previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ μὲν γεγενημέν᾽, ἄνδρες Ἀθηναῖοι, τοιαῦθ᾽ οἷα πάντες ἀκηκόατε: δεῖ δ᾽ ὑμᾶς μηδὲν ἐκπεπληγμένως διακεῖσθαι, λογιζομένους ὅτι πρὸς μὲν τὰ παρόντ᾽ ἀθύμως ἔχειν οὔτε τοῖς πράγμασι συμφέρον οὔθ᾽ ὑμῶν ἄξιόν ἐστιν, τὸ δὲ ταῦτ᾽ ἐπανορθοῦν αὑτοῖς ἡγεῖσθαι προσῆκον [καὶ] τῆς ὑμετέρας δόξης ἄξιον ἂν φανείη. χρὴ δὲ τοὺς ὄντας οἷοι φήσαιτ᾽ ἂν ὑμεῖς εἶναι, ἐν τοῖς δεινοῖς ἑτέρων διαφέροντας φαίνεσθαι. [2] ἐγὼ δ᾽ οὐδαμῶς μὲν ἂν ἐβουλόμην ταῦτα συμβῆναι τῇ πόλει, οὐδ᾽ ἀτυχεῖν ὑμᾶς οὐδέν: εἰ δ᾽ ἄρ᾽ ἔδει γενέσθαι καί τι δαιμόνιον τοῦτ᾽ ἀπέκειτο, ὥσπερ πέπρακται τὰ γεγενημένα, λυσιτελεῖν οἴομαι. τὰ μὲν γὰρ τῆς τύχης ὀξείας ἔχει τὰς μεταβολὰς καὶ κοινὰς ἀμφοτέροις τὰς παρουσίας: δ᾽ ἂν δι᾽ ἀνδρῶν κακίαν πραχθῇ, βεβαίους ποιεῖ τὰς ἥττας. [3] οἴομαι μὲν οὖν οὐδὲ τοὺς κεκρατηκότας ἀγνοεῖν ὅτι βουληθέντων ὑμῶν καὶ παροξυνθέντων τῷ γεγενημένῳ, οὐ πάνυ πω δῆλον πότερον εὐτύχημ᾽ καὶ τοὐναντίον αὐτοῖς ἐστιν τὸ πεπραγμένον: εἰ δ᾽ ἄρ᾽ ἐπῆρκε τὸ πρᾶγμ᾽ αὐτοὺς θρασύνεσθαι, κἂν τοῦτο πρὸς ὑμῶν ἤδη γίγνοιτο. ὅσῳ γὰρ ἂν μᾶλλον καταφρονήσωσι, τοσούτῳ θᾶττον ἁμαρτήσονται.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: