This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
στέργε μὲν τὰ παρόντα, ζήτει δὲ τὰ βελτίω.μηδενὶ συμφορὰν ὀνειδίσῃς: κοινὴ γὰρ ἡ τύχη καὶ τὸ μέλλον ἀόρατον.τοὺς ἀγαθοὺς εὖ ποίει: καλὸς γὰρ θησαυρὸς παρ᾽ ἀνδρὶ σπουδαίῳ χάρις ὀφειλομένη. τοὺς κακοὺς εὖ ποιῶν ὅμοια πείσει τοῖς τὰς ἀλλοτρίας κύνας σιτίζουσιν: ἐκεῖναί τε γὰρ τοὺς διδόντας ὥσπερ τοὺς τυχόντας ὑλακτοῦσιν, οἵ τε κακοὶ τοὺς ὠφελοῦντας ὥσπερ τοὺς βλάπτοντας ἀδικοῦσι.