previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαβὰς οὖν ξὺν μέρει τῆς στρατιᾶς ἐς τὴν Σογδιανήν, Πολυπέρχοντα δὲ καὶ Ἄτταλον καὶ Γοργίαν καὶ Μελέαγρον αὐτοῦ ἐν Βάκτροις ὑπολιπόμενος τούτοις μὲν παρήγγειλεν τήν τε χώραν ἐν φυλακῇ ἔχειν, ὡς μή τι νεωτερίσωσιν οἱ ταύτῃ βάρβαροι, καὶ τοὺς ἔτι ἀφεστηκότας αὐτῶν ἐξαιρεῖν: [2] αὐτὸς δὲ ἐς πέντε μέρη διελὼν τὴν ἅμα οἷ στρατιὰν τῶν μὲν Ἡφαιστίωνα ἄρχειν ἔταξε, τῶν δὲ Πτολεμαῖον τὸν Λάγου τὸν σωματοφύλακα: τοῖς τρίτοις δὲ Περδίκκαν ἐπέταξε: τῆς δὲ τετάρτης τάξεως Κοῖνος καὶ Ἀρτάβαζος ἡγοῦντο αὐτῷ: τὴν δὲ πέμπτην μοῖραν ἀναλαβὼν αὐτὸς ἐπῄει τὴν χώραν ὡς ἐπὶ Μαράκανδα. [3] καὶ οἱ ἄλλοι ὡς ἑκάστοις προὐχώρει ἐπῄεσαν, τοὺς μέν τινας τῶν ἐς τὰ ἐρύματα ξυμπεφευγότων βίᾳ ἐξαιροῦντες, τοὺς δὲ καὶ ὁμολογίᾳ προσχωροῦντάς σφισιν ἀναλαμβάνοντες. ὡς δὲ ξύμπασα αὐτῷ δύναμις ἐπελθοῦσα τῶν Σογδιανῶν τῆς χώρας τὴν πολλὴν ἐς Μαράκανδα ἀφίκετο, Ἡφαιστίωνα μὲν ἐκπέμπει τὰς ἐν τῇ Σογδιανῇ πόλεις συνοικίζειν, Κοῖνον δὲ καὶ Ἀρτάβαζον ὡς ἐς Σκύθας, ὅτι ἐς Σκύθας καταπεφευγέναι Σπιταμένης αὐτῷ ἐξηγγέλλετο, αὐτὸς δὲ ξὺν τῇ λοιπῇ στρατιᾷ ἐπιὼν τῆς Σογδιανῆς ὅσα ἔτι πρὸς τῶν ἀφεστηκότων κατείχετο ταῦτα οὐ χαλεπῶς ἐξῄρει. [4] ἐν τούτοις δὲ Ἀλεξάνδρου ὄντος Σπιταμένης τε καὶ σὺν αὐτῷ τῶν Σογδιανῶν τινες φυγάδων ἐς τῶν Σκυθῶν τῶν Μασσαγετῶν καλουμένων τὴν χώραν [p. 174] ξυμπεφευγότες ξυναγαγόντες τῶν Μασσαγετῶν ἱππέας ἑξακοσίους ἀφίκοντο πρός τι φρούριον τῶν κατὰ τὴν Βακτριανήν. [5] καὶ τῷ τε φρουράρχῳ οὐδὲν πολέμιον προσδεχομένῳ ἐπιπεσόντες καὶ τοῖς ξὺν τούτῳ τὴν φυλακὴν ἔχουσιν τοὺς μὲν στρατιώτας διέφθειραν, τὸν φρούραρχον δὲ ἑλόντες ἐν φυλακῇ εἶχον. θαρσήσαντες δὲ ἐπὶ τοῦ φρουρίου τῇ καταλήψει ὀλίγαις ἡμέραις ὕστερον Ζαριάσποις πελάσαντες τῇ μὲν πόλει προσβαλεῖν ἀπέγνωσαν, λείαν δὲ πολλὴν περιβαλλόμενοι ἤλαυνον. [6] ἦσαν δὲ ἐν τοῖς Ζαριάσποις νόσῳ ὑπολελειμμένοι τῶν ἑταίρων ἱππέων οὐ πολλοὶ καὶ ξὺν τούτοις Πείθων τε Σωσικλέους, ἐπὶ τῆς βασιλικῆς θεραπείας τῆς ἐν Ζαριάσποις τεταγμένος, καὶ Ἀριστόνικος κιθαρῳδός. καὶ οὗτοι αἰσθόμενοι τῶν Σκυθῶν τὴν καταδρομήν ῾ἤδη γὰρ ἐκ τῆς νόσου ἀναρρωσθέντες ὅπλα τε ἔφερον καὶ τῶν ἵππων ἐπέβαινον᾽ ξυναγαγόντες τούς τε μισθοφόρους ἱππέας ἐς ὀγδοήκοντα, οἳ ἐπὶ φυλακῇ τῶν Ζαριάσπων ὑπολελειμμένοι ἦσαν, καὶ τῶν παίδων τινὰς τῶν βασιλικῶν ἐκβοηθοῦσιν ἐπὶ τοὺς Μασσαγέτας. [7] καὶ τῇ μὲν πρώτῃ προσβολῇ οὐδὲν ὑποτοπήσασι τοῖς Σκύθαις ἐπιπεσόντες τήν τε λείαν ξύμπασαν ἀφείλοντο αὐτοὺς καὶ τῶν ἀγόντων τὴν λείαν οὐκ ὀλίγους ἀπέκτειναν. ἐπανιόντες δὲ αὐτοὶ ἀτάκτως, ἅτε οὐδενὸς ἐξηγουμένου, ἐνεδρευθέντες πρὸς Σπιταμένους καὶ τῶν Σκυθῶν τῶν μὲν ἑταίρων ἀποβάλλουσιν ἑπτά, τῶν δὲ μισθοφόρων ἱππέων ἑξήκοντα. καὶ Ἀριστόνικος κιθαρῳδὸς αὐτοῦ ἀποθνήσκει, οὐ κατὰ κιθαρῳδὸν ἀνὴρ ἀγαθὸς γενόμενος. πείθων δὲ τρωθεὶς ζῶν λαμβάνεται πρὸς τῶν Σκυθῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: