενος τὰ παραγγέλματα πάντων ἐγένετο τῶν ῥητόρων κράτιστος. κατ᾽ ἀρχὰς μὲν οὖν ὑπελάμβανον τῶν πολλῶν τινα εἶναι τὸν ταῦτ᾽ ἐπιχειρήσαντα λέγειν, καὶ παρῄνουν σοι μὴ πᾶσι τοῖς παραδόξοις προσέχειν. ὡς δὲ καὶ τοὔνομα τοῦ ἀνδρὸς ἐπυθόμην, ὃν ἐγὼ καὶ τῶν ἠθῶν ἕνεκα καὶ τῶν λόγων ἀποδέχομαι, ἐθαύμασα, καὶ πολὺς ἐν ἐμαυτῷ γενόμενος ἐπιμελεστέρας ᾤμην δεῖσθαι σκέψεως τὸ πρᾶγμα, μή ποτε λέληθέ με τἀληθὲς οὕτως ἔχον καὶ οὐδὲν εἰκῇ τῷ ἀνδρὶ εἴρηται, [p. 258] ἵνα τὴν δόξαν ἣν πρότερον αὐτὸς ἔσχον ἀφείην βεβαίως μαθὼν ὅτι προτεροῦσι τῶν Δημοσθένους λόγων αἱ Ἀριστοτέλους τέχναι, τὸν οὕτως ἐγνωκότα καὶ γράψαι γε παρεσκευασμένον, πρὶν εἰς ὄχλον ἐκδοῦναι τὸ σύνταγμα, μεταβαλεῖν πείσαιμι τὴν δόξαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: