This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[80]
εἶτα τοιαῦτα ποιῶν καὶ τηλικαύτας μαρτυρίας ἐξενηνοχὼς τῆς ὕβρεως τῆς σαυτοῦ σύ, τὸν ἄλλου του βίον ἐξετάζειν τολμᾷς; μεθ᾽ ἡμέραν εἶ σὺ σώφρων, τὴν δὲ νύκτ᾽ ἐφ᾽ οἷς θάνατος ἡ ζημία, ταῦτα ποιεῖς. πονηρός, ὦ ἄνδρες Ἀθηναῖοι, πονηρὸς οὗτος ἄνωθεν ἐκ τοῦ Ἀνακείου καὶ ἄδικος. σημεῖον δέ: εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας. νῦν δὲ τοσούτων χρημάτων τὸ πλῆθος κύριος καταστὰς ὥστε τοσαῦτα λαθεῖν ἀπ᾽ αὐτῶν κλέψας ὅσα νῦν κέκτηται, οὐκ ὀφείλειν ταῦτα, ἀλλὰ πατρῷ᾽ ἔχειν ἡγεῖται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.