This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τούτων δ᾽ οὕτως ἐχόντων, διαφορᾶς γενομένης τῷ Πολυεύκτῳ πρὸς τὸν Λεωκράτη, περὶ ἧς οὐκ οἶδ᾽ ὅ τι δεῖ λέγειν, ἀφελόμενος ὁ Πολύευκτος τὴν θυγατέρα δίδωσι Σπουδίᾳ τουτῳί. μετὰ δὲ ταῦτ᾽ ἠγανάκτει θ᾽ ὁ Λεωκράτης, καὶ δίκας ἐλάγχανε Πολυεύκτῳ καὶ τουτῳὶ Σπουδίᾳ, καὶ περὶ πάντων ἠναγκάζοντ᾽ εἰς λόγον καθίστασθαι. καὶ τὸ τελευταῖον διελύθησαν, ἐφ᾽ ᾧτε κομισάμενον τὸν Λεωκράτην ἅπερ ἦν εἰς τὴν οὐσίαν εἰσενηνεγμένος, μήτε κακόνουν εἶναι τῷ Πολυεύκτῳ, τῶν τε πρὸς ἀλλήλους ἐγκλημάτων ἀπηλλάχθαι πάντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.