This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
εὐλαβοῦ τὰς διαβολάς, κἂν ψευδεῖς ὦσιν: οἱ γὰρ πολλοὶ τὴν μὲν ἀλήθειαν ἀγνοοῦσι, πρὸς δὲ τὴν δόξαν ἀποβλέπουσιν. ἅπαντα δόκει ποιεῖν ὡς μηδένα λήσων: καὶ γὰρ ἃ παραυτίκα κρύψῃς, ὕστερον ὀφθήσει. μάλιστα δ᾽ ἂν εὐδοκιμοίης, εἰ φαίνοιο ταῦτα μὴ πράττων, ἃ τοῖς ἄλλοις ἂν πράττουσιν ἐπιτιμῴης.