This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, ὦ ἄνδρες δικασταί, ἢ ἡμεῖς διειλόμεθα τὰς μερίδας, ὑποψία τις ἐγένετο καὶ αἴσθησις περὶ τἀνθρώπου τούτου: ἐκ δὲ ταύτης τῆς ὑποψίας ἐδόκει ἐμοὶ καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ βασανίζειν τὸν ἄνθρωπον. καὶ ὁ ἄνθρωπος, ὦ ἄνδρες δικασταί, αὐτὸς αὑτοῦ κατεῖπε, πρὶν βασανίζεσθαι, ὅτι χιλίας δραχμὰς ὑφείλετο τοῦ Κόμωνος, καὶ ἔφη εἶναι παρ᾽ ἑαυτῷ ὅσον μὴ ἦν ἀνηλωμένον: περὶ δὲ τοῦ πλείονος ἀργυρίου οὐδ᾽ ὁτιοῦν εἶπεν ἐν τῷ τότε χρόνῳ: καὶ ἀποδίδωσιν περὶ ἑξακοσίας τινὰς δραχμάς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.