This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ὅτι νὴ Δί᾽ εἴσονται πάντες πότερός ποτ᾽ ὦφλεν. καλῶς. ἂν δέ, ὃ τυχὸν γένοιτ᾽ ἄν, χρόνος διέλθῃ καὶ μὴ ἐκτεισθῇ τὸ ὄφλημα, τί μᾶλλον οἱ τούτου παῖδες ἔσονται τῶν ἐμῶν ἐγγεγραμμένοι, ὅταν τοὔνομα καὶ ὁ πατὴρ καὶ ἡ φυλὴ καὶ πάντ᾽ ᾖ ταὐτά; τί δ᾽, εἴ τις δίκην ἐξούλης αὐτῷ λαχὼν μηδὲν ἐμοὶ φαίη πρὸς αὑτὸν εἶναι, κυρίαν δὲ ποιησάμενος ἐγγράψαι, τί μᾶλλον ἂν εἴη τοῦτον ἢ ἔμ᾽ ἐγγεγραφώς; τί δ᾽, εἴ τινας εἰσφορὰς μὴ θείη;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.