Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ
Μαρκίων οἶκος ἐν Ῥώμῃ τῶν πατρικίων πολλοὺς παρέσχεν ἐνδόξους ἄνδρας, ὧν καὶ Μάρκιος ἦν Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ μετὰ Τύλλον Ὁστίλιον βασιλεὺς γενόμενος. Μάρκιοι δ᾽ ἦσαν καὶ Πόπλιος καὶ Κόιντος οἱ πλεῖστον ὕδωρ καὶ κάλλιστον ἐν Ῥώμῃ καταγαγόντες, καὶ Κηνσωρῖνος, ὃν δὶς ἀπέδειξε τιμητὴν
ὁ Ῥωμαίων δῆμος, εἶτα ὑπ᾽ αὐτοῦ πεισθεὶς ἐκείνου νόμον ἔθετο καὶ ἐψηφίσατο μηδενὶ τὴν ἀρχὴν δὶς ἐξεῖναι μετελθεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.