οἱ δὲ καὶ τοῦτο τὸ ἔπος διαβάλλουσι καὶ τὴν περὶ Μουνύχου μυθολογίαν, ὃν ἐκ Δημοφῶντος Λαοδίκης κρύφα τεκούσης ἐν Ἰλίῳ συνεκθρέψαι τὴν Αἴθραν λέγουσιν. [2] ἴδιον δέ τινα καὶ παρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων Ἀλέξανδρον μὲν τὸν Πάριν ἐν Θεσσαλίᾳ1 ὑπ᾽ Ἀχιλλέως καὶ Πατρόκλου μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειόν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ καταλειφθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει πολλὴν ἀλογίαν.Αἴθρην Πιτθῆος θύγατρα Κλυμένην τε βοῶπιν.
Hom. Il. 3.144
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
34.
Αἴθραν δὲ τὴν Θησέως μητέρα γενομένην αἰχμάλωτον ἀπαχθῆναι λέγουσιν εἰς Λακεδαίμονα, κἀκεῖθεν εἰς Τροίαν μετὰ Ἑλένης: καὶ μαρτυρεῖν Ὅμηρον, ἕπεσθαι τῇ Ἑλένῃ φάμενον:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.