next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἷεν, Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὑτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον: τε γὰρ ἄντλος ἐκκέχυται καὶ ἱστὸς ὤρθωται καὶ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπ᾽ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρ᾽ ἄλλῳ οὔσης τῆς αἰτίας. δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων κιθαρίζει λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, τάχα που καὶ κλωπεύει γεννάδας παρελθών μία γὰρ αὐτοῦ καὶ αὕτη [p. 4] τῶν τεχνῶν. δ᾽ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.

Κλωθώ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: