This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπ᾽ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δ᾽ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ. φέρ᾽, εἴ σ᾽ ὁ πατὴρ ἀξιώσειεν ἀναστάς, ἢ μένειν ἐφ᾽ οὗ σ᾽ αὐτὸς ἐποιήσατ᾽ ὀνόματος, ἢ πατέρ᾽ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρ᾽ οὐκ ἂν μέτρι᾽ ἀξιοῦν δοκοίη; ταὐτὰ τοίνυν ταῦτ᾽ ἐγώ σ᾽ ἀξιῶ, ἢ πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, ἢ τοὔνομ᾽ ἔχειν ὃ 'κεῖνος ἔδωκέ σοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.