previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅλως δὲ φαίνονται πρὸς τὴν αὐτάρκειαν ἀμφότεροι καὶ σωφροσύνην ὁμοίως ἄγοντες τὰ πλήθη, τῶν δὲ ἄλλων ἀρετῶν μὲν τὴν ἀνδρείαν μᾶλλον, δὲ τὴν δικαιοσύνην ἠγαπηκώς: εἰ μὴ νὴ Δία διὰ τὴν ὑποκειμένην τῶν πολιτευμάτων ἑκατέρου φύσιν συνήθειαν, οὐχ ὁμοίαν οὖσαν, ἀνομοίας ἔδει παρασκευῆς, [2] οὔτε γὰρ Νομᾶς διὰ δειλίαν κατέλυσε τὸ πολεμεῖν, ἀλλ᾽ ἐπὶ τῷ μὴ ἀδικεῖν, οὔτε Λυκοῦργος εἰς ἀδικίαν κατεσκεύασε πολεμικούς, ἀλλ᾽ ὑπὲρ τοῦ μὴ ἀδικεῖσθαι. τὰς οὖν ὑπερβολὰς ἀφαιροῦντες ἀμφότεροι καὶ τὰς ἐνδείας ἀναπληροῦντες τῶν ὑπαρχόντων περὶ τοὺς πολίτας, ἠναγκάζοντο μεγάλαις χρῆσθαι μεταβολαῖς. [p. 388]

[3] καὶ μὴν τῆς τε διατάξεως καὶ τῆς διαιρέσεως τῶν πολιτευμάτων ὀχλικὴ μὲν ἀκράτως τὸν Νομᾶ καὶ θεραπευτικὴ τὸν πλήθους, ἐκ χρυσοχόων καὶ αὐλητῶν καὶ σκυτοτόμων συμμιγῆ τινα καὶ παμποίκιλον ἀποφαίνοντος δῆμον, αὐστηρὰ δὲ Λυκούργειος καὶ ἀριστοκρατική, τὰς μὲν βαναύσους ἀποκαθαίρουσα τέχνας εἰς οἰκετῶν καὶ μετοίκων χεῖρας αὐτοὺς δὲ τοὺς πολίτας εἰς τὴν ἀσπίδα καὶ τὸ δόρυ συνάγουσα, πολέμου χειροτέχνας καὶ θεράποντας Ἄρεως ὄντας, ἄλλο δὲ οὐδὲν εἰδότας οὐδὲ μελετῶντας πείθεσθαι τοῖς ἄρχουσι καὶ κρατεῖν τῶν πολεμίων. [4] οὐδὲ γὰρ χρηματίζεσθαι τοῖς ἐλευθέροις ἐξῆν, ἵνα ἐλεύθεροι παντελῶς καὶ καθάπαξ ὦσιν, ἀλλ᾽ ἦν περὶ τὰ χρήματα κατασκευὴ δεδομένη δούλοις καὶ Εἵλωσιν, ὥσπερ περὶ τὸ δεῖπνον καὶ ὄψον διακονία. Νομᾶς δὲ οὐδὲν διέκρινε τοιοῦτον, ἀλλὰ τὰς μὲν στρατιωτικὰς ἔπαυσε πλεονεξίας, τὸν δὲ ἄλλον οὐκ ἐκώλυσε χρηματισμόν, οὐδὲ τὴν τοιαύτην κατεστόρεσεν ἀνωμαλίαν, [5] ἀλλὰ καὶ πλούτῳ προϊέναι μέχρι παντὸς ἐφῆκε, καὶ πενίας πολλῆς ἀθροιζομένης καὶ ὑπορρεούσης εἰς τὴν πόλιν ἠμέλησε, δέον εὐθὺς ἐν ἀρχῇ, μηδέπω πολλῆς μηδὲ μεγάλης ἀνισότητος οὔσης, ἀλλ᾽ ἔτι τοῖς βίοις ὁμαλῶν καὶ παραπλησίων ὄντων, ἐνστῆναι πρὸς τὴν πλεονεξίαν, ὥσπερ Λυκοῦργος, καὶ φυλάξασθαι τὰς ἀπ᾽ αὐτῆς βλάβας, οὐ μικρὰς γενομένας, ἀλλὰ τῶν πλείστων καὶ μεγίστων κακῶν, ὅσα συνηνέχθη, σπέρμα καὶ ἀρχὴν παρασχούσας. [6] δὲ τῆς γῆς ἀναδασμὸς οὔτε τὸν Λυκοῦργον, ἐμοὶ δοκεῖν, ποιεῖ ψεκτὸν γενόμενος οὔτε τὸν Νομᾶν μὴ γενόμενος, τῷ μὲν γὰρ ἕδραν [p. 390] καὶ κρηπῖδα τῆς πολιτείας ἰσότης αὕτη παρέσχε, τὸν δὲ προσφάτου τῆς κληρουχίας οὔσης οὐδὲν ἤπειγεν ἄλλον ἐμβαλεῖν ἀναδασμὸν οὐδὲ κινεῖν τὴν πρώτην νέμησιν, ὡς εἰκός ἐστι, κατὰ χώραν μένουσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: