previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μὴν ἀλλὰ θυσιῶν καὶ καθαρμῶν ὧν ὑπηγόρευον οἱ μάντεις γενομένων ἐξῆλθε μετὰ τοῦ συνάρχοντος ἐπὶ τόν πόλεμον, καὶ πολλὰ μεταξὺ Βαντίας πόλεως καὶ Βενυσίας καθήμενον ἠρέθιζε τόν Ἀννίβαν. δὲ εἰς μάχην μὲν οὐ κατέβαινεν, αἰσθόμενος δὲ πεμπομένην ὑπ᾽ αὐτῶν στρατιὰν ἐπὶ Λοκροὺς τοὺς Ἐπιζεφυρίους, κατὰ τόν περὶ Πετηλίαν λόφον ὑφεὶς ἐνέδρας πεντακοσίους καὶ δισχιλίους ἀπέκτεινε, [2] τοῦτο Μάρκελλον ἐξέφερε τῷ θυμῷ πρὸς τὴν μάχην, καὶ προσῆγεν ἄρας ἐγγυτέρω τὴν δύναμιν.

ἦν δὲ μεταξὺ τῶν στρατοπέδων λόφος ἐπιεικῶς μὲν εὐερκής, ὕλης δὲ παντοδαπῆς ἀνάπλεως: εἶχε δὲ καὶ σκοπὰς περικλινεῖς ἐπ᾽ ἀμφότερα, καὶ ναμάτων ὑπεφαίνοντο πηγαὶ καταρρεόντων, ἐθαύμαζον οὖν οἱ Ῥωμαῖοι Ἀννίβαν ὅτι πρῶτος ἐλὼν εὐφυᾶ τόπον οὕτως οὐ κατέσχεν, ἀλλ᾽ [p. 516] ἀπέλιπε τοῖς πολεμίοις. [3] τῷ δὲ ἄρα καλὸν μὲν ἐνστρατοπεδεῦσαι τὸ χωρίον ἐφαίνετο, πολὺ δὲ κρεῖττον ἐνεδρεῦσαι: καὶ πρὸς τοῦτο μᾶλλον αὐτῷ χρῆσθαι βουλόμενος ἐνέπλησε τὴν ὕλην καὶ τὰς κοιλάδας ἀκοντιστῶν τε πολλῶν καὶ λογχοφόρων, πεπεισμένος ἐπάξεσθαι δι᾽ εὐφυΐαν αὐτὰ τὰ χωρία τοὺς Ῥωμαίους. [4] οὐδὲ ἀπεψεύσθη τῆς ἐλπίδος: εὐθὺς γὰρ ἦν πολὺς ἐν τῷ στρατοπέδῳ τῶν Ῥωμαίων λόγος ὡς χρὴ τὸ χωρίον καταλαμβάνειν, καὶ διεστρατήγουν ὅσα πλεονεκτήσουσι τοὺς πολεμίους, μάλιστα μὲν ἐκεῖ στρατοπεδεύσαντες, εἰ δὲ μή, τειχίσαντες τόν λόφον. ἔδοξεν οὖν τῷ Μαρκέλλῳ μετ᾽ ὀλίγων ἱπποτῶν ἐπελάσαντι κατασκέψασθαι. καὶ λαβὼν τόν μάντιν ἐθύετο: καὶ τοῦ πρώτου πεσόντος ἱερείου δείκνυσιν αὐτῷ τὸ ἧπαρ οὐκ ἔχον κεφαλὴν μάντις. [5] ἐπιθυσαμένου δὲ τὸ δευτέρον τε κεφαλὴ μέγεθος ὑπερφυὲς ἀνέσχε καὶ τἆλλα φαιδρὰ θαυμαστῶς διεφάνη, καὶ λύσιν ἔχειν τῶν πρώτων φόβος ἔδοξεν. οἱ δὲ μάντεις ταῦτα μᾶλλον ἔφασαν δεδιέναι καὶ ταράττεσθαι: λαμπροτάτων γὰρ ἐπ᾽ αἰσχίστοις καὶ σκυθρωποτάτοις ἱεροῖς γενομένων ὕποπτον εἶναι τῆς μεταβολῆς τὴν ἀτοπίαν. ἀλλὰ γὰρ

τὸ πεπρωμένον οὐ πῦρ, οὐ σιδαροῦν σχήσει τεῖχος,
κατὰ Πίνδαρον, ἐξῄει τόν τε συνάρχοντα Κριοπῖνον παραλαβὼν καὶ τόν υἱὸν χιλιαρχοῦντα καὶ τοὺς σύμπαντας ἱππεῖς εἴκοσι καὶ διακοσίους, [6] ὧν Ῥωμαῖος οὐδεὶς ἦν, ἀλλ᾽ οἱ μὲν ἄλλοι Τυρρηνοί, τεσσαράκοντα δὲ Φρεγελλανοί, πεῖραν ἀρετῆς καὶ [p. 518] πίστεως ἀεὶ τῷ Μαρκέλλῳ δεδωκότες. ὑλώδους δὲ τοῦ λόφου καὶ συνηρεφοῦς ὄντος ἀνὴρ καθήμενος ἄνω σκοπὴν εἶχε τοῖς πολεμίοις, αὐτὸς οὐ συνορώμενος, καθορῶν δὲ τῶν Ῥωμαίων τὸ στρατόπεδον. [7] καὶ τὰ γινόμενα τούτου φράσαντος τοῖς λοχῶσι, προσελαύνοντα τόν Μάρκελλον ἐάσαντες ἐγγὺς προσελθεῖν ἐξαίφνης ἀνέστησαν, καὶ περιχυθέντες ἅμα πανταχόθεν ἠκόντιζον, ἔπαιον, ἐδίωκον τοὺς φεύγοντας, συνεπλέκοντο τοῖς ὑφισταμένοις: οὗτοι δ᾽ ἦσαν οἱ τεσσαράκοντα Φρεγελλανοί. [8] καὶ τῶν Τυρρηνῶν εὐθὺς ἐν ἀρχῇ διατρεσάντων αὐτοὶ συστραφέντες ἠμύνοντο πρὸ τῶν ὑπάτων, ἄχρι οὗ Κρισπῖνος μὲν ἀκοντίσμασι δυσὶ βεβλημένος ἐπέστρεψεν εἰς φυγὴν τόν ἵππον, Μάρκελλον δέ τις λόγχῃ πλατείᾳ διὰ τῶν πλευρῶν διήλασεν, ἣν λαγκίαν καλοῦσιν. οὕτω δὲ καὶ τῶν Φρεγελλανῶν οἱ περιόντες ὀλίγοι παντάπασιν αὐτὸν μὲν πεσόντα λείπουσι, τόν δ᾽ υἱὸν ἁρπάσαντες τετρωμένον φεύγουσιν ἐπὶ τὸ στρατόπεδον. [9] ἐγένοντο δὲ νεκροὶ μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα πλειους, αἰχμάλωτοι δὲ τῶν μὲν ῥαβδούχων πέντε, τῶν δὲ ἱππέων εἴκοσι δυεῖν δέοντες, ἐτελεύτησε δὲ καὶ Κρισπῖνος ἐκ τῶν τραυμάτων οὐ πολλὰς ἡμέρας ἐπιβιώσας. καὶ πάθος τοῦτο Ῥωμαίοις συνέπεσε πρότερον οὐ γεγονός, ἀμφοτέρους ἐξ ἑνὸς ἀγῶνος τοὺς ὑπάτους ἀποθανεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: