previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν δὲ γάμον τοῦτον πρῶτον δαῖσαι θεούς, καὶ Δήμητραν μὲν Ἰασίωνος ἐρασθεῖσαν τὸν καρπὸν τοῦ σίτου δωρήσασθαι, Ἑρμῆν δὲ λύραν, Ἀθηνᾶν δὲ τὸν διαβεβοημένον ὅρμον καὶ πέπλον καὶ αὐλούς, Ἠλέκτραν δὲ τὰ τῆς μεγάλης καλουμένης μητρὸς τῶν θεῶν ἱερὰ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ τῶν ὀργιαζόντων: καὶ Ἀπόλλωνα μὲν κιθαρίσαι, τὰς δὲ Μούσας αὐλῆσαι, τοὺς δ᾽ ἄλλους θεοὺς εὐφημοῦντας συναυξῆσαι τὸν γάμον. [2] μετὰ δὲ ταῦτα τὸν μὲν Κάδμον κατὰ τὸν [p. 72] παραδεδομένον χρησμὸν κτίσαι Θήβας τὰς ἐν Βοιωτίᾳ φασί, τὸν δ᾽ Ἰασίωνα γήμαντα Κυβέλην γεννῆσαι Κορύβαντα. Ἰασίωνος δὲ εἰς θεοὺς μεταστάντος, Δάρδανον καὶ Κυβέλην καὶ Κορύβαντα μετακομίσαι εἰς τὴν Ἀσίαν τὰ τῆς μητρὸς τῶν θεῶν ἱερὰ καὶ συναπᾶραι εἰς Φρυγίαν. [3] καὶ τὴν μὲν Κυβέλην Ὀλύμπῳ τῷ πρώτῳ συνοικήσασαν γεννῆσαι Ἀλκήν, καὶ τὴν θεὰν Κυβέλην ἀφ᾽ ἑαυτῆς ὀνομάσαι: τὸν δὲ Κορύβαντα τοὺς ἐπὶ τοῖς τῆς μητρὸς ἱεροῖς ἐνθουσιάσαντας ἀφ᾽ ἑαυτοῦ Κορύβαντας προσαγορεῦσαι, [4] γῆμαι δὲ Θήβην τὴν Κίλικος θυγατέρα. ὁμοίως δὲ τοὺς αὐλοὺς εἰς Φρυγίαν ἐντεῦθεν μετενεχθῆναι, καὶ τὴν λύραν τὴν Ἑρμοῦ εἰς Λυρνησσόν, ἣν Ἀχιλλέα ὕστερον ἐκπορθήσαντα λαβεῖν. ἐξ Ἰασίωνος δὲ καὶ Δήμητρος Πλοῦτον γενέσθαι φασὶν οἱ μῦθοι, τὸ δ᾽ ἀληθές, τὸν τοῦ σίτου πλοῦτον, δωρηθέντα ἐν τῷ τῆς Ἁρμονίας γάμῳ διὰ τὴν συνουσίαν τοῦ Ἰασίωνος. [5] καὶ τὰ μὲν κατὰ μέρος τῆς τελετῆς ἐν ἀπορρήτοις τηρούμενα μόνοις παραδίδοται τοῖς μυηθεῖσι: διαβεβόηται δ᾽ τούτων τῶν θεῶν ἐπιφάνεια καὶ παράδοξος ἐν τοῖς κινδύνοις βοήθεια τοῖς ἐπικαλεσαμένοις τῶν μυηθέντων. [6] γίνεσθαι δέ φασι καὶ εὐσεβεστέρους καὶ δικαιοτέρους καὶ κατὰ πᾶν βελτίονας ἑαυτῶν τοὺς τῶν μυστηρίων κοινωνήσαντας. διὸ καὶ τῶν ἀρχαίων ἡρώων τε καὶ ἡμιθέων τοὺς ἐπιφανεστάτους πεφιλοτιμῆσθαι μεταλαβεῖν [p. 73] τῆς τελετῆς: καὶ γὰρ Ἰάσονα καὶ Διοσκόρους, ἔτι δ᾽ Ἡρακλέα καὶ Ὀρφέα, μυηθέντας ἐπιτυχεῖν ἐν ἁπάσαις ταῖς στρατείαις διὰ τῆν τῶν θεῶν τούτων ἐπιφάνειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: